πλουσίων, τέμνων τὰ τῆς ψυχῆς ἀποστήματα, ἀτυφίαν αὐτοὺς ἐκδιδάσκων, μετριοφρονοῦντας πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ἀποστολικῷ πειθόμενος λόγῳ, τῷ πρὸς Τιμόθεον φερομένῳ· "Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι." τούτων οὖν οὕτως ἐχόντων, καὶ τῆς ἐκκλησίας ὁσημέραι ἐπὶ τὸ κρεῖττον ἀνθούσης, πάσης τῆς πόλεως εἰς εὐσέβειαν μεταχρωσθείσης, σωφροσύνῃ καὶ ψαλμῳ δίᾳ τῶν ψυχῶν γεγανωμένων, οὐκ ἤνεγκεν ὁ μισόκαλος δαίμων τὸν δρασμὸν τῶν ὑπ' αὐτοῦ κρατουμένων, οὓς ἀπέστησεν ὁ λόγος τοῦ Κυρίου διὰ τῆς Ἰωάννου διδασκαλίας· ὡς τοὺς ἱππομανεῖς καὶ θεατροσκόπους, καταλιμπάνοντας τὰς αὐλὰς τοῦ διαβόλου, δρομαίως χωρεῖν ἐπὶ τὴν μάνδραν τοῦ Σωτῆρος ἔρωτι τῆς σύριγ γος τοῦ φιλοπροβάτου ποιμένος. <ΚΕΦΑΛΑΙΟΝ¯ʹ> Ἐκ τούτου προκαταλαμβάνει φθόνος τὰς διανοίας τῶν μισ θωτῶν ποιμένων ἐλεγχομένων ἐκ τοῦ παραλλήλου. μὴ δυνη θέντες δὲ αὐτοῦ περιγενέσθαι διὰ τὸ μὴ ἐπικαλέσασθαι τὸν καταλυτὴν τοῦ φθόνου Σωτῆρα, πλέκουσι διαβολὰς κατὰ τοῦ Ἰωάννου, μεταποιήσαντες αὐτοῦ τινας ὁμιλίας εἰς ὕθλους κατὰ τῆς βασιλίσσης καὶ ἑτέρων τῶν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ ἐπιστάντα Ἀκάκιον, τὸν ἐπί σκοπον Βεροίας, ἀστοχῆσαι, ὡς ἔλεγεν, καταγωγίου καλοῦ· 34 καὶ λυπηθεὶς ἐπὶ τούτῳ, ὀργῇ ὑπετυφοῦτο ὡς καταφρονηθεὶς ὑπὸ τοῦ Ἰωάννου. ἀκατασχέτοις δὲ λογισμοῖς ἡττηθεὶς ἐκφέρει λόγον ἄλογον, "ἐκ τοῦ περισσεύματος τῆς καρδίας," ἄξιον τῆς αὐτοῦ διανοίας, ἐπί τινων κληρικῶν Ἰωάννου εἰπών· "Ἐγὼ αὐτῷ ἀρτύω χύτραν." ἐξαυτῆς οὖν συγκλωσθεὶς Σευηριανῷ καὶ Ἀντιόχῳ καὶ Ἰσαακίῳ Συρίσκῳ, περιτρίμματι, ἀφηγητῇ ψευδομοναζόντων, ἐν κακολογίαις κατατριβέντι πάντοτε κατὰ ἐπι σκόπων, σκέπτονται θωρακίζεσθαι δῆθεν μὲν κατὰ Ἰωάννου, τὸ δ' ἀληθὲς κατὰ τῆς δόξης τοῦ Σωτῆρος. ἀποστείλαντες δὲ πρῶτον εἰς τὴν Ἀντιοχέων ζητοῦσι νεότητος αὐτοῦ πλημμε λείας. ὡς δὲ "ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις," καὶ οὐχ εὗρον οὐδέν, ἀποστέλλουσιν εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὴν εὐχέρειαν Θεοφίλου, καλουμένου Ἀμφαλλάξ, τὰ τοιαῦτα σοφῶς ἀρχιτεκτονοῦντος· ὅς, ἐξαυτῆς ἀναπτύξας αὐτοῦ τὰ τῆς διανοίας βιβλία μετὰ πολλῆς τῆς λῃστρικῆς ἡσυχίας, ἠρεύνα ζητῶν τρόπον προφάσεως κἂν τῆς τυχούσης. {Ο ∆ΙΑΚ.} Ἐπίσχες, ὦ πάτερ, τῶν λόγων τὴν ῥύμην, πρὶν ἐπιλήσομαι, ἵνα σοι εἴπω τὴν ἀπὸ Ἀλεξανδρείας διαβᾶσαν πρὸς ἡμᾶς καὶ θρυληθεῖσαν αἰτίαν. φασὶ γὰρ ὅτι καθαιρεθέντας κληρικοὺς ὑπὸ Θεοφίλου ἐδέξατο Ἰωάννης εἰς κοινωνίαν, λυπήσας τὸν Θεόφιλον, ὅπερ οὐκ ἔδει· ὡς ἐκ τούτου διενεχθέντα αὐτὸν χωρῆσαι κατὰ τοῦ Ἰωάννου. {Ο ΕΠΙΣΚ.} ∆ῶμεν ἀληθῆ εἶναι τὸν εἰρημένον θρῦλον· καὶ ἐπισκόπου ἐστί, κακὸν ἰᾶσθαι κακῷ; καὶ ποῦ τὸ εὐαγγελικὸν ἐκεῖνο τὸ λέγον· "Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν"; ποῦ δὲ τὸ ἀποστολικόν· "Νίκα τὸ κακὸν ἐν τῷ ἀγαθῷ"; ποῦ δὲ τὸ προφητικόν· "Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά"; εἶτα οὐκ ἦν φιλονεικότερον εἰπεῖν ἐγκαλοῦντα ἐπὶ εὐλαβῶν ἐπισκόπων· "Ἀδελφὲ Ἰωάννη, παρῆλθέν σε πεποιηκότα τὸ ἢ τό"; καὶ τὸν Ἰωάννην ἀπολογησάμενον, ἠγνοηκέναι τὸ πρᾶγμα; 35 {Ο ∆ΙΑΚ.} Ἀληθὲς εἴρηκας, εἴ γέ τις ἦν ἐν αὐτῷ καλοθέλεια, καὶ μὴ κατεσχηματίζετο τὴν τῶν κληρικῶν αἰτίαν, τὴν οἰκείαν ὀργὴν ἐκπληρῶν. {Ο ΕΠΙΣΚ.} Νὴ τὸν φόβον τοίνυν τὸν τοῦ Θεοῦ, ὃς δεσπόζει τῶν ἀπείρων φόβων, οὐκ ἐρῶ σοι ἄλλως, ἀλλ' ὡς ἔχει φύσεως τὸ πρᾶγμα περὶ τούτων ὧν εἴρηκας κληρικῶν. Ἰσίδωρός τις, πρεσβύτερος ἔτι τῆς τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου χειροτονίας, ὀγδοηκοστὸν ἔτος ἄγων τὴν ἡλικίαν (ὃν ἴσασι Ῥωμαίων οἱ πλεῖστοι ἐκκλησιαστικῶν ἕνεκεν εἰσβαλόντα εἰς αὐτήν, ξενοδόχον Ἀλεξανδρείας ὄντα· οἶσθα δὲ καὶ αὐτὸς τὸν ἄνδρα, ἡνίκα σὺν Ἀκακίῳ ἐλθὼν τὴν Φλαβιανοῦ πρὸς Θεόφιλον κοινωνίαν ἐκόμισεν, εἴκοσι ἔτεσιν ἀπεσχοινισμένην Εὐαγρίου ἕνεκεν τοῦ μακαρίου, τοῦ πολλοὺς ἀγῶνας ἀγωνισαμένου ἐν ἐκκλησιαστικοῖς πόνοις)· τούτῳ τοίνυν τῷ Ἰσιδώρῳ γυνή τις χήρα τῶν μεγιστάνων