13. Now Jeremiah says, “Who hath stood in the counsel66 ὑποστήματι, foundation. Victor reads ἐν τῇ ὑποστάσει, in the substance, nature; Symmachus has ἐν τῇ ὁμιλίᾳ, in the fellowship. of the Lord, and hath perceived His Word?”67 Jer. xxiii. 18. But the Word of God alone is visible, while the word of man is audible. When he speaks of seeing the Word, I must believe that this visible (Word) has been sent. And there was none other (sent) but the Word. And that He was sent Peter testifies, when he says to the centurion Cornelius: “God sent His Word unto the children of Israel by the preaching of Jesus Christ. This is the God who is Lord of all.”68 Acts x. 36. If, then, the Word is sent by Jesus Christ, the will69 τὸ θέλημα. Many of the patristic theologians called the Son the Father’s βούλησις or θέλημα. See the passages in Petavius, De S. S. Trinitate, lib. vi. c. 8, § 21, and vii. 12, § 12. [Dubious.] of the Father is Jesus Christ.
[13] ἴδωμεν οὖν τὰ γεγραμμένα. ὅτι μὲν ἐμφανὴς ὁ Λόγος ἐσόμενος ἐκηρύσσετο, καὶ Ἱερεμίας λέγει, Τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν Λόγον αὐτοῦ; Λόγος δὲ Θεοῦ μόνος ὁρατός, ἀνθρώπου δὲ ἀκουστός. ὅπου ὁρᾶν τὸν Λόγον λέγει, ἀνάγκην ἔχω πιστεύειν τὸν ὁρατὸν τοῦτον ἀπεσταλμένον. ὁ δὲ ἀπεσταλμένος οὐκ ἄλλος ἦν ἀλλ' ἢ ὁ Λόγος. ὅτι δὲ ἀπεστάλθη, μαρτυρεῖ Πέτρος πρὸς τὸν ἑκατόνταρχον Κορνήλιον λέγων, Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Λόγον αὐτοῦ τοῖς υἱοῖς Ἰσραὴλ διὰ κηρύγματος Ἰησοῦ Χριστοῦ: οὗτός ἐστιν ὁ Θεὸς ὁ πάντων Κύριος. εἰ δὲ οὖν Λόγος ἀποστέλλεται διὰ Ἰησοῦ Χριστοῦ, τὸ θέλημα τοῦ Πατρός ἐστιν Ἰησοῦς Χριστός.