Ὁμιλία Ἱ[π]πολύτου ἀρχιεπισκόπου Ῥώμης καὶ μάρτυρος εἰς τὴν αἵρεσιν Νοητοῦ τινος.

 [1] Ἕτεροί τινες ἑτέραν διδασκαλίαν παρεισάγουσιν γενόμενοί τινος Νοητοῦ μαθηταί: ὃς τὸ μὲν γένος ἦν Σμυρναῖος, οὐ πολλοῦ χρόνου γενόμενος. οὗτος φυσι

 [2] οἳ καὶ δεῖξαι βούλονται σύστασιν τῷ δόγματι λέγοντες, Εἶπεν ἐν νόμῳ, Ἐγὼ εἰμὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν: οὐκ ἔσονται ὑμῖν θεοὶ ἕτεροι πλὴν ἐμοῦ. καὶ

 [3] καὶ ταῦτα βούλονται οὕτω διηγεῖσθαι καὶ αὐτοὶ μονόκωλα, χρώμενοι ὃν τρόπον εἶπεν Θεόδοτος ἄνθρωπον συνιστᾶν φιλὸν βουλόμενος. ἀλλ' οὔτε ἐκεῖνοί τι

 [4] ἴδωμεν, ὡς εἶπον, τὴν αὐτοῦ ἀνατροπήν, εἶθ' οὕτως τὴν ἀλήθειαν διηγησώμεθα. φησὶν γάρ, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ καὶ

 [5] ἀλλὰ τί μοι, φησίν, λέγει ἐν ἑτέρῳ, Οὗτος ὁ Θεός: οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν καλῶς εἶπεν. πρὸς γὰρ τὸν Πατέρα τίς λογισθήσεται ὃ δὲ λέγει

 [6] ὃ δὲ λέγει ὁ ἀπόστολος, Ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, καλῶς διηγεῖται καὶ λαμπρὸν

 [7] ἐὰν δὲ λέγῃ, Αὐτὸς εἶπεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμέν, ἐπιστανέτω τὸν νοῦν καὶ μανθανέτω ὅτι οὐκ εἶπεν ὅτι ἐγὼ καὶ ὁ Πατὴρ ἐν εἰμί, ἀλλ' ἓν ἐσμέν. τὸ

 [8] πολλὰ δὲ καὶ ἕτερα, μᾶλλον δὲ πάντα ἐστὶ μαρτυροῦντα τῇ ἀληθείᾳ. ἀνάγκην οὖν ἔχει καὶ μὴ θέλων ὁμολογεῖν Πατέρα Θεὸν παντοκράτορα καὶ Χριστὸν Ἰησο

 [9] εἷς Θεός, ὃν οὐκ ἄλλοθεν ἐπιγινώσκομεν, ἀδελφοί, ἢ τῶν ἁγίων γραφῶν. ὃν γὰρ τρόπον ἐάν τις βουληθῇ τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἀσκεῖν, οὐκ ἄλλως

 [10] Θεὸς μόνος ὑπάρχων καὶ μηδὲν ἔχων ἑαυτῷ σύνχρονον, ἐβουλήθη κόσμον κτίσαι. ὃν κόσμον ἐννοηθεὶς θελήσας τε καὶ φθεγξάμενος ἐποίησεν: ᾧ παραυτίκα π

 [11] καὶ οὕτως αὐτῷ παρίστατο ἕτερος. ἕτερον δὲ λέγων οὐ δύο θεοὺς λέγω, ἀλλ' ὡς φῶς ἐκ φωτὸς ἢ ὡς ὕδωρ ἐκ πηγῆς ἢ ὡς ἀκτῖνα ἀπὸ ἡλίου. δύναμις γὰρ μί

 [12] ἐν τούτοις τοίνυν πολιτευόμενος ὁ Λόγος ἐφθέγγετο περὶ ἑαυτοῦ. ἤδη γὰρ αὐτὸς ἑαυτοῦ κῆρυξ ἐγίνετο δεικνύων μέλλοντα Λόγον φαίνεσθαι ἐν ἀνθρώποις.

 [13] ἴδωμεν οὖν τὰ γεγραμμένα. ὅτι μὲν ἐμφανὴς ὁ Λόγος ἐσόμενος ἐκηρύσσετο, καὶ Ἱερεμίας λέγει, Τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν Λόγον αὐτο

 [14] ταῦτα μὲν οὖν, ἀδελφοί, σημαίνουσιν ἡμῖν αἱ γραφαί. ταύτην τὴν οἰκονομίαν παραδίδωσιν ἡμῖν καὶ ὁ μακάριος Ἰωάννης ἐν εὐαγγελίῳ μαρτυρῶν, καὶ τοῦτ

 [15] ἀλλ' ἐρεῖ μοί τις, Ξένον μοι φέρεις Λόγον λέγων Υἱόν. Ἰωάννης μὲν γὰρ λέγει Λόγον, ἀλλ' ἄλλως ἀλληγορεῖ. οὐκ ἄλλως ἀλληγορεῖ. οὕτως γὰρ δεικνύων

 [16] καὶ ταύτας μὲν περὶ σαρκώσεως τοῦ Λόγου μαρτυρίας [.......]: ἔστιν δὲ καὶ ἕτερα πλεῖστα. ἴδωμεν δὲ καὶ τὸ προκείμενον, ὅτι ὄντως, ἀδελφοί, ἡ δύνα

 [17] αὐτάρκεις αὗται αἱ μαρτυρίαι πιστοῖς ἀλήθειαν ἀσκοῦσιν: οἱ δὲ ἄπιστοι οὐδενὶ πιστεύουσιν. καὶ γὰρ τὸ πνεῦμα πανάγιον ἐκ προσώπου τῶν ἀποστόλων δι

 [18] οὕτως οὖν καὶ τὰ ἀνθρώπινα ἑαυτοῦ οὐκ ἀπαναίνεται ἐνδεικνύμενος Θεὸς ὤν, ὅτε πεινᾷ καὶ κοπιᾷ καὶ κάμνων διψᾷ καὶ δειλιῶν φεύγει καὶ προσευχόμενος

16. And these indeed are testimonies bearing on the incarnation of the Word; and there are also very many others. But let us also look at the subject in hand,—namely, the question, brethren, that in reality the Father’s power, which is the Word, came down from heaven, and not the Father Himself. For thus He speaks: “I came forth from the Father, and am come.”87    John xvi. 28. Now what subject is meant in this sentence, “I came forth from the Father,”88    Reading ἐξῆλθον. The Latin interpreter seems to read ἐξελθόν = what is this that came forth. but just the Word? And what is it that is begotten of Him, but just the Spirit,89    πνεῦμα. The divine in Christ is thus designated in the Ante-Nicene Fathers generally. See Grotius on Mark ii. 8; and for a full history of the term in this use, Dorner’s Person of Christ, i. p. 390, etc. (Clark). that is to say, the Word? But you will say to me, How is He begotten? In your own case you can give no explanation of the way in which you were begotten, although you see every day the cause according to man; neither can you tell with accuracy the economy in His case.90    την περὶ τοῦτον οἰκονομιαν. For you have it not in your power to acquaint yourself with the practised and indescribable art91    τὴν τοῦ δημιουργήσαντος ἔμπειρον καὶ ἀνεκδιήγητου τέχνην. (method) of the Maker, but only to see, and understand, and believe that man is God’s work. Moreover, you are asking an account of the generation of the Word, whom God the Father in His good pleasure begat as He willed. Is it not enough for you to learn that God made the world, but do you also venture to ask whence He made it? Is it not enough for you to learn that the Son of God has been manifested to you for salvation if you believe, but do you also inquire curiously how He was begotten after the Spirit? No more than two,92    i.e., Matthew and Luke in their Gospels. in sooth, have been put in trust to give the account of His generation after the flesh; and are you then so bold as to seek the account (of His generation) after the Spirit, which the Father keeps with Himself, intending to reveal it then to the holy ones and those worthy of seeing His face? Rest satisfied with the word spoken by Christ, viz., “That which is born of the Spirit is spirit,”93    John iii. 6. just as, speaking by the prophet of the generation of the Word, He shows the fact that He is begotten, but reserves the question of the manner and means, to reveal it only in the time determined by Himself. For He speaks thus: “From the womb, before the morning star, I have begotten Thee.”94    Ps. cx. 3.

[16] καὶ ταύτας μὲν περὶ σαρκώσεως τοῦ Λόγου μαρτυρίας [.......]: ἔστιν δὲ καὶ ἕτερα πλεῖστα. ἴδωμεν δὲ καὶ τὸ προκείμενον, ὅτι ὄντως, ἀδελφοί, ἡ δύναμις ἡ πατρῴα, ὅ ἐστιν Λόγος, ἀπ' οὐρανοῦ κατῆλθεν καὶ οὐκ αὐτὸς ὁ Πατήρ. λέγει γὰρ οὕτως, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. τί δέ ἐστιν τὸ Ἐξῆλθον ἐκ τοῦ Πατρός, ἀλλ' ἢ Λόγος; τί δὲ τὸ ἐξ αὐτοῦ γεννηθὲν ἀλλ' ἢ πνεῦμα, τοῦτ' ἐστὶν ὁ Λόγος; ἀλλ' ἐρεῖς μοι, Πῶς γεγέννηται; τὴν μὲν κατὰ σὲ διήγησιν, ὡς γεγέννησαι, οὐ δύνῃ ἐξειπεῖν, καίτοι ἑκάστης ἡμέρας ὁρῶν τὴν κατὰ ἄνθρωπον αἰτίαν, καὶ τὴν περὶ τοῦτον οἰκονομίαν ἀκριβῶς ἐξειπεῖν οὐ δύνασαι. οὐ γὰρ πάρεστίν σοι γιγνώσκειν τὴν τοῦ δημιουργήσαντος ἔμπειρον καὶ ἀνεκδιήγητον τέχνην, ἀλλ' ἢ μόνον ὁρῶντα νοεῖν καὶ πιστεύειν ὅτι ἔργον Θεοῦ ἄνθρωπος: περὶ δὲ Λόγου γένεσιν ζητεῖς, ὅνπερ βουληθεὶς ὁ Θεὸς Πατὴρ ἐγέννησεν ὡς ἠθέλησεν. οὐ γὰρ αὔταρκές σοί ἐστιν μαθεῖν ὅτι κόσμον ὁ Θεὸς ἐποίησεν; ἀλλὰ καὶ πόθεν ἐποίησεν τολμᾷς ἐπιζητεῖν; ἢ οὐκ αὔταρκές σοί ἐστιν μαθεῖν ὅτι Υἱὸς Θεοῦ σοι ἐφανερώθη εἰς σωτηρίαν, ἐὰν πιστεύσῃς; ἀλλὰ καὶ πῶς ἐγεννήθη κατὰ πνεῦμα πολυπραγμονεῖς; καὶ τὴν μὲν κατὰ σάρκα γέννησιν αὐτοῦ οὐ πλείονες ἐπιστεύθησαν διηγήσασθαι πλὴν δύο, καὶ σὺ τολμᾷς ἐπιζητεῖν τὴν κατὰ πνεῦμα διήγησιν, ἣν παρ' ἑαυτῷ φυλάττει Πατὴρ ἀποκαλύπτειν μέλλων τότε ⌊τοῖς⌋ ἁγίοις καὶ ἀξίοις ἰδεῖν τὸ πρόσωπον αὐτοῦ. αὔταρκές σοι ἤτω τὸ εἰρημένον ὑπὸ τοῦ Χριστοῦ ὅτι τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. καθὼς διὰ τοῦ προφήτου τὴν τοῦ Λόγου γέννησιν σημαίνων ὅτι γεγέννηται, τὸ δὲ πῶς φυλάσσει καιρῷ ὡρισμένῳ παρ' αὐτῷ μέλλων ἀποκαλύπτειν: λέγει δὲ οὕτως, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε.