Ὁμιλία Ἱ[π]πολύτου ἀρχιεπισκόπου Ῥώμης καὶ μάρτυρος εἰς τὴν αἵρεσιν Νοητοῦ τινος.

 [1] Ἕτεροί τινες ἑτέραν διδασκαλίαν παρεισάγουσιν γενόμενοί τινος Νοητοῦ μαθηταί: ὃς τὸ μὲν γένος ἦν Σμυρναῖος, οὐ πολλοῦ χρόνου γενόμενος. οὗτος φυσι

 [2] οἳ καὶ δεῖξαι βούλονται σύστασιν τῷ δόγματι λέγοντες, Εἶπεν ἐν νόμῳ, Ἐγὼ εἰμὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν: οὐκ ἔσονται ὑμῖν θεοὶ ἕτεροι πλὴν ἐμοῦ. καὶ

 [3] καὶ ταῦτα βούλονται οὕτω διηγεῖσθαι καὶ αὐτοὶ μονόκωλα, χρώμενοι ὃν τρόπον εἶπεν Θεόδοτος ἄνθρωπον συνιστᾶν φιλὸν βουλόμενος. ἀλλ' οὔτε ἐκεῖνοί τι

 [4] ἴδωμεν, ὡς εἶπον, τὴν αὐτοῦ ἀνατροπήν, εἶθ' οὕτως τὴν ἀλήθειαν διηγησώμεθα. φησὶν γάρ, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ καὶ

 [5] ἀλλὰ τί μοι, φησίν, λέγει ἐν ἑτέρῳ, Οὗτος ὁ Θεός: οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν καλῶς εἶπεν. πρὸς γὰρ τὸν Πατέρα τίς λογισθήσεται ὃ δὲ λέγει

 [6] ὃ δὲ λέγει ὁ ἀπόστολος, Ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, καλῶς διηγεῖται καὶ λαμπρὸν

 [7] ἐὰν δὲ λέγῃ, Αὐτὸς εἶπεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμέν, ἐπιστανέτω τὸν νοῦν καὶ μανθανέτω ὅτι οὐκ εἶπεν ὅτι ἐγὼ καὶ ὁ Πατὴρ ἐν εἰμί, ἀλλ' ἓν ἐσμέν. τὸ

 [8] πολλὰ δὲ καὶ ἕτερα, μᾶλλον δὲ πάντα ἐστὶ μαρτυροῦντα τῇ ἀληθείᾳ. ἀνάγκην οὖν ἔχει καὶ μὴ θέλων ὁμολογεῖν Πατέρα Θεὸν παντοκράτορα καὶ Χριστὸν Ἰησο

 [9] εἷς Θεός, ὃν οὐκ ἄλλοθεν ἐπιγινώσκομεν, ἀδελφοί, ἢ τῶν ἁγίων γραφῶν. ὃν γὰρ τρόπον ἐάν τις βουληθῇ τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἀσκεῖν, οὐκ ἄλλως

 [10] Θεὸς μόνος ὑπάρχων καὶ μηδὲν ἔχων ἑαυτῷ σύνχρονον, ἐβουλήθη κόσμον κτίσαι. ὃν κόσμον ἐννοηθεὶς θελήσας τε καὶ φθεγξάμενος ἐποίησεν: ᾧ παραυτίκα π

 [11] καὶ οὕτως αὐτῷ παρίστατο ἕτερος. ἕτερον δὲ λέγων οὐ δύο θεοὺς λέγω, ἀλλ' ὡς φῶς ἐκ φωτὸς ἢ ὡς ὕδωρ ἐκ πηγῆς ἢ ὡς ἀκτῖνα ἀπὸ ἡλίου. δύναμις γὰρ μί

 [12] ἐν τούτοις τοίνυν πολιτευόμενος ὁ Λόγος ἐφθέγγετο περὶ ἑαυτοῦ. ἤδη γὰρ αὐτὸς ἑαυτοῦ κῆρυξ ἐγίνετο δεικνύων μέλλοντα Λόγον φαίνεσθαι ἐν ἀνθρώποις.

 [13] ἴδωμεν οὖν τὰ γεγραμμένα. ὅτι μὲν ἐμφανὴς ὁ Λόγος ἐσόμενος ἐκηρύσσετο, καὶ Ἱερεμίας λέγει, Τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν Λόγον αὐτο

 [14] ταῦτα μὲν οὖν, ἀδελφοί, σημαίνουσιν ἡμῖν αἱ γραφαί. ταύτην τὴν οἰκονομίαν παραδίδωσιν ἡμῖν καὶ ὁ μακάριος Ἰωάννης ἐν εὐαγγελίῳ μαρτυρῶν, καὶ τοῦτ

 [15] ἀλλ' ἐρεῖ μοί τις, Ξένον μοι φέρεις Λόγον λέγων Υἱόν. Ἰωάννης μὲν γὰρ λέγει Λόγον, ἀλλ' ἄλλως ἀλληγορεῖ. οὐκ ἄλλως ἀλληγορεῖ. οὕτως γὰρ δεικνύων

 [16] καὶ ταύτας μὲν περὶ σαρκώσεως τοῦ Λόγου μαρτυρίας [.......]: ἔστιν δὲ καὶ ἕτερα πλεῖστα. ἴδωμεν δὲ καὶ τὸ προκείμενον, ὅτι ὄντως, ἀδελφοί, ἡ δύνα

 [17] αὐτάρκεις αὗται αἱ μαρτυρίαι πιστοῖς ἀλήθειαν ἀσκοῦσιν: οἱ δὲ ἄπιστοι οὐδενὶ πιστεύουσιν. καὶ γὰρ τὸ πνεῦμα πανάγιον ἐκ προσώπου τῶν ἀποστόλων δι

 [18] οὕτως οὖν καὶ τὰ ἀνθρώπινα ἑαυτοῦ οὐκ ἀπαναίνεται ἐνδεικνύμενος Θεὸς ὤν, ὅτε πεινᾷ καὶ κοπιᾷ καὶ κάμνων διψᾷ καὶ δειλιῶν φεύγει καὶ προσευχόμενος

8. Many other passages, or rather all of them, attest the truth. A man, therefore, even though he will it not, is compelled to acknowledge God the Father Almighty, and Christ Jesus the Son of God, who, being God, became man, to whom also the Father made all things subject, Himself excepted, and the Holy Spirit; and that these, therefore, are three. But if he desires to learn how it is shown still that there is one God, let him know that His power46    δύναμις. is one.  As far as regards the power, therefore, God is one. But as far as regards the economy there is a threefold manifestation, as shall be proved afterwards when we give account of the true doctrine. In these things, however, which are thus set forth by us, we are at one. For there is one God in whom we must believe, but unoriginated, impassible, immortal, doing all things as He wills, in the way He wills, and when He wills. What, then, will this Noetus, who knows47    There is perhaps a play on the words here—Νόητος μὴ νοῶν. nothing of the truth, dare to say to these things? And now, as Noetus has been confuted, let us turn to the exhibition of the truth itself, that we may establish the truth, against which all these mighty heresies48    i.e., the other thirty-one heresies, which Hippolytus had already attacked. From these words it is apparent also that this treatise was the closing portion of a book against the heresies (Fabricius). have arisen without being able to state anything to the purpose.

[8] πολλὰ δὲ καὶ ἕτερα, μᾶλλον δὲ πάντα ἐστὶ μαρτυροῦντα τῇ ἀληθείᾳ. ἀνάγκην οὖν ἔχει καὶ μὴ θέλων ὁμολογεῖν Πατέρα Θεὸν παντοκράτορα καὶ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ Θεὸν ἄνθρωπον γενόμενον: ᾧ πάντα Πατὴρ ὑπέταξε παρεκτὸς ἑαυτοῦ καὶ πνεύματος ἁγίου: καὶ ταῦτ' εἶναι ὄντως τρία. εἰ δὲ βούλεται μαθεῖν πῶς εἷς Θεὸς ἀποδείκνυται, γιγνωσκέτω ὅτι μία δύναμις τούτου: καὶ ὅσον μὲν κατὰ τὴν δύναμιν εἷς ἐστιν Θεός, ὅσον δὲ κατὰ τὴν οἰκονομίαν τριχὴς ἡ ἐπίδειξις, ὡς ὕστερον ἀποδειχθήσεται ἀποδιδόντων ἡμῶν περὶ ἀληθείας λόγον. ταῦτα μὲν οὖν, ἀδελφοί, δείκνυται ἡμῖν συμφώνως εἰρημένα: εἷς γὰρ Θεός ἐστιν, ᾧ δεῖ πιστεύειν, ἀλλ' ἀγένητος ἀπαθὴς ἀθάνατος, πάντα ποιῶν ὡς θέλει, καθὼς θέλει, ὅτε Θέλει. τί οὖν πρὸς ταῦτα τολμήσει Νοητὸς μὴ νοῶν τὴν ἀλήθειαν; ἐπειδὴ οὖν ἤδη καὶ ὁ Νοητὸς ἀνατέτραπται, ἔλθωμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν, ἵνα συστήσωμεν τὴν ἀλήθειαν καθ' ἧς πᾶσαι τοσαῦται αἱρέσεις γεγένηνται μηδὲν δυνάμεναι εἰπεῖν.