περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ Γιεζῆ φοβηθέντες τὸ παράδειγμα τοῦ διὰ τὴν φιλαργυρίαν αἰωνίᾳ λέπρᾳ παραδοθέντος, φυλαξώ μεθα συναθροίζειν ἑαυτοῖς τοῦ βίου τὰ χρήματα, ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ εἴχομεν. Ἔτι γε μὴν τὴν τοῦ Ἰούδα λογιζόμενοι δι' ἀγχόνης τελευτὴν, φοβηθῶμέν τι ποτὲ ἀπὸ πάντων ὧν ἀποτασσόμενοι κατεφρονήσαμεν. Ἐπὶ πᾶσι τούτοις πρὸ ὀφθαλμῶν ἔχοντες ἀεὶ τὸ τοῦ θανάτου ἄδηλον, μή ποτε ἐν ὥρᾳ ᾗ οὐ προσδοκῶμεν ἔλθῃ ὁ Κύριος, καὶ εὑρήσῃ τὸ ἡμέτερον συνειδὸς τῇ φιλαργυρίᾳ ἐσπιλωμένον, καὶ ἐρεῖ ἡμῖν ὅπερ ἐν τῷ Εὐαγ γελίῳ ἐῤῥέθη τῷ πλουσίῳ ἐκείνῳ· «Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοί μασας τίνι ἔσται;» Τέταρτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, ὅπως σὺν Θεῷ τὸν τούτου θανατηφόρον ἰὸν ἐκ τοῦ βάθους τῆς ἡμετέρας ψυχῆς ἐκκόψωμεν. Τούτου γὰρ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ ἐναποκειμένου, καὶ τὸν ὀφθαλμὸν τῆς διανοίας ἐκτυφλοῦντος ταῖς σκοτειναῖς ταραχαῖς, οὔτε διάκρισιν τῶν συμφερόν των κτήσασθαι δυνάμεθα, οὔτε πνευματικῆς γνώ σεως εὑρεῖν κατάληψιν, οὔτε τῆς ὄντως ζωῆς γε νέσθαι μέτοχοι, οὔτε τῆς θεωρίας τοῦ θείου καὶ ἀλη θινοῦ φωτὸς δεκτικὸς ὁ ἡμέτερος νοῦς γενήσεται· «Ἐταράχθη» γὰρ, φησὶν, «ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,» οὔτε δὲ σοφίας μέτοχοι γενησόμεθα, κἂν μά λιστα σοφοὶ ταῖς ἐπινοίαις λογιζώμεθα· ἐπειδὴ γέ γραπται, ὅτι «Θυμὸς ἐν κόλπῳ ἀφρόνων αὐλισθήσε ται.» Ἀλλ' οὐδὲ τὰς σωτηριώδεις ἀκτῖνας τῆς δια κρίσεως κτήσασθαι δυνάμεθα, εἰ καὶ τὰ μάλιστα 28.889 φρόνιμοι τοῖς ἀνθρώποις νομιζόμεθα· γέγραπται γὰρ, ὅτι «Ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν·» οὔτε τὰς δικαιοσύνης κυβερνήσεις νηφαλίᾳ καρδίᾳ ἐπ έχειν ἰσχύομεν· γέγραπται γὰρ, ὅτι «Ἀνδρὸς ὀργὴ δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται·» οὔτε δὲ τὴν ἐπαινουμένην παρὰ πάντων κοσμιότητα καὶ εὐσχη μοσύνην κτήσασθαι δυνάμεθα· ἐπειδὴ γέγραπται· «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Ὁ τοίνυν βουλό-μενος πρὸς τελείωσιν ἐλθεῖν, καὶ ἐπιθυμῶν τὸν πνευματικὸν ἀγῶνα νομίμως ἀγωνίσασθαι, ἀπὸ παντὸς ἐλαττώματος ὀργῆς τε καὶ θυμοῦ ἀλλότριος ἔστω, καὶ ἀκουέτω τί αὐτὸ τὸ σκεῦος τῆς ἐκλογῆς παραγγέλλει λέγων· «Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ἡμῶν σὺν πάσῃ κακίᾳ.» Ὅταν δὲ εἴπῃ πᾶσαν, οὐ δεμίαν πρόφασιν θυμοῦ ὡς ἀναγκαίαν ἢ ὡς εὔλογον ἡμῖν καταλέλοιπεν. Ὁ τοίνυν πλημμελοῦντα τὸν ἀδελφὸν βουλόμενος διορθώσασθαι ἢ ἐπιτιμίαν παρ έχειν, σπουδαζέτω ἑαυτὸν ἀτάραχον φυλάττειν, μή πο τε, ἄλλον θεραπεῦσαι βουλόμενος, ἑαυτῷ τὴν νόσον ἐπι σπάσηται, καὶ ῥηθήσεται αὐτῷ τὸ εὐαγγελικὸν ἐκεῖνο· «Ἰατρὲ, θεράπευσον σεαυτόν·» καὶ πάλιν· «Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; ἢ ποίῳ τρόπῳ ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, ὅστις τὴν δοκὸν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ ἔχεις, ἐπικαλύπτουσαν αὐτόν; Ἐξ οἵας γὰρ δήποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις, ὑπερζέσασα, τυφλοῖ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ οὐκ ἐᾷ αὐτὸν θεάσασθαι τὸν ἥλιον τῆς δικαιοσύνης. Ὥσπερ γὰρ ὁ ἐπιθεὶς τοῖς ὀφθαλμοῖς χρυσᾶ μέταλλα ἢ μολίβδινα ἐπίσης ἐκώλυσε τὴν ὁρατικὴν δύναμιν, καὶ οὐδαμῶς διαφορὰν ἐποίησε τῆς τυφλότητος ἡ τοῦ χρυσοῦ μετάλλου τιμιότης· οὕτως ἐξ οἵας δή ποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις ἐξαφθεῖσα τὴν ὁρα τικὴν δύναμιν τῆς ψυχῆς σκοτίζει. Τότε μόνον κατὰ φύσιν κεχρήμεθα τῷ θυμῷ, ὅταν πρὸς τοὺς ἐμπα θεῖς καὶ φιληδόνους λογισμοὺς τοῦτον κινήσωμεν. Οὕτω γὰρ ἡμᾶς καὶ ὁ προφήτης ∆αυῒδ ἐκδιδάσκει φάσκων· «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε·» τουτ έστι, κατὰ τῶν ἰδίων παθῶν τὴν ὀργὴν κινεῖτε, καὶ κατὰ τῶν πονηρῶν λογισμῶν, καὶ μὴ διὰ τοῦ πράτ τειν τὰ ὑποβαλλόμενα ὑπ' αὐτῶν ἁμαρτάνετε· καὶ ταύτην σαφῶς τὴν ἔννοιαν δηλοῖ τὸ ἐπαγόμενον· «Ἃ λέγετε, φησὶν, ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν
15