τῆς μεγάλης βουλῆς ἄγγελος. [Τοῖς ἀγαθοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Θεός. Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέ λημα τοῦ Πατρὸς, ἐν αὐτοῖς, τοῖς ἐν τῇ γῇ τοῦ Θεοῦ, ἤτοι τῇ Ἐκκλησίᾳ· ἤ τινων τῶν ἐν τῇ ἁγίᾳ γῇ, ἢ ὅτι, ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες, ἐν τῇ γῇ αὐτοῦ διατρίβουσι, κἂν ἐν ταύτῃ ὦσιν ἔτι τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ' εἶδος ἀρεταὶ, ἃς θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι τούτων ἐχόντων τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατ' ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἡ αὐτὴ ἀνδρεία ἀποστόλων καὶ μαρτύρων τῇ τῶν ἄλλως ἀνδριζομένων, οὐδὲ ἡ σωφροσύνη Ἰωσὴφ κατὰ τὰς ἑτέρων. Οὕτως δέ τις θαυμαστωθεὶς αἰσθάνεται τῆς ἰδίας ἀσθενείας, ὡς πολὺ τῆς θείας ἰσχύος καὶ τοῦ μεγέθους ἀπολιπόμε νος. Ὅταν γὰρ πληθυνθῶσιν αἱ ἀσθένειαι τῶν δικαίων, ταχύνουσι πρὸς τὸν Θεὸν μετανοοῦντες.] Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν· ὅτε εἰδωλολάτρουν. Μετὰ ταῦτα ἐτάχυναν. Κἂν ἠσθένουν, φησὶ, τὸ πρότερον ἐν ἁμαρτίαις ὄντες, ἀλλ' οὖν ἀκούσαντες τοῦ κηρύγματος, ὠκέως ὑπήκουσαν. Τοῦτο γάρ ἐστι τό· Ἐτάχυναν μετὰ ταῦτα, δηλονότι εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι. Οὐ μὴ συνάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰς συνάξω, τουτέστιν οὐ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, δι' αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας. Οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Οὐκέτι κλη θήσονται, φησὶν, εἰδωλολάτραι καὶ ἄθεοι, ἀλλὰ κλητοὶ καὶ ἐκλεκτοί. Πάλαι μὲν, φησὶν, ἐπαξίας τῶν πρά ξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομά των ἐκείνων, εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους κλητοὺς καὶ ἐκλεκτοὺς ὀνομάζων. 27.104 [Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὅτε εἰδωλολάτρουν. Εἰ καὶ πληθύνονται, οὐ παραμένουσι· μέχρι γὰρ αἰσθήσεως καὶ μόνον εἶχον παραμενούσας, διὰ τὸ ἰσχύειν τῷ ἐνδυναμοῦντι Χριστῷ. Ἢ τοὺς ἀποστόλους ἔοικε λέγειν, καὶ τοὺς δι' ἐκείνων πε πιστευκότας, ἐν οἷς καὶ διαφανῆ γέγονε τὰ θεῖα θαυμάσια, ὡς πάντα τετηρηκόσι τὰ θεῖα προστάγμα τα. Ἐπληθύνθησαν δὲ αὐτῶν αἱ ἀσθένειαι, ἢ ὡς ἑτέρως, τὰ διαπονήματα, πολλῶν ἐπαναστάντων δήμων, δημηγόρων, στρατηγῶν, βασιλέων, ὧν πάν των περιγενόμενοι, τὸν δρόμον ἐτέλεσαν· ἢ τὸ βραχὺ καὶ πρόσκαιρον τῶν θλίψεων, τὸν ἄπειρον αἰῶνα δείκνυσιν. Οὐ μὴ συναγωγάς. Ἐτάχυνον εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι· καθαροὺς εἶναι δεῖ ἀπὸ φόνων καὶ αἱμάτων τοὺς μέλλοντας συνάγεσθαι ὑπὸ Χριστοῦ. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰς συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας.] Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ πο τηρίου μου. κ.τ.λ. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁ Πατήρ μου εἰς κλῆρόν μοι καὶ μερίδα τὰ ἔθνη δεδώρηται, ᾧ καὶ γέγονα ὑπήκοος μέχρι θανάτου. Τὸ γὰρ ποτή ριον τὸν θάνατον σημαίνει, κατὰ τὸ εἰρημένον· Πά τερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. [Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Κληρονομίαν καλεῖ τὴν τῶν ἐθνῶν βασιλείαν. Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος ὁ Πατὴρ, ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου μερίς ἐστι, τουτέστι τοῦ θανάτου. Καὶ ἡ Ἐκκλησία ἐκληρονόμησε τὸν Πατέρα, κατορθώσασα τὰς ἐντολὰς αὐτοῦ· καὶ αὐ τὸς ὁ θάνατος ὁ ἐμὸς ἐκληρονόμησε τὸν Πατέρα κατὰ τὸν λέγοντα· Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ.] Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι. Τοὺς δεσμοὺς τῆς ἀγάπης φησὶν, οὓς ἔσχεν πρὸς τὴν Ἐκκλησίαν, ἥτις καὶ κρατίστη ἐστὶ, τουτέστιν ἀρέσκουσα αὐτῷ. Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με. Τούτου ἡ ἑρμηνεία κεῖται ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ νεφροὺς ὀνομάζειν τοὺς κεκρυμμένους καὶ ἐν βάθει λογισμούς· νύκτα δὲ τὸ ἀφανές.
15