προσήκουσαν καταχωρεῖν εἰθίσμεθα, πολλοῦ γε καὶ δεῖ· καταλογιζόμεθα δὲ καὶ ἑαυτοὺς ἐν τέκνοις τοῦ Ἀβραάμ. Ἡμεῖς γάρ ἐσμεν οἱ κατ' ἐπαγγελίαν υἱοί, καὶ ἀναπείσει γράφων ὁ Παῦλος· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἀβραὰμπάντως τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Πλεῖστα μὲν οὖν ὅσα τοῖς εἰρημένοις ἐπενεγκεῖν περί τε τῆς εὐαγοῦς ἡμῶν θρησκείας καὶ ἀμωμήτου δόξης ἣν ἐπὶ τῷ πάντων κρατοῦντι Θεῷ πεποιήμεθα, χαλεπὸν οὐδέν. Ἐπειδὴ δὲ καὶ ὅροις τοῖς καθήκουσι τῶν θεωρημάτων ἕκαστα ἀπονέμειν ἡμᾶς ὁ λόγος ἀναπείθει τῆς εὐτεχνίας, ἐκεῖνα τέως παρεὶς τετράψομαι μᾶλλον ἐπί γε τὸ δεῖν εἰπεῖν τὰ Ἑλλήνων, πολυπραγμονῆσαί τε τὰ παρ' αὐτοῖς καὶ τῆς ἑκάστου δόξης ἀκριβῆ ποιεῖσθαι τὴν βάσανον. 1.35 Ὀρφέα μὲν οὖν τὸν Οἰάγρου δεισιδαιμονέστατόν φασι γενέσθαι τῶν ἄλλων καὶ φθάσαι μὲν τὴν Ὁμήρου ποίησιν, ἅτε δὴ καὶ ἐν χρόνοις ὄντα πρεσβύτερον, ᾠδὰς δὲ καὶ ὕμνους τοῖς ψευδωνύμοις ἐξυφῆναι θεοῖς καὶ οὐκ ἀθαύμαστον ἐπὶ τούτῳ τὴν δόξαν ἑλεῖν, εἶτα τῶν ἑαυτοῦ δογμάτων κατεγνωκότα, συνέντα τε ὅτι μονονουχὶ τὴν ἁμαξιτὸν ἀφεὶς ἐν ἐκβολῇ γέγονε τῆς εὐθείας ὁδοῦ μεταφοιτῆσαι πρὸς τὰ βελτίω καὶ τοῦ ψεύδους ἀνθελέσθαι τὴν ἀλήθειαν, φάναι τε οὕτω περὶ Θεοῦ· Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι Πάντες ὅμως· σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης Μουσαῖ'· ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. Εἰς δὲ λόγον θεῖον βλέψας, τούτῳ προσέδρευε, Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ δ' ἐπίβαινε Ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα· Εἷς ἐστ' αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται, Ἐν δ' αὐτὸς αὐτοῖς περιγίνεται· οὐδέ τις αὐτὸν Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Καὶ μεθ' ἕτερα πάλιν· Αὐτὸς γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται Χρυσέῳ εἰνὶ θρόνῳ, γαίῃ δ' ἐπὶ ποσσὶ βέβηκε· Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρά, Καὶ ποταμοί, πολιῆς τε βάθος χαροποῖο θαλάσσης. Ἕνα τοίνυν, καὶ τοῦτον αὐτογέννητον, διὰ πάντων καὶ ἐπὶ πάντας ὀνομάζει Θεόν, καὶ θρόνον μὲν αὐτῷ φησιν εἶναι τὸν οὐρανόν, κεῖσθαί γε μὴν ὑπὸ πόδας τὴν γῆν, τὸ ἀπεριόριστον, οἶμαι, τούτῳ τῆς ἀκηράτου φύσεως κατασημῆναι θέλων, καὶ τὸ διὰ πάντων ἥκειν αὐτὴν καὶ πάντα πληροῦν· ὅτι δὲ τοῦ παντὸς περιδράττεται ὑπεμφήνειεν ἂν τὸ καὶ αὐτοῖς τοῖς τοῦ Ὠκεανοῦ τέρμασι περιτετάσθαι τὴν χεῖρα, τρεμόντων καὶ ὀρῶν καὶ θαλάσσης καὶ ἁπαξαπλῶς τοῦ κόσμου παντός. Ὡς γάρ φησιν ἡ θεόπνευστος Γραφή· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει. Τὰ μὲν οὖν Ὀρφέως ἐν τούτοις. 1.36 Ὅμηρον δὲ τῶν ποιητῶν ἄριστον φαίη ἄν, οἶμαι, τὶς ὀλίγα διενεγκεῖν τῶν ἐν σκηναῖς ὀρχουμένων· τοὺς μὲν γάρ φασιν οἱ φιλοθεάμονες, σχήμασί τε καὶ νεύμασι τὰς τῶν πραγμάτων φύσεις εἰδοποιεῖν εἰωθότας, αὐτὰ δοκεῖν τοῖς ὁρῶσι μονονουχὶ παρόντα δεικνύειν τὰ πράγματα· ὁ δὲ μεμελέτηκε θεοποιεῖν ἀρετὰς καὶ κακίας, καὶ τὰ τοῦ κόσμου μέρη, καὶ αὐτὴν δὲ τῶν στοιχείων τὴν φύσιν. Καὶ γοῦν ἀντενηνέχθαι τοὺς θεοὺς ἀλλήλοις φησὶν ἐν Ἰλίῳ ποτέ, καὶ τίνες τίσιν οἱ ἀντεξάγοντες διαγορεύει σαφῶς· Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα· Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο· Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς· Ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης. Ἄθρει δὴ οὖν ἐν τούτοις, καὶ μάλα σαφῶς, τὰς ἀρετὰς αὐτὸν ταῖς κακίαις ἀντεγειρομένας τρόπον τινὰ καταδεῖξαι σπουδάζοντα. Ἄρεα μὲν γὰρ ὡς ἄφρονά τε καὶ μεμηνότα, καὶ πρός γε τούτῳ καὶ ἀλλοπρόσαλλον ἀποκαλεῖν ἔθος τοῖς Ἑλλήνων ποιηταῖς, Ἀθηνᾶν δὲ κερδίστην τε καὶ