ὁσίων ὄντων· τοὺς δὲ ἀπὸ Ἀδὰμ πολυχρονίως ἀποκεκλεισμένους, μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ἡσαΐας ὁ προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν· οὐκ ἤθελες ἵνα βασιλεὺς κατελθὼν λυτρώσηται τὸν κήρυκα; ∆αβὶδ ἦν ἐκεῖ καὶ Σαμουὴλ, καὶ πάντες οἱ προφῆται καὶ αὐτὸς Ἰωάννης ὁ λέγων διὰ τῶν ἀποσταλέντων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Οὐκ ἤθελες, ἵνα καταβὰς λυτρώσηται τοὺς τοιούτους; 4.12 ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ. Ἀλλ' ὁ καταβὰς εἰς τὰ καταχθόνια, πάλιν ἀνῆλθε καὶ ὁ ταφεὶς Ἰησοῦς πάλιν ἀνέστη τὸ τριήμερον ἀληθῶς. Κἂν ποτέ σε διασύρωσιν Ἰουδαῖοι, ταχέως ἀπάντησον οὕτως ἐρωτήσας· Ἰωνᾶς τριήμερος ἀπὸ κήτους ἐξῆλθε, καὶ Χριστὸς τριήμερος ἀπὸ γῆς ἆρα οὐκ ἐγήγερται; Τῶν ὀστέων Ἐλισσαίου νεκρὸς ἁψάμενος ἐγήγερται· καὶ ὁ τῶν ἀνθρώπων ποιητὴς, δυνάμει Πατρὸς ἆρ' οὐχὶ μᾶλλον εὐκοπώτερον ἐγείρεται; Ἀνέστη τοίνυν ἀληθῶς· καὶ ἀναστὰς πάλιν ὤφθη τοῖς μαθηταῖς. Καὶ μάρτυρες αὐτοῦ τῆς ἀναστάσεως μαθηταὶ δώδεκα, οὐ λόγοις κεχαρισμένοις μαρτυρήσαντες, ἀλλὰ μέχρι βασάνων καὶ θανάτων περὶ τῆς ἀληθοῦς ἀναστάσεως ἀγωνισάμενοι. Εἶτα, ἐπὶ στόματος μὲν δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα κατὰ τὴν γραφήν· δώδεκα δὲ τῇ ἀναστάσει τοῦ Χριστοῦ μαρτυροῦσι, καὶ ἆρα ἔτι πρὸς τὴν ἀνάστασιν ἀπιστεῖς; 4.13 ΠΕΡΙ ΑΝΑΛΗΨΕΩΣ. Τὸν δρόμον δὲ τῆς ὑπομονῆς τελέσας Ἰησοῦς, καὶ λυτρωσάμενος τοὺς ἀνθρώπους τῶν ἁμαρτιῶν, ἀνέβη πάλιν εἰς τοὺς οὐρανοὺς, νεφέλης αὐτὸν ὑπολαβούσης. Καὶ ἄγγελοι μὲν ἀνιόντι παρειστήκεισαν, ἀπόστολοι δὲ ἐθεώρουν. Εἰ δέ τις τοῖς λεγομένοις ἀπιστεῖ, αὐτῇ πιστευέτω τῇ δυνάμει τῶν νῦν βλεπομένων. Πάντες οἱ βασιλεῖς τελευτῶντες, συναποσβεννύουσι τῇ ζωῇ καὶ τὴν δύναμιν· Χριστὸς δὲ σταυρωθεὶς, ὑπὸ πάσης προσκυνεῖται τῆς οἰκουμένης. Τὸν ἐσταυρωμένον καταγγέλλομεν, καὶ τρέμουσι νῦν δαίμονες. Πολλοὶ κατὰ χρόνους ἐσταυρώθησαν· ἀλλὰ ποίου σταυρωθέντος ἐπίκλησις ἑτέρου ποτὲ τοὺς δαίμονας ἀπήλασεν; 4.14 Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγίζου· ἵνα οἱ δαίμονες τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες. Ποίει δὲ τοῦτο τὸ σημεῖον, ἐσθίων καὶ πίνων· καθήμενος, κοιταζόμενος, ἐξανιστάμενος, λαλῶν, περιπατῶν· ἁπαξαπλῶς ἐν παντὶ πράγματι. Ὁ γὰρ ἐνταῦθα σταυρωθεὶς, ἐν οὐρανοῖς ἐστιν ἄνω. Εἰ μὲν γὰρ σταυρωθεὶς καὶ ταφεὶς ἐναπέμεινε τῷ τάφῳ, εἴχομεν ἂν ἐπαισχύνεσθαι· νυνὶ δὲ ὁ ἐν τῷ Γολγοθᾷ τούτῳ σταυρωθεὶς, ἀπὸ τοῦ πρὸς ἀνατολὰς ὄρους τῶν Ἐλαιῶν ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Ἐντεῦθεν γὰρ εἰς ᾅδην καταβὰς, καὶ πάλιν ἀνελθὼν πρὸς ἡμᾶς, ἀφ' ἡμῶν ἀνῆλθε πάλιν εἰς τὸν οὐρανὸν, τοῦ Πατρὸς αὐτῷ προσφωνοῦντος καὶ λέγοντος· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 4.15 ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ. Οὗτος ὁ Ἰησοῦς ὁ ἀναβὰς Χριστὸς ἔρχεται πάλιν ἐξ οὐρανῶν, οὐκ ἀπὸ γῆς. Καὶ εἶπον, οὐκ ἀπὸ γῆς· ἐπειδὴ πολλοὶ μέλλουσιν ἀντίχριστοι νῦν ἀπὸ γῆς ἔρχεσθαι. Ἤδη γὰρ, καθὼς ἐθεώρησας, ἤρξαντο πολλοὶ λέγειν, ὅτι ἐγώ εἰμι ὁ Χριστός· καὶ μέλλει λοιπὸν ἔρχεσθαι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ψευδῆ Χριστοῦ προσηγορίαν ἑαυτῷ προστιθέναι. Σὺ δέ μοι τὸν ἀληθῆ Χριστὸν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, μηκέτι λοιπὸν ἀπὸ γῆς ἐρχόμενον, ἀλλ' ἐξ οὐρανῶν προσδόκα· ὑπὲρ ἅπασαν ἀστραπὴν καὶ λαμπηδόνα φωτὸς τοῖς πᾶσι φαινόμενον, ὑπ' ἀγγέλων δορυφορούμενον, ἵνα κρίνῃ ζῶντας καὶ νεκροὺς, καὶ βασιλεύοντα βασιλείαν οὐράνιον, αἰώνιον καὶ ἀτελεύτητον. Ἀσφαλίζου γάρ μοι καὶ ἐν τούτῳ, ἐπειδὴ πολλοί εἰσιν οἱ λέγοντες, τέλος εἶναι τῆς Χριστοῦ βασιλείας. 4.16 ΠΕΡΙ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Πίστευε καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ὀρθὴν ἔχε περὶ αὐτοῦ γνῶσιν· ἐπειδὴ πολλοί εἰσιν, οἱ ἀλλότριοι τοῦ ἁγίου Πνεύματος, οἱ τὰ δύσφημα περὶ αὐτοῦ διδάσκοντες. Σὺ δὲ μάνθανε ὅτι ἕν ἐστι τοῦτο τὸ ἅγιον Πνεῦμα, ἀδιαίρετον, πολυδύναμον· πολλὰ μὲν ἐνεργοῦν, αὐτὸ δὲ μὴ μεριζόμενον· τὸ γινῶσκον τὰ μυστήρια, τὸ ἐρευνῶν πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ· τὸ ἐπὶ τὸν Κύριον Ἰησοῦν