στιχθὲν ἐκπεφώνηται. (ῃερς. 84.) Τὸ δὲ κοῖλον σπέος ταυτόν ἐστι τῷ, σπέος ἠεροειδές. δῆλον γὰρ ὡς τὰ βαθέα ἐσκότωνται διὰ τὸ τοῦ ἀέρος μέλαν. Ὅρα δὲ τὸ ὀϊστεύσας εἰσαφίκοιτο ἀντὶ τοῦ φθάσοι ἕως ἐκεῖ τῇ βολῇ. καὶ ἔστιν ἐνταῦθα τὸ εἰσαφικέσθαι ταυτὸν τῷ καθικέσθαι, ὅ ἐστιν ἅψασθαι. (ῃερς. 85.) Τὴν δὲ Σκύλλαν Φόρκυνος θυγατέρα καὶ Ἑκάτης ὁ μῦθος λέγει, ἔχουσαν πρὸς ταῖς πλευραῖς σκύλακας, κατέχουσαν τὸν περὶ Σικελίαν πορθμόν. Ὅμηρος μέντοι Κράταιϊν ἐν τοῖς ἑξῆς μητέρα τῆς Σκύλλης δηλοῖ, ἐπάγων καὶ ἥ μιν τέκε πῆμα βροτοῖσιν. Εἰ δὲ καὶ Ὅμηρος Κράταιϊν λέγει αὐτὴν, ἀλλ' οἱ μάγοι Ἑκάτην, φασὶν, αὐτὴν καλοῦσιν. εἰσὶ δὲ οἳ Τρίτωνά φασιν εἶναι πατέρα τῇ Σκύλλῃ. Στησίχορος δὲ Λάμιαν αὐτῆς μητέρα ποιεῖ, ἣν δὴ Λάμιαν ὁ μῦθος μὲν δαιμόνιόν τι πλάττει, ὁ δὲ κωμικὸς καὶ λαγνείαν αὐτῆς ἐμφαίνει ἐν τῷ, Λαμίας ὄρχεις ἀπλύτους. Νίκανδρος δέ, φασιν, ὁ Κολοφώνιος ἐν γλώσσαις ἰχθύος αὐτὴν οἶδεν ὄνομα, καθὰ καὶ τὴν Σκύλλαν, εἰπὼν ὅτι ὁ καρχαρίας ἰχθὺς, καὶ λάμια καὶ σκύλλα καλεῖται. ὅτι δὲ Ὁμήρου ἓξ πλασαμένου κεφαλὰς τῇ Σκύλλῃ ἕτεροι τρικέφαλον αὐτὴν ἐμυθεύσαντο, δηλοῖ καὶ ὁ κωμικὸς Ἀναξίλας, ἔνθα τὰ τοιαῦτα μυθικὰ τέρατα εἰς κακοτρόπους ἑταίρας μετέλαβεν, εἰπών· ὅς τις ἀνθρώπων ἑταίραν ἠγάπησεν, οὐ γένος ἂν δύναιτο παρανομώτατον φράσαι. τί γὰρ ἢ δράκαιν' ἄμικτος ἢ Χίμαιρα πύρπνος, ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα ποντία κύων, Σφὶγξ, ὕδρα, λέαιν', ἔχιδνα. πτηνάθ' Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους. ἔστι δὲ σκοπεῖν ἀπ' ἀρχῆς καὶ ἑξῆς τὰ εἰς κατασκευὴν τῆς προτάσεως. Ἰστέον δὲ καὶ ὅτι ἐπιῤῥεπὴς ὁ μῦθος εἰς τὰ κυνώδη φάσματα, ὃς καὶ τὴν Ἑκάβην ἀπεκύνωσε. καὶ τὴν Ἑκάτην δὲ κυνὸς κεφαλὴν ἔχουσαν πλάττει. καὶ Καλλίμαχος οὖν ἐν ὑπομνήμασι τὴν Ἄρτεμιν ἐπιξενωθῆναι φησὶν Ἐφέσῳ υἱῷ Καΰστρου, ἐκβαλλομένην δὲ ὑπὸ τῆς γυναικὸς, τὸ μὲν πρῶτον μεταβαλεῖν αὐτὴν εἰς κύνα, εἶτ' αὖθις ἐλεήσασαν ἀποκαταστῆσαι εἰς ἄνθρωπον, καὶ αὐτὴν μὲν αἰσχυνθεῖσαν ἐπὶ τῷ συμβεβηκότι ἀπάγξασθαι, τὴν δὲ θεὸν περιθεῖσαν αὐτῇ τὸν οἰκεῖον κόσμον Ἑκάτην ὀνομάσαι. καὶ τοιάδε μὲν ταῦτα. ὅτι δὲ τὴν Σκύλλαν Ἡρακλῆς μὲν ἀνεῖλεν, ὁ δὲ μῦθος αὖθις ἐζώωσε καὶ ἀθάνατον κακὸν ἐποίησεν, οἶδε καὶ ὁ Λυκόφρων. ἡ δὲ ἀλληγορία τὴν Σκύλλαν ταύτην εἰς αὐθάδειαν μετάγει καὶ κυνώδη θρασύτητα, ἣ οὐδ' αὐτὴ κατὰ Ὀδυσσέως ἔσχε νεανιεύσασθαι. τῶν μέντοι φίλων τινὰς, ὡς εἰκὸς, ἐσίνατο, συντελεῖ δὲ τῇ τοιαύτῃ ἀλληγορίᾳ καὶ ὁ πατὴρ Φόρκυν, ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη. ἔτι δὲ καὶ τὸ τῆς μητρὸς Ἑκάτης ἢ ἁπλῶς κύνεον ἢ κατά τινας κυνοπρόσωπον. Τὸ δὲ λελακυῖα ἔχει μὲν ὁριστικὸν παρακείμενον καὶ διὰ τοῦ ˉη. λέληκε γὰρ, ὡς τὸ, δαιμονίη τί λέληκας. δηλοῖ δὲ φωνὴν ἄναρθρον, καθὰ καὶ τὸ λακεῖν, ὡς τὸ ὀστέα ἔλακεν, ἤτοι ποιὸν ἀπετέλεσαν ἦχον θραυσθέντα, εἰ καὶ ὁ κωμικὸς παίζων τραγικώτερον ἐπὶ φωνῆς ἐνάρθρου τὸ ῥῆμα τέθεικεν ἐν τῷ, τί δῆτα ὁ Φοῖβος ἔλακεν. Ἰωνικῶς δὲ ἡ λέξις τῷ ἄλφα προπαραλήγεται συσταλέντος τοῦ ˉη. ∆ωριεῖς μὲν γὰρ τὸ ἦτα εἰς ˉα μακρὸν τρέπουσιν, οἷον, 2.14 δῆμος δᾶμος, μὴν μὰν, Ἴωνες δὲ εἰς βραχὺ καταστρέφουσιν, οἷον, λεληκυῖα λελακυῖα, μεμηκυῖα, μεμακυῖα. οὕτως Ἀφθόνιος. Ἡρακλείδης δὲ ἐν οἷς λέγει τὸ δάκνω, ∆ωρίδι καὶ Ἰάδι πεποιῆσθαι διαλέκτῳ, ∆ωριεῖςμὲν γάρ, φησιν, ἐντιθέασι τῷ ˉυ, τὸ ˉν, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ ˉη διὰ τοῦ ἄλφα, ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα, μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. Τὸ δὲ δεινὸν πρόσκειται εἰς τὸ λελακυῖα, ἵνα μεγεθύνει κατ' ἔννοιαν τὸ τῆς λέξεως ταπεινόν. ἄλλως γὰρ κατὰ νεογιλὴν σκύλακα ἡ Σκύλλα ὑλακτεῖ, ὡς ὁ ποιητὴς δηλοῖ τὸ πέλωρ κακόν. (ῃερς. 86.) τὸ δὲ σκύλακος δοκεῖ καθ' ὑποκορισμὸν ἐσχηματίσθαι ὁμοίως τῷ, λίθακι ποτὶ πέτρῃ. ἀφῄρηται δὲ τοῦ ἑνὸς ˉλ, ὡς τῶν δύο τῇ Σκύλλῃ προσνενομημένων. Νεογιλὸν δὲ τὸ νεωστὶ γινόμενον. διὸ ἐτυμολογικῶς ἐῤῥέθη τὸ, φωνὴ ὅση σκύλακος νεογιλῆς γίνεται, ὅθεν καὶ ἐκτείνει τὴν παραλήγουσαν τὸ νεογιλῆς, ὁμοίως τῇ