τὴν ἄρχουσαν, τὰ δὲ λοιπὰ συστέλλει αὐτήν. (ῃερς. 432.) Τὸ δὲ, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθα καὶ τὰ ἑξῆς, παρῳδηθήσεταί ποτε προσφυῶς ἐπιτροπῇ τῇ εἰς ἄμυναν. (ῃερς. 439.) Τὸ δὲ, ἀγχίμολον ἦλθεν, ἐπιῤῥηματικῶς κεῖται, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ, (ῃερς. 502.) ἀγχίμολον ἦλθεν Ἀθήνη. (ῃερς. 442.) Τὸ δὲ, Μέδων πεπνυμένα εἰδὼς, αὐχηματικὴ σύστασίς ἐστιν, ὡς τοῦ ποιητοῦ πάνυ πεπνυμένως ἐνταῦθα μησαμένου ἤτοι βουλευτικῶς μεταχειρισαμένου τοὺς λόγους. πρῶτα μὲν γὰρ ἐκφοβεῖ διὰ τοῦ κήρυκος, εἶτα καὶ διὰ τοῦ Ἁλιθέρσου παραινεῖ· καὶ οὕτως ἀνύει ἀγαθὸν οὐ μικρόν. καὶ ἀντεπάγει πιθανῶς τῷ Ὀδυσσεῖ ἐχθροὺς, ὅσοις εἶχεν ἐκεῖνος ἀντιστῆναι ἀσφαλῶς μετὰ τῶν ἀμφ' αὐτόν. εὐτυχῶς ἄρα τῷ Ὀδυσσεῖ ἀφείθει ζῶν ὁ Μέδων, ἰδοὺ γὰρ τὰ μέγιστα τῷ περισωσαμένῳ συντελεῖ. ὁ μέντοι Φήμιος λαλεῖ οὐδὲν, ὅτι τε μὴ ἔχει κρεῖττόν τι ἐπινοήσασθαι εἰπεῖν, καὶ ἅμα τοῦ ποιητοῦ ἐκκλίνοντος οὕτω τὸ τῆς πλάσεως ὁμοειδὲς ἐν τῷ τὸν μὲν λαλεῖν, τὸν δὲ σιωπᾶν. (ῃερς. 445.) Τὸ δὲ, αὐτὸς ἐγὼν εἶδον θεὸν, παραφρασθήσεταί ποτε δεξιῶς ἐπὶ συνάρσει θείᾳ. (ῃερς. 452.) Ἐν δὲ τῷ, πρόσω καὶ ὀπίσσω, ἤγουν τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, σιωπήσας ὁ ποιητὴς τὸν ἐνεστῶτα δίδωσιν ἀφορμὴν, μὴ δοξάζειν ἐνεστῶτα χρόνον. ἄλλως μέντοι ἑτέρωθι καὶ τῶν τριῶν μέμνηται, ὡς καὶ ἐν τῷ, τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα. (ῃερς. 456.) Ποιμὴν δὲ λαῶν ὁ Μέντωρ ὡς ἔνδοξος ἐν Ἰθάκῃ, καθὰ καὶ Εὐρύμαχος καὶ Ἀντίνοος βασιλεῖς ἐῤῥέθησαν ἀλλαχοῦ τε καὶ ἐν τῷ, ἐπὶ δ' αἰνεῖτον βασιλῆες. (ῃερς. 465.) Τὸ δὲ, ἀλλ' Εὐπείθει πείθοντο, φανερῶς παρηχεῖ. δῆλον δὲ ὅτι βαρύνεται ὁ Εὐπείθης πρὸς διαστολὴν ἐπιθέτου τοῦ εὐπειθής· ὥς περ καὶ πολυφειδὴς μὲν ἐπιθετικῶς ὁ πολλὰ φειδόμενος, Πολυφείδης δὲ κύριον, ὡς ἐν τοῖς πρὸ τούτων εἴρηται. οὕτω δὲ κατὰ τοὺς παλαιοὺς καὶ Εὐμάθης μὲν κύριον, εὐμαθὴς δὲ τὸ ἐπίθετον· καὶ Εὐσθένης μὲν κύριον, εὐσθενὴς δὲ ὁ ῥωμαλέος· καὶ Ἄστηρ μὲν πόλις, ἀστὴρ δὲ ὁ κατ' οὐρανόν· καὶ Ἀφέτη μὲν νῆσος, ἀφετὴ δὲ ὀξυτόνως ἡ ἀπόλυτος· καὶ Βαῖος μὲν κύριον, οὗ χρῆσις προφέρεται ἀπὸ τοῦ τὴν Ἀλεξάνδραν γράψαντος ἤγουν τοῦ Λυκόφρονος· βαιὸς δὲ ὁ μικρός. καὶ γελοῖος μὲν ὁ καταγέλαστος, γελοιὸς δὲ ὁ γελωτοποιός· καὶ ∆είρη μὲν πόλις Αἰθιόπων, δειρὴ δὲ ὁ τράχηλος· καὶ δόκος μὲν δόκησις καὶ ἀγχόνη, δοκὸς δὲ ὁ τῆς στέγης· καὶ Εὐάνθης μὲν κύριον, εὐανθὴς δὲ ὁ εὐθαλής. καὶ Ἔλπις μὲν κύριον, ἐλπὶς δὲ τὸ κοινὸν θηλυκόν· καὶ Ἴσχυς μὲν κύριον, ἰσχὺς δὲ τὸ προσηγορικόν. καὶ λωτὸς μὲν φυτὸν, Λῶτος δὲ κύριον· καὶ Μάκρον μὲν ἀκρωτήριον Σικελικὸν, μακρὸν δὲ τὸ ἐπίθετον· καὶ μηδίκη μὲν χόρτος, ὃ καὶ σημείωσαι, Μηδικὴ δὲ ἡ Περσική. καὶ Ὄρθος μὲν κύριον καὶ κύων, ὃν ἀνεῖλεν Ἡρακλῆς, ὀρθὸς δὲ τὸ ἐπίθετον· καὶ ὅρμος μὲν λιμὴν, ὁρμὸς δὲ περιτραχήλιος κόσμος· καὶ Πρασία μὲν πόλις Πελοποννήσου, πρασιὰ δὲ γεωργικὸν σχῆμα· καὶ παρθενικὴ μὲν ἡ παρθένος, Παρθενίκη δὲ κύριον βαρυτόνως, ᾗ συγγενόμενός, φασιν, Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θρᾷκα· καὶ Ῥίπη μὲν πόλις, καὶ ὄρος Ῥίπαι, ῥιπὴ δὲ ἡ πνοὴ ὀξυτόνως· καὶ Ῥύμος μὲν ποταμὸς Σκυθίας, ῥυμὸςδὲ ἅρματος· καὶ πονῆρος μὲν ὁ μοχθηρὸς, ὃ καὶ σημείωσαι, πονηρὸς δὲ ὁ κακός· καὶ σύνεργος μὲν ὁ συγκάμνων τεχνίτης, συνεργὸς δὲ ὁ βοηθός· καὶ σταφυλὴ μὲν κιονὶς καὶ καρπὸς, σταφύλη δὲ τεκτο 2.331 νικὸν σκεῦος· καὶ σπάθη μὲν ξίφος, σπαθὴ δὲ ναυτικὸν ξυλόν· καὶ Σίγηλος μὲν κύριον ὄνομα ναρκίσσου, σιγηλὸς δὲ ὁ σιωπηλός· καὶ Τεῦκρος μὲν κύριον, Τευκρὸς δὲ ἐθνικόν· καὶ φιλήτης μὲν κλέπτης, φιλητὴς δὲ ὁ ἐραστής· καὶ Χρῆστος μὲν κύριον, χρηστὸς δὲ ὁ ἐπιεικής· καὶ ψυχρὸς μὲν ὁ ἐψυγμένος, Ψύχρος δὲ ποταμὸς Σαρματίας. (ῃερς. 469.) Ὅτι νηπιέας καὶ ἐνταῦθα τὰς ἀφροσύνας λέγει ἐλλειπτικῶς, φησὶ γάρ· Εὐπείθης ἡγήσατο νηπιέῃσιν, ἤτοι νηπιείαις φρεσίν. (ῃερς. 470.) Ὅτι προαναφωνητικὸν ἤτοι προεκθετικὸν σχῆμα καὶ νῦν περὶ Εὐπείθους τὸ, φῆ μὲν παιδὸς τίσεσθαι φόνον, ἤγουν ἐκδικήσειν τὸν τοῦ παιδὸς Ἀντινόου θάνατον, οὐδ' ἂρ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐφέψειν, ὅ ἐστι καταλαβεῖν, ἀπὸ τοῦ ἕπω ἕψω· τὸ