χεῖρες ἕπονται. ἀγαθοῦ δὲ ταῦτα ἐπικούρου ὑπόσχεσις. (ῃερς. 188.) ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καὶ τὸ, ὁμαρτήσαντες ἄμφω, ἀντὶ τοῦ, ἅμα ὁρμήσαντες, καὶ ὡς εἰπεῖν, ὁμοῦ ἀρηρότες ἀλλήλοις. (ῃερς. 193.) Ἰστέον δὲ ὅτι τὸ, βουκόλε καὶ σὺ συφορβὲ, οὐ λυποῦσι τοὺς δούλους. οὐδὲ γὰρ δυσχερὲς ἡ ἀπὸ τῆς ἀνὰ χεῖρα τέχνης παρωνυμία. καὶ οὕτω μὲν εἶπον οἱ δοῦλοι. (ῃερς. 207.) Ὀδυσσεὺς δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐκφαίνων, ἔνδον μὲν δή, φησιν, ὅδ' αὐτὸς ἐγὼ, κακὰ πολλὰ μογήσας, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γινώσκω δὲ, ὡς ὑμῖν ἐελδομένοις ἱκάνω μόνοις δμώων· τῶν δ' ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι. (ῃερς. 213.) εἶτα, ἐπειδὴ τοὺς πολλοὺς οὐχ' οὕτως ἡ εὔνοια, ὡς ἡ τῶν ἀγαθῶν ἐλπὶς ἐφέλκεται, ὑπάγεται δημαγωγικώτερον τοὺς δούλους καὶ ἐπαγγελίαις χρησταῖς, ὑποσχόμενος ὡς, εἴ περ ὑπ' ἐμοίγε θεὸς δαμάσει μνηστῆρας ἀγαυοὺς, ἄξομαι ἀμφοτέροις ἀλόχους, καὶ κτήματ' ὀπάσσω, οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα. (ῃερς. 216.) τὸ δὲ μεῖζον, καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθε. (ῃερς. 221.) ἐφ' οἷς ἀριφραδὲς τὴν 2.257 οὐλὴν σῆμα καὶ αὐτοῖς δείκνυσιν, ἀποέρξας αὐτῆς ἤτοι ἀπαγαγὼν τὰ ῥάκεα, ἵνα, φησὶν, εὖ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ. οὕτως ἔφη· καὶ αὐτοὶ ἰδόντες εὖ τε ἐφράσαντο ἕκαστα καὶ ἔκλαιον ἀμφ' Ὀδυσῆα δαΐφρονα χεῖρε βαλόντε, (ῃερς. 224.) καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους, ὡς δούλοις ἔθος. (ῃερς. 225.) ὡς δ' αὕτως Ὀδυσσεὺς κεφαλὰς, ἔτι δὲ καὶ χεῖρας κολακικώτερον ἔκυσε. (ῃερς. 226.) καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ὃ δὴ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἔφεσιν δηλοῖ κλαυθμοῦ, εἰ μὴ Ὀδυσσεὺς ἐκώλυσεν ἐκφοβήσας ἐν τῷ εἰπεῖν, παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. (ῃερς. 230.) εἶτα καὶ συμβουλεύει εἰπών· ἀλλὰ προμνηστῖνοι εἰσέλθετε· ὃ ἑρμηνεύων φησί· μὴ δ' ἅμα πάντες· καὶ ἔτι μᾶλλον σαφέστερον· (ῃερς. 231.) πρῶτος ἐγὼ, μετὰ δ' ὔμμες, ἤγουν μετὰ δὲ ἐμὲ ὑμεῖς· ὃ καὶ γίνεται. (ῃερς. 230.) Εἰσὶ δὲ προμνηστῖνοι, τουτέστιν ὡς οἷον εἰπεῖν προμενετῖνοι, οἱ προμένοντες ἀλλήλους καὶ μὴ ἅμα πάντες προϊόντες κατὰ τὸν ποιητὴν, ἀλλὰ πρῶτος οὗτος, εἶτα ἄλλος καὶ ἐφεξῆς. πλεονάζει δὲ τὸ σίγμα ἐν τῷ προμνηστῖνοι, καθὰ πρὸ βραχέων καὶ ἐν τῷ κατάντηστιν. (ῃερς. 231.) Σῆμα δὲ τετύχθαι λέγει, τοῦ ἐφεξῆς δηλαδὴ ἔργου, τοιοῦτον· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοὶ, οὐκ ἐάσουσιν ἐμοὶ δοῦναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σὺ, δῖε Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, ἤτοι θές· εἰπεῖν τε γυναιξὶ, κληῗσαι μεγάροιο θύρας. ἢν δέ τις ἢ στοναχῆς ἢ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν, μή τι θύραζε προβλώσκειν, ἤτοι προϊέναι ὡς προδεδήλωται· ἀλλ' αὐτοῦ ἀκὴν εἶναι παρὰ ἔργῳ. σοὶ δὲ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῗσαι κληῗδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι· ὁποῖόν τι καὶ πρὸ ὀλίγου εἶχον αἱ τοῦ βασιλικοῦ θαλάμου θύραι, ἐν αἷς ἡ δέσποινα ἱμάντα θοῶς ἀπολύσασα κληῗδα ἐνῆκεν ὥστε ἀνοῖξαι. (ῃερς. 193.) Καὶ ὅρα ὡς ἐξ ἀνάγκης καὶ τούτων τῶν δούλων ἐδέετο Ὀδυσσεὺς εἰς ταῦτα τέως τὰ ῥηθέντα. εἰ δέ τι καὶ πλέον χρησιμεύσουσι, τῆς κατὰ τὸν Ὀδυσσέα εὐβουλίας καὶ εὐτυχίας ἐκεῖνο ἐστί. διὸ καὶ ἔργον ποιεῖται ἀναγνωρισθῆναι αὐτοῖς ἐν αὐτοῖς τοῖς ἔργοις· οὐ γὰρ ἐτόλμα πρὸ τούτων. καὶ ποιήσουσιν οἱ δοῦλοι μετ' ὀλίγα, καθὰ παρηγγέλθησαν. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἔπος τι μυθησαίμην ἢ αὐτὸς κεύθω, ἀδιαφορίαν ἔχον ἐγκλίσεων ἔθιμον τοῖς ῥητορεύουσιν. ἦν δὲ ἂν ταυτότης, εἴ περ ἔφη, ὡς εἰ πέρ τι μυθησαίμην ἢ κεύθοιμι· ὅ περ οὐκ εἶχεν ἀνάγκην εἰπεῖν ὁ ποιητὴς, ὡς ἐξὸν ὂν καὶ οὕτως καὶ οὕτως φράζειν. (ῃερς. 195.) Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ποῖοί κ' εἶτε, γραψάντων τινῶν, ποῖοί κ' εἰτὲ, ἀντὶ τοῦ ἐστὲ, ὡς ἀπὸ τοῦ εἰμὲν εἰτὲ, ὅ πέρ ἐστιν ἐσμὲν ἐστὲ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησὶ, καθότι ὁριστικὸν ῥῆμα τῷ κˉε συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε, λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατ' ἔξαρσιν μιᾶς συλλαβῆς, τό τε κοσμηθείημεν καὶ διακριθείημεν, ἀκολούθως δὲ καὶ τὸ