15
φωστῆρες οἱ παμφαέστατοι, οὐχ ὁ μὲν εἰς ἡμέρας φαῦσιν τεθεὶς ὁ δὲ νυκτὸς τὴν δᾳδούχησιν, ἀλλὰ καὶ ἄμφω ἡμερινοὶ καὶ τὴν νύκτα τῆς ἀγνοίας διώκοντες καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως τοὺς διδασκομένους περιπατεῖν ἀναπείθοντες, οἱ θρόνοι τῆς Χριστοῦ ἀνακλήσεως, ἐφ' ὧν ὁ διπλοῦς ἀνεπαύσατο κύριος, τὰ δένδρα τοῦ παραδείσου τὰ ἀγλαόκαρπα, ὧν οἱ μεταλαμβάνοντες τὴν ἀφθαρσίαν ἀπολαμβάνουσιν, οἱ δίκρουνοι ποταμοὶ τῶν διδαγμάτων Χριστοῦ, ἐξ ὧν οἱ πιόντες οὐκ ἀποθνήσκουσιν ἀλλὰ μεταστοιχειοῦνται πρὸς τὸ ἀθάνατον, αἱ διτταὶ τοῦ πνεύματος μάχαιραι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος διατέμνουσαι. ὦ πλάκες ἔμψυχοι, ἐν αἷς τὰ τῆς καινῆς διαθήκης ἐγκαταγέγραπται· ὦ στύλοι δύο πυρίπνοοι τὸν νέον καθοδηγοῦντες λαὸν οὐ πρὸς γῆν πατουμένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλους ἀλλαττομένην εἰς δεσποτείαν τε καὶ κυρίευσιν, ἀλλ' εἰς τὴν θείαν τε καὶ ἀνώλεθρον, ἣν πόδες πατοῦσι πραέων καὶ καθ' ὑμᾶς ὡραῖοι καὶ ἀγαθὰ εὐαγγελιζόμενοι· ὦ πύργοι τῆς ἐκκλησίας ἀκράδαντοι, ἀσάλευτον ταύτην τηρήσαντες καὶ εἰς αἰῶνας ἀπερικλόνητον· ὦ Πέτρε καὶ Παῦλε-χαίρω γὰρ τοῖς ὑμετέροις ὀνόμασιν, ἔχουσι γὰρ εἰς ἀρετὴν καὶ παράκλησιν· ὦ ἄνθρωποι φανέντες καὶ ἀγωνισάμενοι ὑπὲρ ἄνθρωπον καὶ τὸ τοῦ μυστηρίου τέλος θεοὶ γεγενημένοι τῇ χάριτι, ἐπεὶ τῷ κατὰ φύσιν εὐηρεστήσατε· δέξασθε τὸν ἡμέτερον τουτονὶ λόγον κἂν πενιχρῶς καὶ οὐ φιλοτίμως αὐτὸν προσηνέγκαμεν, ἐπεὶ καὶ πάντας εἰκὸς τὸ τοιοῦτον παθεῖν. τίς γὰρ ἂν τῆς ἀρετῆς ὑμῶν ἐφίκοιτο λόγος; τίς τῶν ἄθλων; τίς τῶν ἀγώνων; τίς τῶν θαυμάτων; τίς τῆς ἐκεῖθεν αἴγλης τε καὶ λαμπρότητος; τίς μόνην τὴν σκιὰν ἐπαινέσαι Πέτρου δυνήσεται; ὦ Πέτρου σκιά, πρὸς σὲ γὰρ ἀποστρέψω τὸν λόγον καὶ ὡς ἐμψύχῳ σοι διαλέξομαι· σοῦ γὰρ καὶ δέομαι νῦν ὡς ἄν μοι ἐπισκιάσαις καὶ τὰ τῶν νόσων διαλυθείη μοι· ὦ θεία σκιὰ ψυχῆς ἰδίας ἀξία, ὦ παρυποστᾶσα μὲν σώματι, σώματα δὲ ἀπανιστῶσα καχεξιῶν· ὦ μὴ εὐμοιροῦσα αἰσθήσεως καὶ αἰσθήσεσι παρέχουσα τὴν ὑγιείαν· ποία γλῶσσα εὐφημήσειε; ποῖος λόγος ἐγκωμιάσειε; τίς νοῦς τῆς σῆς ἰσχύος ἐφίκοιτο; τίς ἤκουσε πώποτε ἀνθρώπου σκιὰν νοσοῦντας ἀνθρώπους ἀνιστῶσαν καὶ παραλύτους ἐγείρουσαν; σκιὰν μὲν εἶναι τὸν ἄνθρωπον λόγος εἰρήκει σοφός, ἀλλ' εὑρίσκω σκιὰν πραγμάτων ἐξαισίων δημιουργόν· ὡς μεγίστη σοι, Πέτρε, ἡ ἐπιφοιτήσασα χάρις ἐξ οὐρανοῦ, δι' ἣν οὕτως καὶ τὰ τῆς σκιᾶς σοι τερατουργεῖ.
28 Ἀλλ' ἐπανιτέον πάλιν εἰς Πέτρον καὶ Παῦλον· εἰ γὰρ πρὸς λεπτὸν τὰ αὐτῶν διηγήμεθα, ὁ σύμπας χρόνος οὐκ ἐξαρκέσειε. δέξασθε τουτονὶ τὸν λόγον τὸν ἡμέτερον εὐμενῶς, εἰ καὶ μὴ τοιοῦτος ὡς τῷ ὑμετέρῳ μεγαλείῳ παραμετρηθήσεσθαι ἱκανός, ὃν οὐ γνώμῃ μᾶλλον ἢ τύχῃ χρησάμενοι πεποιήκαμεν. τί γὰρ κοινὸν ἡμῖν καὶ Καπούᾳ καὶ τῷ τόπου ἀρχιερατικῶς προστατεύοντι; ἀλλὰ τὸ τῆς τύχης ἀβέβαιον, ἀλλὰ τὸ τῶν πραγμάτων ἀνώμαλον καὶ τὸ τοῦ χρόνου εὐμετάβολον ἡμᾶς συνῆψαν ἐν τούτοις, καὶ ὁ τοῦ ἀρχιερατεύον τος ζῆλος, ὃν ὑμῖν τοῖς ἀποστόλοις ἐκτρέφει, καὶ πόθος τούτου ὁ ἔνθερμος εἰς τοῦτόν με τὸν λόγον ἠνάγκασαν. ὃν ὡς πολλάκις ἔφην, ὦ Πέτρε καὶ Παῦλε, προσδέξασθε προσηνῶς, ἐπείπερ ἐκ φιλούσης καρδίας ὑμῖν προσενήνεκται, καὶ ἀντιδοίητε τοῖς τε βιασαμένοις τοῖς τε βιασθεῖσιν ἡμῖν καὶ ἁπαξαπλῶς σύμπασιν ὅσα χρηστά, ὅσα σεμνά, ὅσα ὄντως λυσιτελῆ καὶ Χριστῷ προσοικειοῦντα διὰ καθάρσεως, τὴν ἐπίλοιπον ἡμῶν βιοτὴν ἐν εἰρήνῃ καὶ γαλήνῃ διαγαγεῖν. μέχρι γὰρ τίνος τρικυμίαι καὶ κλύδωνες; μέχρι τίνος τὸ στασιῶδες καὶ μάχιμον; τὰς τοῦ σατὰν μηχανὰς μακρότερον ἀποπέμποιτε, ἀπειρήκαμεν γὰρ αὐταῖς ἐμπίπτοντες· τὸν νοῦν ἡμῶν καὶ πᾶσαν ἔσωθεν δύναμιν τῶν αἰσθητῶν καὶ προσκαίρων ἀφέλετε καὶ τοῖς ὑπὲρ ἡμᾶς ἐνσχολάζειν διὰ παντὸς ἀπεργάσασθε· τέλος ἵλεοι γένοισθε τοῖς πολλὰ σφαλεῖσιν ἐν τῷ βίῳ ἡμῖν, ἐπὰν εἰς κρίσιν καθίσητε κατὰ τὴν τοῦ κυρίου φωνήν, καὶ ταῖς αἰωνίαις καὶ μακαρίαις σκηναῖς καθιδρύσατε, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, ὅπου εὐφραινομένων ἡ κατοικία, ὅπου ἡ