πολλὰ λοιπὸν ἐξ ἀτοπίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθεμίτους μωρίας. ὅθεν γραφέντες ὡς κακουργοὶ τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν." προσθεὶς ὅτι "κἂν μὴ ὦσι καλοί, μή σοι μελέτω." τοῦτο δὲ εἶπεν εἰδὼς αὐτοὺς ὡς σοφωτάτους καὶ ἄριστα ἠσκημένους τῶν 808 ποιητικῶν σχημάτων τὴν ἀκρίβειαν, εἰπόντος τινός "οὐδὲ ἄξιοί εἰσιν οὗτοι, ἵνα καλοὶ ὦσιν οἱ ἴαμβοι." οἱ δὲ εἶπον "γράφε, γράφε, βασιλεῦ, τὸ δοκοῦν σοι, ὡς μέλλον τοῦτο ἀναγνωσθῆναι ἐνώπιον τοῦ δικαίου καὶ φοβεροῦ κριτοῦ." ὁ δὲ ὕπαρχος τούτους ἀγαγὼν εἰς τὸ πραιτώριον, μετὰ δύο ἡμέρας ἁπλώσας ἐν σκάμνοις καὶ δήσας αὐτῶν χεῖρας καὶ πόδας, κατακεντήσας τε καὶ ἐγκολά ψας τοὺς στίχους εἰς τὰς ὄψεις αὐτῶν ἐξώρισεν. καὶ ἐν μὲν τῇ ἐξορίᾳ τελευτᾷ ὁ ἐν ἁγίοις Θεόδωρος, ὁ δὲ ἀοίδιμος Θεοφάνης ὁ ποιητὴς διήρκεσε μέχρι Μιχαὴλ καὶ Θεοδώρας, ἀγωνισάμενος πλεῖστα ἐν τῇ γενομένῃ ὀρθοδοξίᾳ· ὃς καὶ μητροπολίτης εἰς Νί καιαν γέγονε, τῶν πραγμάτων ἤδη πρὸς τὸ εὐσεβέστερον ... 26. Ἐπὶ τῆς βασιλείας Θεοφίλου ἦν καὶ Ἰωσὴφ ὁ ὑμνογράφος, ὃς ἐξωρίσθη ὑπὸ Θεοδώρας τῆς βασιλίσσης. παρέτεινε δὲ ἡ ζωὴ αὐτοῦ ἕως τῆς βασιλείας Λέοντος τοῦ σοφοῦ. 27. Ἐπ' αὐτοῦ ἔπεσεν ἡ χρυσῆ τοῦφα Ἰουστινιανοῦ τοῦ λεγομένου Αὐγουστέως. ἀμηχανούντων δὲ πάντων, καὶ πῶς ἀνέλθοιεν διαλογιζομένων, εὑρέθη τις σκαλωτὴς τεχνίτης, καὶ ἀνελθὼν ἐν τοῖς κεραμίοις τῆς μεγάλης ἐκκλησίας βέλος ἀφῆκε μετὰ σχοινίου εἰς τὸν ἱππότην Ἰουστινιανοῦ τὸν ἐκ χαλκοῦ συν ιστάμενον, καὶ τοῦ βέλους παγέντος ἐκεῖσε αὐτὸς διὰ τοῦ σχοινίου διαδραμὼν θάμβος μὲν τοῖς ὁρῶσι παρέσχετο καὶ τὴν τοῦφαν προσήρμοσε καὶ τὴν τοῦ βασιλέως ἐπεσπάσατο εὔνοιαν καὶ τῇ 809 τέχνῃ καὶ τῇ φύσει μέγα προσέθηκεν ὄνομα, φιλοτιμηθεὶς παρὰ τοῦ βασιλέως νομίσματα ἑκατόν. 28. Στέφει δὲ Θεόφιλος Μιχαὴλ τὸν υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος ὢν πάντας ἐν τοῖς στεψίμοις. κατεσκεύασε δὲ καὶ ξενῶνα, τὸν νῦν μὲν τὰ Θεοφίλου λεγόμενον, οἶκον μὲν γεγονότα Ἰσιδώρου πατρικίου ἀνελθόντος ἀπὸ Ῥώμης μετὰ Ὀλυβρίου ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, μετὰ δὲ χρόνον ἐκδοθέντος κουράτορα, ὥστε κατοικεῖν ἐκεῖσε γυναῖκας τῶν εὐγε νῶν μὴ εἰδυίας σωφρονεῖν. ἐπὶ δὲ Λέοντος Ἰσαύρου ἐκ πορνείου ξενοδοχεῖον ἐχρημάτισεν ἐπὶ αὐτοῦ. ὕστερον δὲ γέγονεν οἶκος Κωνσταντίνου τοῦ τῆς Εἰρήνης μετὰ τὴν ὑπὸ τῆς μητρὸς γεγο νυῖαν ἐκτύφλωσιν εἰς αὐτόν. τελευτήσαντος δὲ αὐτοῦ ἡ γυνὴ αὐ τοῦ τὸ μοναδικὸν σχῆμα περιβαλομένη μοναστήριον κατεσκεύασε καὶ ἐκάλεσε τὰ Μετανοίας. τοῦ δὲ αὐτοῦ οἴκου μεγίστου τε ὄντος καὶ θαυμαστοῦ, ξύλου ἐν τῷ τρικλίνῳ ἀποκλασθέντος ἠπείλει πτῶσιν. αἱ δὲ μονάζουσαι ἀπερχομένου τοῦ βασιλέως ἐν Βλαχέρ ναις ἐδεήθησαν περὶ τούτου. ὁ δὲ ἐκνεύσας καὶ θεασάμενος τὸν οἶκον, ἀρεσθεὶς εἰς αὐτὸν μετοικίζει τὰς αὐτὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ τὸν οἶκον κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πεποίηκεν, ἐπιδοὺς αὐτῷ χρήματα πάμπολλα καὶ ἀργύριον καὶ προάστεια, ἐπονομάσας αὐτὸν τὰ Θεοφίλου. 29. Πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς ὁ θεομισὴς οὗτος βασι 810 λεὺς βουλὴν μυστικὴν ποιησάμενος μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου, ὡς ὅτι πολλὴν ἀγάπην καὶ πίστιν ἔχουσιν εἰς αὐτὸν οἵ τε ὑπ' αὐτὸν Πέρσαι καὶ τῶν ἐν τέλει οὐκ ὀλίγοι, καὶ μή πως ἐμοῦ τελευτήσαντος μελετήσωσι τυραννίδα κατά τε τοῦ ἐμοῦ παιδὸς νηπίου ὄντος καὶ τῆς γυναικός, ἀνήγαγε Θεόφοβον εἰς τὸ παλάτιον καὶ εἶχε μετ' αὐτοῦ. βαρηθεὶς δὲ ἐκ τῆς νόσου καθεῖρξε Θεόφοβον ἐν ταῖς καμάραις τοῦ Βουκολέοντος. τῶν δὲ Περσῶν ἐπιζητούντων αὐτὸν τί ἄρα γέγονεν, ἀποστείλας τῇ νυκτὶ ὁ βασιλεὺς Πετρωνᾶν τὸν τῆς Αὐγούστης ἀδελφὸν σὺν τῷ λογοθέτῃ ἀπέτεμε τὴν κεφαλὴν τοῦ Θεοφόβου. ἔπεισαν δὲ οὗτοι τοὺς Πέρσας ὡς μετὰ τοῦ βασιλέως ἐστὶν ἐν τῷ παλατίῳ. τοῦ δὲ βασιλέως δυσεντερίας νόσῳ τὴν ψυχὴν κακῶς ἀπορρήξαν τος ἀπεκομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τοὺς ἁγίους ἀποστό λους. τὸ δὲ σῶμα τοῦ