15
ἐκεῖνος δὲ τοὺς στρατιώτας συναγαγὼν ἐπὶ τὸν ἐμφύλιον ἠρέθιζε πόλεμον καὶ συνεβούλευε δεῖν αὐτοὺς κατὰ τοῦ Κωνσταντίου χωρῆσαι καὶ μὴ μένειν ἐκεῖνον κατ' αὐτῶν ἐπελθεῖν. ἤδη δὲ τὴν εἰς Χριστὸν ἐξομοσάμενος πίστιν ηὐλαβεῖτο διὰ τοῦτο τοὺς στρατιώτας, εἰδὼς σχεδὸν ξύμπαντας χριστιανούς. διὸ συσκιάζων τὴν ἑαυτοῦ κακίαν ἕκαστον ἐκέλευε θρησκεύειν ὡς βούλοιτο. αὐτὸς δὲ τῆς γενεθλίου τοῦ Σωτῆρος 55 ἡμέρας ἐφεστηκυίας εἰσῆλθεν εἰς τὸν ναὸν καὶ προσκυνήσας, ἵν' ὁμόδοξος τοῖς στρατιώταις δοκῇ, ἀπῆλθεν. ἐπέστησε δὲ καὶ ταῖς ἀρχαῖς οὓς ἐκεῖνος ἠβούλετο· καὶ οὕτως ᾔει πρὸς τὸν ἐμφύλιον πόλεμον. ἔλεγε δὲ μὴ κατὰ τοῦ Κωνσταντίου χωρεῖν, ἀλλ' ἐθέλειν εἰς ἓν συνελθεῖν τὰ ἑῷα στρατεύματα καὶ τὰ ἑσπέρια, ἵν' ὁμοῦ γενόμενα τὸν αὐτῶν ἐκλέξωνται βασιλεύσοντα. ηὔχει δὲ καὶ προεγνωκέναι τὴν ἡμέραν καθ' ἣν τεθνήξεται ὁ Κωνστάντιος, ἐν ὀνείρῳ αὐτὴν μυηθεὶς δι' ἐπῶν ταῦτα φραζόντων· Ζεὺς ὅταν εἰς πλατὺ τέρμα μόλῃ κλυτοῦ ὑδροχόοιο, παρθενικῆς δὲ Κρόνος μοίρης βαίνῃ ἐπὶ πέμπτης εἰκοστῆς, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἕξει. τέθνηκε δὲ ὁ Κωνστάντιος τὰ μὲν τῶν Περσῶν λιπών (ἐπεὶ καὶ ὁ ἐκείνων βασιλεὺς ἐπ' οἶκον ἀνεχώρησε), κατὰ δὲ τοῦ τυραννήσαντος ἐπιών. φροντίσι γὰρ πολλαῖς συνεχόμενος κἀν56 τεῦθεν συνεχεῖ ληφθεὶς πυρετῷ χολήν τε ἀναγαγὼν μέλαιναν ἐτελεύτησεν ἐν Μόψου κρήνῃ (κεῖται δὲ αὕτη κατὰ τὴν τοῦ Ταύρου ὑπώρειαν), ἐπὶ τρισίν, ὡς λέγεται, μεμφόμενος ἑαυτῷ, τῷ φόνῳ τῶν συγγενῶν (οὐ γὰρ τὸν Γάλλον μόνον ἀπέκτεινεν, ὡς εἴρηται ἤδη, ἀλλὰ καὶ τοὺς ἀδελφοὺς τοῦ οἰκείου πατρός), τῇ ἀναρρήσει τοῦ Ἰουλιανοῦ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως. Ἦν δὲ ὁ αὐτοκράτωρ οὗτος εὐμενὴς μὲν τοῖς ὑπηκόοις, δικαιοσύνῃ δὲ περὶ τὰς κρίσεις στοιχῶν, περὶ τὴν δίαιταν ἐγκρατής, ἐν ταῖς τῶν ἡγεμονιῶν καὶ ταῖς τῶν ἀξιωμάτων διανομαῖς τοῦ προσήκοντος στοχαζόμενος, μηδένα τῇ γερουσίᾳ συντάσσων, ὃς οὐ παιδείας μετείληχεν οὐδὲ ἤσκητο πρὸς τὸ λέγειν καὶ ᾔδει γράφειν ἐμμέτρως τε καὶ πεζῶς. περὶ δὲ τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής· οὐ γὰρ τῇ πατρικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέθετο τοῖς ἀρειανίζουσι σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχων πρωτεύοντος Εὐσεβίου· ὅθεν καὶ τὸν θεῖον Ἀλέξανδρον, ὃς μετὰ τὸν ἱερὸν Μητροφάνην πατριάρχης τῆς νέας Ῥώμης κεχειροτόνητο, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι, ὁ δὲ οὐ κατένευε· διὸ καὶ σύνοδον ὁ βασιλεὺς συγκροτηθῆναι προσέταξεν. ὥριστο οὖν τῇ συνόδῳ ἡμέρα· καὶ 57 ὁ Ἀλέξανδρος κατὰ τὴν ἑσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ θεοῦ μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν "ἢ ἐμὲ πρότερον τῆς ζωῆς ἀπόλυσον" ἔλεγε. ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. ἕωθεν οὖν ἄρτι τῆς συνόδου συνισταμένης ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν. καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρισιν κοιλίας καὶ κύστεως. παρεκκλίνας τε τῆς ὁδοῦ κεκάθικεν ἀποσκυβαλίσασθαι τὸ περίττωμα· συνεξερρύη δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ δειλαίου, βιαίως ἀπορρήξαντος τὴν ζωήν. Ὁ μέντοι πατριάρχης Ἀλέξανδρος εἴκοσι πρὸς τρισὶν ἀρχιερατεύσας ἐνιαυτοὺς μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη παρὰ τῶν ὀρθοδόξων εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως Παῦλος ὁ ὁμολογητής. ἐπανελθὼν δ' ὁ Κωνστάντιος ἐξ Ἀντιοχείας μεθίστησι τοῦ θρόνου αὐτὸν καὶ ἀντικαθίστησι τὸν Νικομηδείας Εὐσέβιον, αἱρεσιώτην Ἀρείου τυγχάνοντα. ὁ δὲ ἅγιος Παῦλος τῷ πάπᾳ τῆς Ῥώμης προσελθὼν Ἰουλίῳ καὶ ὑπ' αὐτοῦ εἰς τὸν θρόνον καταστὰς Κωνσταντινουπόλεως αὖθις ὑπὸ Κωνσταντίου διώκεται καὶ σταλεὶς ὑπερόριος ὑπὸ Ἀρεια58 νῶν ἀναιρεῖται. τοῦ δ' Εὐσεβίου θανόντος ὁ πνευματομάχος παρὰ τῶν Ἀρειανῶν εἰς τὸν τῆς νέας Ῥώμης θρόνον ἀνάγεται Μακεδόνιος, ὃς ὑπερφρονήσας μετήνεγκε τὸ ἱερώτατον σῶμα τοῦ ἐν ἁγίοις Κωνσταντίνου ἐκ τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ εἰς τὸ τοῦ ἁγίου μάρτυρος Ἀκακίου θεῖον τεμένισμα. διόπερ ἐξώργιστο ὁ Κωνστάντιος