καταλαμβάνει. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν βασιλέα τε καὶ τὸν καίσαρα ἐσκόπουν τίνα τούτῳ ἀντίπαλον καταστήσειαν. Ἔδοξεν οὖν τῶν τοῦ καίσαρος υἱέων τῷ νεωτέρῳ τὸ Ῥωμαϊκὸν πιστεύειν στρα τόπεδον, ἀνδρὶ καὶ τὴν χεῖρα γενναίῳ καὶ τὴν σύνεσιν ὀξεῖ τε καὶ θαυμασίῳ. Ὁ δὲ τὰς δυνάμεις λαβὼν ἐχώρει κατὰ τοῦ ∆ιογένους καὶ ἀγχοῦ κατὰ τῆς Ἀμασείας γενόμενος πρῶτα μὲν συνεῖχε τὸ στράτευμα καὶ ἀκροβολισμοῖς ἐχρῆτο καὶ πάντα τρόπον ἐμηχανᾶτο ἢ αἱρήσειν τὸν ∆ιογένην ἢ ἐξελάσειν τῆς πόλεως. Ὁ δέ, στενοχωρούντων τῶν πραγμάτων αὐτῷ, ἠναγκάσθη τὰς δυνάμεις ἐξαγαγεῖν καὶ παρατάττεσθαι πρὸς τὸν ∆ούκα. Μίγνυνται οὖν ἀμφότερα τὰ στρατόπεδα καὶ πίπτουσιν ἑκατέρωθεν πλεῖστοι τῶν στρατιωτῶν, ἑκατέρων γενναίως ἀγωνιζομένων. Φεύγουσι δ' ὅμως οἱ περὶ τὸν ∆ιογένην, τοῦ ∆ούκα Κωνσταντίνου γενναιότερον προσβαλόντος τοῖς κατὰ μέτωπον ἱσταμένοις καὶ τὴν ἐκείνων ὠθήσαντος φάλαγγα. Πίπτουσιν οὖν πολλοὶ τῶν περὶ τὸν ∆ιογένην, αὐτὸς δὲ διαφεύγει καὶ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εἴς τι κλείεται φρούριον. Τοῦτο πρῶτον θάρσους αἴτιον τοῖς περὶ τὸν βασιλέα Μιχαὴλ γίνεται καὶ ∆ιογένης ἐντεῦθεν ἀρχὴν λαμβάνει τῆς καταλύσεως καὶ ἑάλω ἂν αὐτίκα, εἰ μή τι ἄλλο συνεμπεπτώκει. Ἀνὴρ γάρ τις ἐξ Ἀρμενίας τὸ γένος ἀνέλκων, τὴν γνώμην βαθύς, τὴν χεῖρα γενναῖοςὁ Χατατούριος ἦν, ἀρχήν τινα παρὰ τοῦ ∆ιογένους τῶν μεγίστων λαβών, ὁπηνίκα ἐκεῖνος βασιλεὺς Ῥωμαίων ἐχρημάτιζε, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήματος ἀνθομολογούμενος, στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν παρακελευσάμενος καὶ τὰ μέγιστα ὑποσχόμενος, ἀντικαθίστασθαι μὲν τοῖς περὶ τὸν ∆ούκα Κωνσταντῖνον στρατεύμασιν οὐκ ἔτι ἐᾷ, εἰς δὲ τὴν τῶν Κιλίκων χώραν ἀπαγαγὼν καὶ τὰ τέμπη τῆς Κιλικίας αὐτοῦ προβαλόμενος, στρατόν τε αὐτῷ ἐξαρτύει καὶ χρήματα δίδωσι καὶ ὁπλίζει μὲν πρότερον, εἶτ' ἐν καιρῷ μάχεσθαι πρὸς τὸν ἀντίπαλον στράτευμα ταμιεύεται. 1.22 Ἐν βουλεύμασι τοίνυν καὶ αὖθις τὰ κατὰ τὸν βασιλέα Μιχαὴλ καὶ τὸν καίσαρα καὶ οἱ τῆς συγκλήτου λογάδες ἠθροίζοντο καὶ τοῖς μὲν σπείσασθαι πρὸς τὸν ∆ιογένην ἐδόκει καὶ μέρους αὐτῷ τῆς ἀρχῆς παρακεχωρηκέναι, τοῖς δὲ πολεμεῖν καὶ ἔτι ἐδέδοκτο καὶ μηδεμίαν ἀφορμὴν αὐτῷ τῆς εἰς τὴν βασιλείαν εἰσαγωγῆς παρασχεῖν. Ἐπράττετο μὲν οὖν πρῶτον τὰ τῆς εἰρήνης καὶ γράμματα παρὰ τοῦ βασιλέως Μιχαὴλ πρὸς ἐκεῖνον μετὰ πρεσβέων ἐξαπεστέλλοντο, κακῶν ἀμνηστίαν τούτῳ ἐπαγγελλόμενα. Ὁ δὲ εἰκότως ὥσπερ ὑβριοπαθεῖ ὅτι συμπάθειά τις αὐτῷ ἀπηγγέλλετο μηδὲν ὅλως τῶν κακῶν πλημμελήσαντι, εἰς ἀποκρίσεις δὲ καθιστάμενος, οὔτε τῆς βασιλείας ἀπείχετο καὶ τὰ μέγιστα διετείνετο ἀδικεῖσθαι. Ἀλλὰ τὰ κατὰ τὸν ∆ιογένην ἐπράττετο τῇδε. Ὁ δὲ τοῖς καλοῖς βασκαίνων ἀεὶ διωγμόν τινα ἐξήγειρε κατὰ τῶν Κομνηνῶν καὶ ὅστις λεκτέον. Ἄνδρα τινὰ θρασύστομον εὑρηκὼς καὶ ἠκονηκὼς τὴν γλῶτταν αὐτοῦ ὡσεὶ ὄφεως κατὰ τῆς γενναίας τούτων μητρὸς καθοπλίζει· συκοφαντίαν συρράψας τινὰ ψεύδους ἔκγονον καὶ γράμματα συμπλασάμενος ἐξ ἐκείνης πρὸς τὸν ∆ιογένην κομίζει ταῦτα τῷ βασιλεῖ· τῷ δὲ μήθ' ὅστις εἴη ὁ κατήγορος σκοποῦντι, μήτε δὴ μένοντι τοῦ κατηγορουμένου τὸ πρόσωπον εὐθὺς ξυμβέβηκε μηνιᾶν. Ἐντεῦθεν δικαστήριά τε συνεκροτεῖτο καὶ μετάπεμπτος ἡ εὐγενὴς καὶ γενναία καὶ σώφρων ἦν ἐπὶ τὰ ἀνάκτορα. Ἡ δὲ ἐφοίτα, ἀλλ' ὁ μὲν βασιλεὺς ᾐδέσθη κοινωνὸς γενέσθαι τοῦ σκέμματος, συνήγοντο δὲ οἱ περὶ τὰ δικαστήρια, τῆς κυρίας παρούσης καὶ τοῦ κήρυκος πρὸς τὴν δίκην καλοῦντος. Εἴσεισι γοῦν ἡ γενναία καὶ μεγαλόψυχος φαιδρῷ τῷ προσώπῳ καὶ τὴν εἰκόνα δὲ κρύπτουσα ὑπὸ τὴν χλαμύδα τοῦ πάντων ∆ικαστοῦ ἐξάγει ταύτην ἀθρόον καὶ σεμνῷ τῷ σχήματι καὶ τῷ βλέμματι πρὸς τοὺς δικαστὰς ἀτενίσασα, "οὗτος", ἔφη, "δικαστὴς ἐμοῦ τε καὶ ὑμῶν καθίσταται σήμερον, πρὸς ὃν ἀτενίζοντες ψήφους ἐκφέρετε μὴ ἀναξίας τοῦ δικαστοῦ τοῦ εἰδότος τὰ κρύφια". Τὸ γοῦν στερρὸν τοῦ λόγου ἐκεῖνοι ἐνωτισάμενοι θάμβους γεγόνασι μεστοὶ καὶ παραιτεῖσθαι τὴν δίκην ἔνιοι ἤρχοντο βδελυττόμενοι τὴν συκοφαντίαν· ἤδη γὰρ