βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας «λέ οντα καὶ δράκοντα» τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησά μενος «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ» καὶ μηδὲν ὑπὸ τῶν τοσούτων ἀδικηθεὶς πλεῖον τοῦ ∆ανιὴλ εὐχαριστησάτω, ἅτε ἀπὸ φοβερωτέρων καὶ ἐπιβλαβεστέ ρων ῥυσθεὶς θηρίων. πρὸς τούτοις ὁ πεπεισμένος, ποίου κήτους τύπος τὸ καταπεπωκὸς τὸν Ἰωνᾶν ἐτύγχανε, καὶ καταλαβὼν δὲ ὅτι ἐκείνου τοῦ ὑπὸ τοῦ Ἰὼβ εἰρημένου· «καταράσαιτο αὐτὴν ὁ κατα ρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι,» ἐάν ποτε γένηται διά τινα ἀπειθίαν «ἐν τῇ τοῦ κήτους κοιλίᾳ,» με τανοῶν εὐξάσθω, κἀκεῖθεν ἐξελεύσεται· ἐξελθών τε ἐπιμένων τῷ πεί θεσθαι τοῖς προστάγμασι τοῦ θεοῦ δυνήσεται κατὰ τὴν χρηστότητα τοῦ πνεύματος προφητεύσας καὶ νῦν Νινευΐταις ἀπολλυμένοις πρό φασις αὐτοῖς γενέσθαι σωτηρίας, μὴ δυσαρεστούμενος τῇ χρηστότητι τοῦ θεοῦ μηδὲ ζητῶν ἐπιμένειν αὐτὸν πρὸς τοὺς μετανοοῦντας τῇ ἀποτομία. 13.5 ὅπερ δὲ μέγιστον πεποιηκέναι λέγεται Σαμουὴλ διὰ προσ ευχῆς, τοῦτο πνευματικῶς δυνατόν ἐστιν ἕκαστον τῶν ἀνακειμένων γνησίως τῷ θεῷ καὶ νῦν ἐπιτελεῖν, ἄξιον τοῦ ἐπακούεσθαι γεγενη μένον. γέγραπται γάρ· «καί γε νῦν στῆτε <καὶ ἴδετε> τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιεῖ κατ' ὀφθαλμοὺς ὑμῶν. οὐχὶ θερισμὸς πυροῦ σήμερον; ἐπικαλέσομαι κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν»· εἶτα μετ' ὀλίγα· «καὶ ἐπεκαλέσατο,» φησὶ «Σαμουὴλ πρὸς κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» παντὶ γὰρ ἁγίῳ καὶ τῷ Ἰησοῦ γνησίως μαθητεύοντι ὑπὸ τοῦ κυρίου λέγεται· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευ καί εἰσι πρὸς θερισμὸν ἤδη. ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» ἐν τῷ καιρῷ δὴ τούτῳ τοῦ θερισμοῦ «μέγα ῥῆμα» «ὁ κύριος ποιεῖ κατ' ὀφθαλμοὺς» τῶν ἀκουόντων τοὺς προφήτας· ἐπικαλεσαμένου γὰρ τοῦ κεκοσμημένου τῷ ἁγίῳ πνεύ ματι «πρὸς τὸν κύριον,» δίδωσιν ὁ θεὸς οὐρανόθεν «φωνὰς καὶ» τὸν ποτίζοντα τὴν ψυχὴν «ὑετὸν,» ἵνα ὁ πρότερον ἐν τῇ κακίᾳ ὢν φοβηθῇ σφόδρα τὸν κύριον καὶ τὸν ὑπηρέτην τῆς εὐεργεσίας τοῦ θεοῦ, αἰδέσιμον καὶ σεβάσμιον δι' ὧν ἐπακούεται πεφανερωμένον. καὶ Ἠλίας δὲ τρισὶν ἔτεσι καὶ ἓξ μησὶ κεκλεισμένον τοῖς ἀσεβέσι τὸν οὐρανὸν θείῳ λόγῳ ἀνοίγει ὕστερον· ὅπερ παντί τῳ κατορθοῦται ἀεὶ, διὰ τῆς εὐχῆς λαμβάνοντι τὸν ὑετὸν τῆς ψυχῆς, τῶν διὰ τὴν ἁμαρτίαν πρότερον αὐτοῦ ἐστερημένων. 14.1 Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσ ευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ «αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· καὶ αἰτεῖτε τὰ ἐπου ράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται.» πάντα γε τὰ συμβο λικὰ καὶ τυπικὰ συγκρίσει τῶν ἀληθινῶν καὶ νοητῶν «μικρά» ἐστι καὶ «ἐπίγεια»· καὶ εἰκὸς ὅτι ὁ θεῖος ἡμᾶς λόγος προκαλούμενος ἐπὶ τὸ μιμεῖσθαι τὰς τῶν ἁγίων εὐχὰς, ἵν' αἰτῶμεν αὐτὰς κατὰ τὸ ἀληθὲς ὧν ἐκεῖνοι ἐπετέλουν τυπικῶν, φησὶ «τὰ ἐπουράνια» καὶ «μεγάλα,» δεδηλωμένα διὰ τῶν περὶ ἐπιγείων καὶ μικρῶν πραγμά των, λέγων· ὑμεῖς οἱ πνευματικοὶ εἶναι βουλόμενοι διὰ τῶν προσ ευχῶν αἰτήσατε <«τὰ ἐπουράνια» καὶ «μεγάλα»>, ἵν' αὐτῶν τυχόντες ὡς ἐπουρανίων βασιλείαν οὐρανῶν κληρονομήσητε καὶ ὡς μεγάλων τῶν μεγίστων ἀγαθῶν ἀπολαύσητε, τὰ δὲ «ἐπίγεια» καὶ «μικρὰ,» ὧν διὰ τὰς σωματικὰς ἀνάγκας χρῄζετε, μέτρῳ τοῦ δέοντος ἐπι χορηγήσῃ ὑμῖν ὁ πατήρ. 14.2 ἐπεὶ δὲ παρὰ τῷ ἀποστόλῳ τέσσαρα ὀνόματα κατὰ τεσσάρων πραγμάτων, γειτνιώντων τῷ περὶ τῆς εὐχῆς λόγῳ, ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον εἴρηται, χρήσιμον ἔσται παραθέμενον αὐτοῦ τὴν λέξιν ἰδεῖν <εἰ> ἕκαστον τῶν τεσσάρων, κυρίως ἂν νοούμενον, ἐκλάβοιμεν καλῶς. λέγει δὲ οὕτως· «παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων» καὶ τὰ ἑξῆς. ἡγοῦμαι τοίνυν δέησιν μὲν εἶναι τὴν ἐλλείποντός τινι μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένην εὐχὴν, τὴν δὲ προσευχὴν τὴν μετὰ