δίδωσι χιλίους χρυσίνους, ὁρκώσασα αὐτὸν κατὰ τῆς τοῦ Σωτῆρος τραπέζης συναγοράσαντα ἄμφια ἐνδῦσαι τὰς πτωχοτέρας τῶν Ἀλεξανδρέων, μὴ μεταδόντα γνώσεως τῷ Θεοφίλῳ, ἵνα μὴ λαβὼν αὐτὰ τοῖς λίθοις προσανα λώσῃ (λιθομανία γάρ τις αὐτὸν Φαραώνιος ἔχει εἰς οἰκοδομή ματα, ὧν οὐδαμῶς χρῄζει ἡ ἐκκλησία-καὶ τὰ μὲν τοιαῦτα ἐν δευτέρῳ κείσθω· τὸ δὲ κατεπεῖγον περὶ τοῦ Ἰσιδώρου ἄκουσον). λαβὼν τοιγαροῦν ὁ Ἰσίδωρος τὰ νομίσματα ἀναλίσκει ταῖς πενομέναις καὶ ταῖς χήραις. ἔγνω ποθὲν ὁ Θεόφιλος (οὐδὲν γὰρ αὐτῷ ἐλάνθανε τῶν πανταχοῦ πραττομένων ἢ λαλουμένων, ἔχοντι ἐργοσκόπους καὶ λογοσκόπους-ἵνα μὴ ἄλλως εἴπω), καὶ προσκαλεῖται τὸν Ἰσίδωρον, μετριοπαθῶς πυνθανόμενος, 36 εἰ ταῦθ' οὕτως ἔχει. οὐκ ἀρνησάμενος ὡμολόγησε τὴν τοῦ πράγματος διακονίαν. ὁ δὲ ἀκούσας τὴν σκηνὴν ἐναλλάσσει, καὶ ὁ πρὸ ῥοπῆς ἐπιεικὴς καὶ χρηστοφανὴς ἐν τῇ ἐρωτήσει, μετὰ τὴν ῥοπὴν οἴδησεν ὅλος, τὰς μορφὰς ἐναλλάττων, τῆς ἀποκρίσεως εἰσελθούσης τοῦ Ἰσιδώρου. καὶ μικρὸν ἐφησυ χάσας χρόνον, καθάπερ λαθροδάκτης κύων, μετὰ δύο μῆνας προφέρει χαρτίον, συγκροτήσας τὸ ἱερατεῖον, παρόντος τοῦ Ἰσιδώρου λέγων, ὅτι "Τοῦτο ἐδεξάμην πρὸ δέκα ὀκτὼ ἐτῶν, Ἰσίδωρε, κατὰ σοῦ· καὶ ἐπειδὴ περιάσχολος ἐγενόμην, λήθῃ παρέδωκα τὸ πρᾶγμα. νῦν δὲ ἑτέρους ἐπιζητῶν χάρτας, εὕρηκα τοῦτο τὸ περὶ σοῦ χαρτίον. ἀπολόγησαι πρὸς αὐτό." περιεῖχεν δὲ ὁ χάρτης ἔγκλημα τὸ Σοδόμων. πρὸς ταῦτα ὁ Ἰσίδωρος ἀπολογούμενος λέγει τῷ Θεοφίλῳ· "Συγχωρήσωμεν ἀληθὲς εἶναι, ὅτι καὶ ἐδέξω τὸν χάρτην, καὶ παρέπεσεν, οὐκ ἦν ὁ δοὺς τὸν λίβελλον, ἵνα ἐκ δευτέρου τοῦτον ἀπαιτηθῇ;" πρὸς ταῦτα ὁ Θεόφιλος· "Ἀλλ' οὐ παρῆν ὁ παῖς, πλεύστης ὑπάρχων." καὶ ὁ Ἰσίδωρος· "Οὐ παρῆν πάραυτα, ὡς λέγεις, πάπα; μετὰ τὸν πλοῦν οὐ παρῆν; τῷ δευτέρῳ ἔτει οὐ παρῆν, οὐδὲ τῷ τρίτῳ; καὶ νῦν εἰ πάρεστι, κέλευσον στῆναι τὸν ἄνθρωπον." πρὸς ταῦτα ὁ Θεόφιλος, ὑπ' αὐτῆς τῆς ἀληθείας μέλλων εὐ καταφρόνητος γίνεσθαι, ἀναβάλλεται εἰς ἡμέραν ἑτέραν. καὶ λιπαρήσας τινὰ νεανίσκον ὑποσχέσεσι πολλαῖς, ἤλειψεν εἰς κατηγορίαν κατὰ τοῦ Ἰσιδώρου, δοὺς αὐτῷ, ὥς φασι, πεντε καίδεκα χρυσίνους· ὃς ἐξαυτῆς ἀνατίθεται τῇ μητρί. ἡ δὲ τοῦτο μὲν οὐ κατεδέξατο ὑπὸ τοῦ ἀκλινοῦς ὀφθαλμοῦ, τοῦτο δὲ ὑπὸ τοῦ δέους τῶν νόμων ἀνατραπεῖσα, ἐνθυμουμένη μήποτε ὁ Ἰσί δωρος συκοφαντηθεὶς ἐκκαλέσηται ἐπὶ τὸν ἄρχοντα τῶν δήμων, ἐλθοῦσα ὁμολογεῖ τὴν δραματουργίαν τῷ Ἰσιδώρῳ, δείξασα αὐτῷ τοὺς χρυσίνους, οὓς ἔλεγεν παρὰ τῆς ἀδελφῆς Θεοφίλου 37 εἰληφέναι, "μισθὸν κατὰ τοῦ ἀθῴου." καὶ αὑτὴ μὲν διὰ πολλά, ἐξαιρέτως δὲ διὰ τοῦτο τὴν ἀξίαν τίσασα ποινὴν τελευτᾷ, τοὺς μαστοὺς χειρουργουμένη. πρὸς ταῦτα ὁ Ἰσίδωρος ἔμενεν οἴκοι τὸν Θεὸν ἱκετεύων. ὁ δὲ νεανίσκος, τὸ μὲν τοὺς νόμους φοβού μενος, τὸ δὲ τὸν Θεόφιλον δεινότερον ἐννοῶν τῇ ἀστοχίᾳ, ἐπὶ τὸ λυσιτελὲς καταφεύγει τεῖχος, τὴν ἐκκλησίαν, προσφυγὼν τῷ θυσιαστηρίῳ. οὕτως ὁ Θεόφιλος κωφῇ τῇ δίκῃ ἀποκηρύττει τὸν Ἰσίδωρον τῆς ἐκκλησίας ἀνήκεστα ἐπιφημίσας, σχηματι σάμενος σεμνοπρέπειαν τῇ ἀδικίᾳ. πρὸς τούτοις δείσας ὁ Ἰσίδωρος μήποτε χαλεπωτέρῳ τῷ θυμῷ πιεσθεὶς ὁ Θεόφιλος σκέψηται κατ' αὐτοῦ ἐνέδραν τῆς σωτηρίας (φθάνει γάρ, ὥς φασι, καὶ μέχρι τούτων), δρομαῖος χωρεῖ ἐπὶ τὸ ὄρος τὸ τῆς Νιτρίας πρὸς τὸ τάγμα τῶν μοναχῶν, ἔνθα τὰς τῆς νεότητος ἠσκήκει διατριβάς· καὶ καθίσας ἐν τῷ κελλίῳ αὐτοῦ προσηύ χετο τῷ μακροθύμῳ Θεῷ ἐντυγχάνων. ἐπὶ τούτοις τὸ ἀπρεπὲς καὶ ἄδηλον συνειδὼς ἑαυτῷ τῆς νίκης ὁ Θεόφιλος πέμπει γράμ ματα πρὸς τοὺς σύνεγγυς ἐπισκόπους, καὶ κελεύει τινὰς τῶν πρώτων ῥιφῆναι τοῦ ὄρους καὶ τῆς ἐνδοτέρας ἐρήμου, τοὺς ἐπὶ κεφαλῆς μοναχούς, οὐκ ἐπαγαγὼν τὴν αἰτίαν. οἵτινες μοναχοὶ σὺν τοῖς πρεσβυτέροις κατελθόντες εἰς τὴν Ἀλεξάνδρειαν παρε κάλουν τὸν Θεόφιλον εἰπεῖν τὴν αἰτίαν, δι' ἣν κατεδικάσθησαν ῥιφῆναι. ὁ δὲ ὑφαίμοις ὀφθαλμοῖς δρακοντῶδες ἐνατενίσας ταυρηδὸν ὑπεβλέπετο, ποτὲ μὲν πελιδνός, ποτὲ δὲ ὠχρός, ποτὲ δὲ καὶ σαρκάζων, ὑπ' ἀκράτου ὀργῆς φερόμενος· ἐνειλεῖ τῷ Ἀμμωνίῳ, ἀνδρὶ ἡλικιώτῃ, τὸ ὠμοφόριον ἐν