1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

15

αἱρετικῶν περιβάλοι δικτύοις. Ἀλλ' οἱ θεσπέσιοι καὶ μακάριοι ἄνδρες, Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερουργίας ἠξιωμένοι καὶ τοῦ εὐσεβοῦς λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ' ἑαυ τὸν ὑμῖν, σὺν θεῷ φάναι, προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητήν, Ἀστέριον ἐκεῖνον τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι κατα λιπεῖν μὲν τὴν ἐν ἐρήμῳ διατριβήν, ἀφικέσθαι δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ' ἐξαπάτης ἀπολλυμένων καὶ τὴν Ἀρείου κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ. Ἔδραμεν ὁ θεῖος Ἀκάκιος, καὶ τὸν μέγαν Ἀστέριον ὡς προσετάχθη λαβὼν ἀφίκετο πρὸς τὸν μέγιστον τῆς ἐκκλησίας φωστῆρα, καὶ ἀσπασάμενος· "Εἰπέ μοι, ἔφη, ὦ πάτερ, τίνος ἕνεκα τοῦτον ἅπαντα τὸν πόνον μεθ' ἡδονῆς ὑπομένεις;" Τοῦ δὲ ἀποκριναμένου ὡς· "Καὶ σώματος καὶ ψυχῆς καὶ ζωῆς καὶ τοῦ βίου παντὸς ἡ τοῦ θεοῦ μοι θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὡς ἂν δύνωμαι καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν, καὶ διὰ πάντων ἀρέσκειν." - "Ὑποδείκνυμί σοι, ἔφη ὁ Ἀκάκιος, τρόπον δι' οὗ πλέον ἢ νῦν αὐτὸν θεραπεύσεις, καὶ τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ χρώμενος, ἀλλὰ παρὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς. Ἐρόμενος γάρ ποτε τὸν Πέτρον εἰ πλεῖον αὐτὸν τῶν ἄλλων φιλεῖ, καὶ μαθὼν ὅπερ ἠπίστατο καὶ πρὸ τῆς Πέτρου φωνῆς· "3Σὺ γὰρ οἶδας, κύριε, ὅτι φιλῶ σε"3, ὑπέδειξεν αὐτῷ τί δράσας πλέον αὐτὸν θεραπεύσειε· "3Εἰ γὰρ φιλεῖς μέ, φησι, ποίμαινέ μου τὰ πρόβατα καὶ βόσκε μου τὰ ἀρνία"3. Τοῦτο καί σοι, ὦ πάτερ, ποιητέον ἐστί. Κινδυνεύει γὰρ ὑπὸ λύκων διαφθαρῆναι τὰ ποίμνια, φιλεῖ δὲ αὐτὰ λίαν ὁ ὑπὸ σοῦ φιλούμενος· ἴδιον δὲ τῶν ἐρώντων ἐκεῖνα ποιεῖν ἃ τοὺς ἐρωμένους ἐπιτέρπει γινόμενα. Ἄλλως τε δὲ καὶ κίνδυνος οὐ σμικρὸς καὶ τῶν πολλῶν καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εἰ ἀνάσχοιο σιγῇ προέσθαι τὴν μὲν ἀλήθειαν χαλεπῶς πολεμουμένην, τοὺς δὲ ταύτῃ προσ κειμένους ἀγρευομένους, δέλεαρ δὲ τῶν θηρευομένων τὴν σὴν γινομένην προσηγορίαν· κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεβείας οἱ τῆς Ἀρείου βδελυρίας προστάται νεανιεύονται." 2.17 Εὐθὺς ἀκούσας ὁ Πρεσβύτης, τῇ μὲν ἡσυχίᾳ χαίρειν εἰπὼν εἰς καιρόν, τῶν δὲ πολιτικῶν θορύβων οὐκ ἀγωνιάσας τὸ ἄηθες, ἐπὶ τὴν Ἀντιόχειαν ἔτρεχεν. ∆ύο δὲ καὶ τρεῖς ἐξανύσας διὰ τῆς ἐρήμου σταθμοὺς εἴς τι χωρίον, ἑσπέρας καταλαβούσης, ἀφίκετο. Γύναιον δέ τι τῶν εὐπόρων τὸν ἱερὸν ἐκεῖνον ἥκειν πυθομένη χορὸν ἔδραμε αὐτῶν τρυγῆσαι τὴν εὐλογίαν· καὶ πρὸ τῶν ποδῶν καλινδουμένη τὴν οἰκίαν αὐτῆς γενέσθαι καταγώγιον ἠντιβόλει. Εἶξεν ὁ Πρεσβύτης, καὶ ταῦτα πλείονα ἢ τεσσαράκοντα ἔτη τῆς τοιαύτης θέας κεχωρισμένος. Τῆς δὲ θαυμασίας ἐκείνης γυναικὸς περὶ τὴν τῶν ἱερῶν ἐκείνων ἀνδρῶν θεραπείαν διατριβούσης, ἑπτάετες παιδίον, οὗ μόνου μήτηρ οὖσα ἐτύγχανεν ἡ τῆς Σάρρας τὴν φιλοξενίαν ζηλώσασα, ἑσπέρας οὔσης καὶ σκότους, εἰς τὸ φρέαρ κατέπεσεν. Θορύβου δὲ περὶ τούτου, ὡς εἰκός, γενομένου, αἰσθομένη ἡ μήτηρ, ἡσυχίαν μὲν ἅπασιν ἄγειν παρακελεύεται, κάλυμμα δέ τι τῷ φρέατι ἐπιθεῖσα, τῆς διακονίας εἴχετο. Τῆς δὲ τραπέζης τοῖς θείοις ἀνδράσι παρατεθείσης, ὁ θεῖος Πρεσβύτης ἐκέλευσε τὸ τῆς γυναικὸς εἰσκληθῆναι παιδίον καὶ τῆς εὐλογίας μεταλαχεῖν. Τῆς δὲ θαυμασίας γυναικὸς ἀρρωστίᾳ κατέ χεσθαι λεγούσης, ἐπέμενεν ἀχθῆναι τοῦτο παρεγγυῶν. Ὡς δὲ τὸ πάθος ἡ μήτηρ ἐγνώρισε, καταλείπει μὲν τὴν τράπεζαν ὁ Πρεσβύτης, παρὰ δὲ τὸ φρέαρ δραμὼν καὶ τὸ μὲν κάλυμμα περιαιρεθῆναι, φῶτα δὲ κομισθῆναι κελεύσας, ὁρᾷ τὸ παιδίον τῇ ἐπιφανείᾳ τῶν ὑδάτων ἐπικαθήμενον καὶ τῇ χειρὶ παιδικῶς τὰ ὕδατα παίοντα καὶ τὸν νομισθέντα ὄλεθρον παιδιάν τινα καὶ