κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσανεὶ ἐν κοίτῃ τῇ ἡσυχίᾳ εὑρισκόμενοι, τὸ τηνικαῦτα κατανύγητε πρὸς μετάνοιαν. Συμφωνεῖ δὲ τούτοις καὶ ὁ μα κάριος Παῦλος χρησάμενος τῇ μαρτυρίᾳ τοῦ ῥητοῦ τούτου, καὶ προσθείς· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μὴ δίδοτε τόπον τῷ δια 28.892 βόλῳ·» τουτέστι μὴ παρασκευάσητε τὸν Ἥλιον τῆς δικαιοσύνης Χριστὸν, παροργίζοντες αὐτὸν ἐν τῇ τῶν φαύλων λογισμῶν συγκαταθέσει, ἐπιδῦναι τὰς καρδίας ὑμῶν· ἵνα μὴ τῇ ἀναχωρήσει αὐτοῦ εὕρῃ ἐν ὑμῖν τόπον ὁ διάβολος. Περὶ τούτου τοῦ ἡλίου καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· «Τοῖς δὲ φοβουμέ νοις τὸ ὄνομά μου ἀνατελεῖ Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Εἰ δὲ καὶ κατὰ τὸ γράμμα ἐκλάβωμεν τὸ ῥητὸν, οὐδὲ μέχρι δύσεως ἡλίου συγχωρεῖται ἡμῖν φυλάττειν τὴν ὀρ γήν. Τί οὖν ἐροῦμεν περὶ τούτων, οἵτινες τῇ ἀγριό τητι καὶ μανίᾳ τῆς ἐμπαθοῦς διαθέσεως, οὐ μόνον μέχρι δύσεως τούτου τοῦ ἡλίου διατηροῦσι τὴν ὀργὴν, ἀλλὰ καὶ ἐπὶ πλείστας ἡμέρας παρατείνουσιν αὐτὴν παρασιωπῶντες ἀπ' ἀλλήλων, οὐκέτι μὲν διὰ τῶν ῥημάτων ἐκφέροντες αὐτὴν, τῇ δὲ πρὸς ἀλλήλους σιωπῇ τὸν τῆς μνησικακίας ἰὸν εἰς ὄλεθρον αὐτῶν ἐξάπτοντες, ἀγνοοῦντες, ὅτι μὴ μόνον ἐκ τῆς κατ' ἐνέργειαν ἁμαρτίας ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ διάνοιαν, ἵνα μὴ, τῷ σκότει τῆς μνησικακίας ὁ νοῦς ἀμαυρωθεὶς, ἐκπέσῃ τοῦ φωτὸς τῆς γνώσεως, καὶ τῆς διακρίσεως, καὶ στερηθῇ τῆς τοῦ ἁγίου Πνεύματος οἰκήσεως. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις κελεύει ἀφεῖναι τὸ δῶρον ἐπὶ τὸ θυ σιαστήριον, καὶ διαλλάττεσθαι τῷ ἀδελφῷ· ἐπεὶ μὴ δυνατὸν εὐπρόσδεκτον γενέσθαι, θυμοῦ καὶ μνησι κακίας ἐναποκειμένων ἡμῖν. Καὶ ὁ Ἀπόστολος δὲ λέγων ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διὰ λογι σμῶν τοῦτο ἡμᾶς διδάσκει. Περιλείπεται τοίνυν ἢ μη δέποτε προσεύχεσθαι, καὶ κατὰ τοῦτο ὑποδίκους εἶναι τῷ ἀποστολικῷ παραγγέλματι, ἢ σπουδάζοντας φυ λάττειν τὰ προστάγματα, χωρὶς ὀργῆς καὶ μνησικα κίας τοῦτο ποιεῖν. Καὶ ἐπειδὴ πολλάκις λυπηθέντων ἀδελφῶν ἢ ταραχθέντων περιφρονοῦμεν λέγοντες, οὐκ ἐξ ἡμετέρας αἰτίας τούτους λελυπῆσθαι, ὁ τῶν ψυ χῶν ἰατρὸς τὰς προφάσεις τῆς ὀργῆς ῥιζόθεν ἀπὸ καρδίας ἀνασπάσαι βουλόμενος, οὐ μόνον εἰ τύχοι μεν ἡμεῖς λελυπημένοι κατὰ τοῦ ἀδελφοῦ, προστάσ σει ἀφιέναι τὸ δῶρον, καὶ διαλλάττεσθαι τούτῳ· ἀλλὰ καὶ εἰ αὐτὸς λελύπηται καθ' ἡμῶν δικαίως ἢ ἀδίκως, τοῦτον διὰ τῆς ἀπολογίας θεραπεύειν, καὶ τότε προσφέρειν τὸ δῶρον. Ἀλλὰ τί ἐπιπολὺ τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παραγγέλμασιν ἐνδια τρίβομεν, ἐξὸν καὶ ἀπὸ τοῦ παλαιοῦ νόμου μαθεῖν τοῦτο, ὃς, καὶ συγκατάβασιν τῆς ἀκριβείας ἔχειν δοκῶν, τάδε φησί· «Μὴ μισήσῃς τὸν ἀδελφόν σου ἐν τῇ καρδίᾳ σου·» καὶ πάλιν· «Ὁδοὶ μνησικάκων εἰς θάνατον.» Καὶ ἐνταῦθα γὰρ οὐ μόνον τὴν κατ' ἐνέργειαν, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν ὀργὴν κω λύει καὶ κολάζει. ∆ιὸ προσήκει, τοῖς θείοις νόμοις ἀκολουθοῦντας, πάσῃ δυνάμει ἀγωνίζεσθαι κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, καὶ κατὰ τῆς ἔνδον ἐν ἡμῖν ἀποκειμένης νόσου· καὶ μὴ, κατὰ τῶν ἀνθρώπων τὸν θυμὸν κινοῦντας, ἐρημίαν καὶ μόνωσιν μεταδιώ 28.893 κειν· ὡς ἐκεῖ δῆθεν, καὶ μηδενὸς ὄντος τοῦ κινοῦν τος ἡμᾶς εἰς ὀργὴν, εὐκόλως ἐν τῇ μονώσει ἡ ἀρετὴ τῆς μακροθυμίας κατορθωθήσεται· ἀπὸ γὰρ τῆς ὑπερηφανίας καὶ τοῦ μὴ θέλειν μέμφεσθαι ἑαυτοὺς καὶ ἐπιγράφειν τῇ ἰδίᾳ ῥᾳθυμίᾳ τὰς αἰτίας τῆς ὀρ γῆς, τὴν ἐκ τῶν ἀδελφῶν ἀλλοτρίωσιν ἐπιποθοῦμεν. Ἕως ὅτε τοίνυν τῆς ἡμετέρας ἀσθενείας τὰς αἰτίας ἄλλοις ἐπιγράφομεν, ἀδύνατον ἡμᾶς πρὸς τὴν τε λείωσιν τῆς μακροθυμίας φθάσαι. Τὸ γὰρ κεφά λαιον τῆς ἡμετέρας διορθώσεως, οὐκ ἐκ τῆς τῶν πλησίον μακροθυμίας τῆς πρὸς ἡμᾶς γινομένης κατορθοῦται, ἀλλ' ἐκ τῆς ἡμετέρας πρὸς τὸν πλησίον μακροθυμίας καὶ ἀνεξικακίας. Ὅταν δὲ τὸν τῆς μα κροθυμίας ἀγῶνα
16