ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξηγεῖται λέγων· Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα· Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ ... Ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνη. Κἀνταῦθα γάρ μοι δοκεῖ Ποσειδῶνα μὲν εἰπεῖν τὴν ὑγρὰν οὐσίαν, Ἀπόλλωνα δὲ τὸν ἥλιον, καὶ Ἥραν τὸν ἀέρα, χρυσηλάκατον δὲ κελαδεινὴν τὴν σελήνην, Ἥφαιστόν τε τὸ πῦρ, τὸν δέ γε ποταμὸν ὡς ἐν τάξει δέχεσθαι τοῦ ψυχροῦ. 1.37 Ἀλλ' εἰ καὶ πολὺ λίαν παρ' αὐτῷ τὸ φιλόμυθον, ἀλλ' οὖν οὐκ ἠγνοηκότα παντελῶς εὑρήσομεν τὴν ἀλήθειαν· ἔφη γάρ που πάλιν· ... οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα ... Οὐ γάρ πού φησιν εἰ καὶ θεῶν τις ὑπόσχοιτό μοι τοῦ μὲν γήρως τὴν ἀπεμπολήν, παλινάγρετον δὲ τὴν νεότητα· τετήρηκε δὲ τὸ χρῆμα μόνῳ τῷ ἐπὶ πάντας Θεῷ, μόναις ἀνατιθεὶς ταῖς αὐτοῦ δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀμογητί, καὶ τὰ ἐλπίδος ἐπέκεινα καὶ λόγου τοῦ καθ' ἡμᾶς. Οὐδ' εἴ μοι φησίν ὑποσταίη θεὸς αὐτός· τὸ γάρ τοι Θεὸς αὐτός οὐκ ἐφ' ἕνα τῶν ἐν μύθοις πεπλασμένων τινά, αὐτὸν δὲ δὴ μόνον κατασημήνειεν ἂν τὸν ἀληθῶς ὄντα Θεόν. Ἀλλ' Ὁμήρῳ μὲν ὡδὶ φρονεῖν τε καὶ λέγειν ἐδόκει, ἴωμεν δὲ καὶ ἐπ' αὐτοὺς ἤδη τοὺς σοβαροὺς καὶ κατωφρυωμένους, δοκησισοφίας τε δόξαν λαχόντας οὐκ ἀγεννῆ παρά γε τοῖς Ἑλλήνων παισί. 1.38 Πορφύριος μὲν οὖν, ὁ πικροὺς ἡμῶν καταχέας λόγους, καὶ τῆς Χριστιανῶν θρησκείας μονονουχὶ κατορχούμενος, τοὺς ὠνομασμένους σοφούς, τὸν ἀριθμὸν ὄντας ἑπτά, τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε· γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Φιλοσόφου ἱστορίας· Ἐννέα δὲ ὄντων, ἑπτὰ κληθῆναι σοφοὺς ἐξ αἰτίας τοιαύτης. Ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων, συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι· τοῦ δὲ ἁλιέως ἰχθῦς, ἀλλὰ μὴ τρίποδα πεπρακέναι λέγοντος, καὶ τῶν νεανίσκων εἰς τὴν αὑτῶν τύχην ἀναφερόντων τὴν εὕρησιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι· τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ σοφῷ, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη, ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπεριαχθέντος καὶ πάλιν ὑποστρέψαντος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦτον γὰρ εἶναι πάντων τὸν σοφώτατον. Ὁποῖαι τοίνυν αὐτῶν αἱ δόξαι γεγόνασιν, ἐπὶ καιροῦ λελέξεται πρὸς ἡμῶν· Θάλης μὲν οὖν ὁ Μιλήσιος νοῦν τοῦ κόσμου φησὶν εἶναι τὸν θεόν, ∆ημόκριτος δὲ ὁ Ἀβδηρίτης συμφέρεται κατά τι, προσεπάγει δέ τι καὶ ἕτερον· νοῦν μὲν γὰρ εἶναι τὸν θεὸν ἰσχυρίζεται καὶ αὐτός, πλὴν ἐν πυρὶ σφαιροειδεῖ, καὶ αὐτὸν εἶναι τὴν τοῦ κόσμου ψυχήν. Ἀναξίμανδρος δὲ οἶμον ὥσπερ ὁλοτρόπως ἑτέραν ἰὼν θεὸν διορίζεται εἶναι τοὺς ἀπείρους κόσμους, οὐκ οἶδ' ὅ τι λέγων. 1.39 Ὁ δὲ πλείστην ἔχων καὶ οὐκ ἔξω θαύματος εἰς βασάνους ἐννοιῶν τὴν δείνωσιν, τὸν Ἀριστοτέλη λέγω τὸν Σταγειρίτην, τὸν Πλάτωνος φοιτητήν, εἶδος μὲν χωριστὸν ὀνομάζει τὸν θεόν, ἐπιβῆναι δὲ διατείνεται τῇ τοῦ παντὸς σφαίρᾳ. Καὶ μὴν καὶ οἱ καλούμενοι στωϊκοὶ θεὸν εἶναί φασι πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου. Γεγράφασι δὲ περὶ τούτων Πλούταρχός τε καὶ ἕτεροι τῶν παρ' αὐτοῖς λογάδων, καὶ ὁ θρασὺς καθ' ἡμῶν Πορφύριος. Ἆρ' οὖν οὐ διάφοροι μὲν ἀλλήλοις εἰσί, στοχασταὶ δὲ μᾶλλον ἢ τῆς ἀληθείας διαγνώμονες οἱ πολυτρόποις οὕτω δόξαις καταμεθύοντες; Καίτοι τοὺς ἀληθῶς τε καὶ ἀπλανῶς ἐγνωκότας κατ' οὐδένα τρόπον ταῖς ἀλλήλων ἐννοίαις ἐχρῆν ἀντιφέρεσθαι, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Ἀλλ' ἐρεῖ πρὸς τοῦτο, οἶμαί, τις· Τί οὖν, ὦ τᾶν; Οὐ γὰρ αἱρέσεις εἰσὶ πολλαὶ καὶ παρ' ὑμῖν