Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγα γόντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγο μένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν.
{ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΜΕΤΑ ΘΕΟ∆ΩΡΑΣ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ.}
Τῷ #22τλθʹ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ τῆς θείας σαρκώσεως ωλθʹ, ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς Θεοφίλου σὺν τῇ μητρὶ αὐτοῦ Θεο 811 δώρᾳ, ἔτη δεκαπέντε, μόνος δὲ ἔτη δέκα καὶ σὺν Βασιλείῳ ἔτος ἕν. ὅστις τὴν πατρῴαν βασιλείαν διαδεξάμενος, τὴν δὲ θεοστυγῆ παρεισφρήσασαν τῇ ἐκκλησίᾳ καὶ δεινῶς ἐπικωμάσασαν νέαν θρη σκείαν εὖ μάλα γνησίως ἀποσεισάμενος, τὴν ἔκπαλαι Θεοφιλῆ καὶ θεοβράβευτον ἱεράν τε καὶ ὀρθοτάτην πίστιν ἀνεκήρυξεν. ἡ δὲ Θεοδώρα οὕτως ἦν πιστὴ καὶ ὀρθόδοξος ὡς καὶ τοῦ ἀνδρὸς αὐτῆς ἔτι περιόντος λάθρα τὰς ἁγίας εἰκόνας τιμᾶν καὶ προσκυνεῖν. ἥτις γνώμῃ μὲν ἑαυτῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανι κλείου καὶ λογοθέτου, ἐξελαύνει τε τῆς ἐκκλησίας καὶ τῆς πόλεως τὸν πατριάρχην Ἰωάννην σὺν τοῖς περὶ αὐτὸν ὄντας, περιορίσασα τοῦτον ἐν τῷ Στενῷ εἰς τὸ Κλειδίον οὕτως καλούμενον. λέγεται δὲ καὶ σύντεκνον αὐτῆς εἶναι. εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον μοναχὸν ὄντα, καὶ πατριάρχην ἀποκαθιστᾷ. καὶ πάντας τοὺς ὑπὸ Θεοφίλου ἐξορίστους μοναχοὺς καὶ ἐπισκόπους ἑνώσασα τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν ἐκκλησίαν εἰρήνευσεν τῇ πρώτῃ κυριακῇ τῶν ἁγίων νηστειῶν. εἰ γὰρ καὶ νήπιος ἐτύγχα νεν ὁ βασιλεύς, ἀλλ' ὁ ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτησάμενος αἶνον αὐτὸς καὶ τοῦτον παρεσκεύασε τὴν ἀλήθειαν τοῦ θείου δόγματος ἀνυμνῆσαι καὶ φανερῶσαι πρὸς δόξαν τοῦ δι' ἄκραν εὐσπλαγχνίαν σαρκωθέντος θεοῦ λόγου καὶ τοῖς ἀνθρώποις ἐπὶ γῆς ὀφθέντος καὶ συναναστραφέντος κατὰ τὴν ἱερὰν χρησμο 812 λογίαν. 2 σύνοδον γὰρ ἁγίων καὶ θεηγόρων πατέρων ἐν Κων σταντινουπόλει συναθροίσας, ὑφ' ὧν ἡ τῶν κακῶν καὶ δυσωνύμων εἰκονομάχων κάκιστος αἵρεσις ἀκριβῶς ἐλεγχθεῖσα καὶ τὰ βδελυρὰ ταύτης ληρήματα διαρρήδην ἀνατραπέντα, φαιδρῶς ὁ τῆς ὀρθο δοξίας λόγος ἀνέτειλεν ὥσπερ ἔκ τινων μυχαιτάτων καὶ δυσδιεξο δεύτων λαβυρίνθων καὶ σκοτεινῶν βαράθρων καὶ τῆς ἐξαγίστου καὶ πεφαυλισμένης αἱρέσεως. καὶ οὕτως ὁ μὲν ταύτης ἔξαρχός τε καὶ διδάσκαλος σὺν τοῖς ὁμόφροσιν αὐτοῦ διώκταις καὶ ὑβρισταῖς, ὡς τῆς ἀληθείας ἀντίθετοι καὶ ψεύδους προστάται, ὡς λυσσώδεις λύκοι καὶ τῆς μυσαρᾶς καὶ δαιμωνιώδους τῶν Μανιχαίων θρη σκείας, ἀφ' ὧν καὶ τὴν ἀφορμὴν καὶ τὴν ἀρχὴν εἰλήφασιν, ἐκ διώκεται, ἀντεισάγεται δὲ κοινῇ ψήφῳ καὶ θείᾳ προβολῇ τε καὶ χάριτι Μεθόδιος ὁ ἀοίδιμος καὶ τῆς ὀρθοτομίας καὶ ὀρθοδοξίας πρόμαχος, ὅς γε πάσας ὡς ἔπος εἰπεῖν τὰς διαβολὰς καὶ τὴν ὀλέ θριον κατὰ τῶν ἱερῶν εἰκόνων μεθοδείαν καὶ τὴν βέβηλον κενο φωνίαν τῶν αἱρεσιαρχῶν καὶ φοιτητῶν τῆς ἐκείνων κακονοίας καὶ φρενοβλαβείας ἄριστα καὶ σαφέστατα διελέγξας καὶ ἀνατρέψας, 813 εἰ καί τις ἄλλος· καὶ διὰ τοῦτο πολλοὺς προϋπέστη διωγμοὺς καὶ κινδύνους καὶ θλίψεις πολλὰς καὶ κακάς, ἐξ ἐπιμέτρου δὲ σφόδρα ὑπὸ τοῦ θεηλάτου Θεοφίλου. 3 τίς γὰρ ἀριθμήσει τοὺς ποι κίλους καὶ ἀλλεπαλλήλους διωγμοὺς καὶ πειρασμοὺς καὶ τὰς ἀφεγ γεῖς κατακλείσεις καὶ τοὺς ζοφώδεις βόθρους καὶ τὰς τῶν ἀναγ καίων περιστάσεις, φίλων τε καὶ ὁμοφρόνων στερήσεις, καὶ τὰς ἄλλας συμφορὰς ἃς ἔτλη γενναίως καὶ προθύμως παρὰ τῶν ἀνο σίων, ἀεὶ περιφέρων ἐναργῶς εἰς τύπον καὶ ὑπογραμμὸν ὑπομονῆς τοῖς φερεπόνοις, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις προδή λως γενόμενος. καὶ οὕτως ὁ θεσπέσιος τὴν ἐκκλησίαν εὐδοκίᾳ θεοῦ παραλαβών, καὶ συνεργούντων τῶν θεοφόρων πατέρων, ὁ μὲν οἶκος τοῦ θεοῦ, τὸ σύστημα τῶν ὀρθοδόξων ἐπορεύετο καὶ θείᾳ ῥώμῃ σαφῶς ἐκραταιοῦτο καὶ διέπρεπεν ἔργῳ καὶ λόγῳ, ὁ δὲ τῶν αἱρετιζόντων σύλλογος καὶ ἡ Ἰουδαϊκὴ τῷ ὄντι σπεῖρα καὶ συμμορία κατῃσχύνετο κομιδῇ καὶ ἠσθένει προφανῶς ἐπιστομιζο