τῷ τραχήλῳ οἰ κείαις χερσί, καὶ πληγὰς ταῖς σιαγόσιν αὐτοῦ ἐμφορήσας, συνεσπασμένοις δακτύλοις αἱμάξας αὐτοῦ τὰς ῥῖνας, ἐπιψοφῶν 38 τῇ φωνῇ· "Αἱρετικέ, ἀναθεμάτισον Ὠριγένην"· μηδενὸς προ κειμένου πλὴν τῆς ἀξιώσεως ἕνεκεν Ἰσιδώρου. τοιοῦτον γὰρ οἱ θυμοί, καθάπερ οἱ κύνες, τυφλὰ τίκτουσι καὶ τὰ πράγματα καὶ τὰ ῥήματα. οὕτως οὖν αἱματόφυρτοι καὶ ἀναπόκριτοι ὑπο στρέψαντες εἰς τὰς μονὰς αὐτῶν, εἴχοντο τῆς προκειμένης ἀσκήσεως, τῇ μαθήσει τὴν φύσιν ὀξύναντες, δι' ὧν ἡ σωτηρία προσγίνεται, ἔλαττον φροντίσαντες τῆς τούτου μανίας, τῷ μηδὲν ἑαυτοὺς συνειδέναι κακόν. <ΚΕΦΑΛΑΙΟΝ Ζʹ> Πρὸς τούτοις οὐκ ἠρεμήσας ὁ Θεόφιλος ἀποστέλλει πρὸς τοὺς ἐκ γειτόνων ἐπισκόπους, καὶ συγκροτεῖ κατὰ τῶν μοναχῶν συνέδριον· οὔτε δὲ καλέσας αὐτοὺς εἰς ἀπολογίαν, οὔτε μετα δοὺς λόγου, ἀποκηρύττει τρεῖς ἄνδρας τοὺς ἐπ' ἐξοχῆς (φοβηθεὶς ἀθρόως κατὰ τοῦ πλήθους ἐξενεγκεῖν τὴν τιμωρίαν), σχηματι σάμενος δογμάτων παραφθοράν. καὶ οὓς πολλάκις ὑπὲρ ἐπι σκόπων ἐτίμησεν ὡς διδασκάλους διὰ τὸν βίον, διὰ τὸν λόγον, διὰ τὸν χρόνον, τούτους οὐκ ᾐδέσθη γόητας ὀνομάζων διὰ τὴν πρὸς Ἰσίδωρον σχέσιν. καὶ μετὰ τὸ ἀποκηρῦξαι, ἐξ αὐτοῦ τοῦ ὄρους ἀλείφει ἀνθρωπάρια πέντε, ἃ μηδέποτε ἐν συλλόγῳ τῶν τῆς ἐρήμου γερόντων ἔστησαν-ὀκνῶ λέγειν ἀνάξια καὶ θυρωρίου· καὶ τὸν μὲν χειροτονεῖ ἐπίσκοπον, ἐγκατατάξας κωμυδρίῳ, πόλιν οὐκ ἔχων (ἀδεῶς γὰρ καὶ τὰς καινοτομίας εἰργάζετο, ἄλλον ἑαυτὸν Μωϋσέα ὀνομάζων), τὸν δὲ πρεσβύ τερον, τοὺς δὲ τρεῖς διακόνους, οὐκ ὄντας τῶν Αἰγυπτίων, ἀλλὰ διαφόρων τόπων (ὁ μὲν γὰρ ἦν Λίβυς, ὁ δὲ Ἀλεξανδρεύς, ὁ δὲ Φαρανίτης, ὁ δὲ Παραλεώτης). διὸ καὶ ὑπήκουσαν αὐτοῦ τῇ ματαιοπονίᾳ, τὸ ἀνέλπιστον ἔχοντες τῶν τῆς πατρίδος ἐνεχύρων. καὶ παρασκευάζει αὐτοὺς δοῦναι λιβέλλους κατὰ τῶν τριῶν 39 ἐκείνων, αὐτὸς ὑφάνας τοὺς λόγους τῆς συκοφαντίας, τούτων μόνον συνεισενεγκάντων τὸ ὑπογράψαι. μετὰ τοῦτο λαβὼν τοὺς λιβέλλους παρ' αὐτῶν ἐπὶ τῆς ἐκκλησίας, εἰσέρχεται πρὸς τὸν αὐγουστάλιον καὶ ἀποτίθεται κατ' αὐτῶν ἐντυχίαν ἐκ προσώπου οἰκείου ὁ ἀρχιερεὺς τῆς Αἰγυπτιακῆς διοικήσεως, συμ πλέξας καὶ τοὺς τῆς συκοφαντίας λιβέλλους, καὶ ἀξιοῖ στρα τιωτικῇ βοηθείᾳ ῥιφῆναι τοὺς ἄνδρας ἀπὸ πάσης Αἰγύπτου. λαβὼν δὲ σχήματι τὸν στρατιώτην, ἅμα τῷ προστάγματι, συναθροίζει πλῆθος πλημμελῶν εὐκόλως περὶ τὰς ἀξίας, καὶ ἐπισκιρτᾷ τοῖς μοναστηρίοις ἀθρόᾳ νυκτί, οἰνοφλυγήσας τοὺς παῖδας τοὺς σὺν αὐτῷ. καὶ πρῶτον μὲν τὸν τούτων ἀδελφὸν ∆ιόσκορον, ἅγιον ἐπίσκοπον ὄντα τοῦ ὄρους, κελεύει τοῦ θρόνου ῥιφῆναι, συρέντα δι' οἰκετῶν Αἰθιόπων-καὶ αὐτῶν τάχα ἀκμὴν ἀφωτίστων, λαβὼν αὐτοῦ τὴν παροικίαν, ἣν ἀπὸ τῆς παρουσίας Χριστοῦ εἶχεν ἡ τοῦ ∆ιοσκόρου πόλις. μετὰ τοῦτο λαφυρα γωγεῖ τὸ ὄρος, μισθὸν τοῖς νεωτέροις τὰ μικρὰ πράγματα τῶν μοναχῶν διδούς. σκυλεύσας δὲ τὰς κέλλας ἐπιζητεῖ τοὺς τρεῖς ἐκείνους, οὓς κεχαλάκεισαν ἐν φρέατι, ψίαθον ἐπιθέντες τῷ στομίῳ· μὴ εὑρὼν δὲ αὐτοὺς ἐμπίπρησιν αὐτῶν φρυγάνοις τὰς κέλλας, συγκαύσας τὰς βίβλους πάσας ἐνδιαθέτους καὶ σπου δαίας, καὶ παιδίον ἕν, ὡς ἔφασαν οἱ ἑωρακότες, καὶ τὰ σύμβολα τῶν μυστηρίων. οὕτως οὖν λωφήσας τῆς ἀλόγου ὀργῆς κατα λαμβάνει πάλιν τὴν Ἀλεξάνδρειαν, δοὺς χώραν φυγῆς τοῖς ἁγίοις ἐκείνοις· οἵτινες ἐξαυτῆς λαβόντες αὐτῶν τὰς μηλωτὰς ἐξέρχονται εἰς τὴν Παλαιστίνην, Αἰλίαν καταλαβόντες· οἷς συνεξῆλθον σὺν πρεσβυτέροις καὶ διακόνοις τοῦ ὄρους τρια κόσιοι τῶν μοναχῶν σπουδαίων, οἱ δ' ἕτεροι διαφόροις διεσπά ρησαν τόποις. τούτων μὴ φέρων τὴν ἰδιοπραγίαν "ὁ σκολιὸς" τὸν δρόμον "ὄφις" ἀνασείει πάλιν κατ' αὐτῶν τὸν Θεόφιλον· 40 ὃς ἀναβρασθεὶς ὑπὸ τῆς ὀργῆς χαράσσει γράμματα πρὸς τοὺς τῆς Παλαιστίνης ἐπισκόπους, λέγων· "Οὐκ ἔδει μὲν ὑμᾶς παρὰ γνώμην μου ἐν ταῖς πόλεσιν ὑποδέξασθαι τούτους· ἐπειδὴ δὲ ἠγνοήσατε, συγγνώμην ὑμῖν νέμω. τοῦ λοιποῦ τοίνυν φροντί σατε, μήτε εἰς ἐκκλησιαστικόν, μήτε εἰς ἰδιωτικὸν τούτους ὑπο δέξασθαι τόπον." οὐ μόνον λέγων, ἀλλὰ καὶ φανταζόμενος εἶναι θεός, τῇ