φεύγοντες τὴν ἔρημον καταδιώκω μεν καὶ τὴν μόνωσιν, ὅσα δ' ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάνουσι. Καὶ γὰρ ἡ ἔρημος καὶ ἡ ἀναχώρησις τοῖς μήπω παθῶν ἀπηλλαγμένοις οὐ μόνον φυλάττειν ἐπίσταται τὰ ἐλαττώματα, ἀλλὰ καὶ ἐπικαλύπτειν ταῦτα οἶδε. Καὶ οὐδὲ ἐπαισθάνεσθαι αὐτοὺς συγχωρεῖ ποίῳ πάθει ἡττῶνται· τοὐναν τίον δὲ φαντασίαις αὐτοὺς ὑποβάλλει, κατωρθωκέ ναι αὐτοὺς πείθει τήν τε μακροθυμίαν καὶ τὴν ταπείνωσιν, ἕως μὴ πάρεστιν ὁ τούτους ἐρεθίζων καὶ δοκιμάζων· ὅταν δὲ συμβῇ πρόφασις τού τους κινοῦσα, καὶ γυμνάζουσα, εὐθέως τὰ ἐναποκεί μενα πάθη καὶ τὸ πρὶν λανθάνοντα, ὥσπερ ἵπποι ἀχαλίνωτοι, ἐκ τῶν ἰδίων ἀφετηρίων ἐκπηδήσαν τες, καὶ τῇ μακρᾷ ἡσυχίᾳ καὶ σχολῇ τραφέντες, σφο δρότερον καὶ ἀγριώτερον πρὸς ὄλεθρον κατασύρουσι τὸν ἴδιον ἐπιβάτην. Πλέον γὰρ ἀγριοῦται ἐν ἡμῖν τὰ πάθη ἀργοῦντα τῆς ἐξ ἀνθρώπων γυμνασίας, καὶ αὐτὴν τὴν σκιὰν τῆς ὑπομονῆς καὶ μακροθυμίας, ἣν εἰκονικῶς δοκοῦμεν ἔχειν, ἀναμεμιγμένην τοῖς ἀδελ φοῖς τῇ ἀμελείᾳ τῆς ἀγυμνασίας, καὶ τῆς μονώσεως ἀπόλλυμεν. Ὥσπερ γὰρ τὰ ἰοβόλα τῶν θηρίων ἐν ἐρημίᾳ, καὶ ἐν ταῖς ἰδίαις κοίταις ἡσυχάζοντα, τότε τὴν ἰδίαν μανίαν ἐπιδείκνυνται, ὅταν λάβωνταί τινος προσεγγίζοντος· οὕτω καὶ οἱ ἐμπαθεῖς ἄνθρωποι οὐκ ἀρετῆς διαθέσει, ἀλλὰ τῇ τῆς ἐρημίας ἀνάγκῃ ἡσυ χάζοντες, τότε τὸν τῆς ψυχῆς ἰὸν ἐξεμοῦσιν, ὅταν δράξωνται τοῦ προσεγγίζοντος καὶ ἐρεθίζοντος. Καὶ τούτου χάριν τοῖς τελείωσιν πραότητος ἐπιζητοῦσι σπουδῇ πάσῃ ὀφείλει μὴ μόνον πρὸς ἀνθρώπους μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ πρὸς τὰ ἄλογα, μηδὲ πρὸς τὰ ἄψυχα πράγματα. Μέμνημαι γὰρ ἐγὼ ἡνίκα ἐν ἐρήμῳ διέτριβον κατὰ καλάμου τὸν θυμὸν κινήσας, τῆς παχύτητος τούτου ἢ λεπτότητος ἀπαρεσάσης μοι· καὶ κατὰ ξύλου πάλιν, ὅταν κόψαι τοῦτο θελή σας, μὴ ταχέως ἐδυνήθην· καὶ πάλιν κατὰ λίθου πυρεκβόλου, ὅταν, σπουδάζοντός μου ἐκβάλλειν τὸ πῦρ, μὴ ταχέως ὁ σπινθὴρ ἐξεπήδησεν, οὕτω τῆς ὀργῆς ἐπιταθείσης, ὡς κατὰ τῶν ἀναισθήτων, καὶ ἀψύχων πραγμάτων ταύτην ἐκφέρειν. Εἰ τοίνυν ἐπι ποθοῦμεν τυχεῖν τοῦ μακαρισμοῦ τοῦ Χριστοῦ, οὐ μόνον τὴν κατ' ἐνέργειαν ὀφείλομεν ὀργὴν κωλῦσαι, καθὰ εἴρηται, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ 28.896 τοσοῦτον ὠφελεῖ τὸ κρατεῖν τοῦ στόματος, καὶ μὴ ἐκφέρειν ῥῆμα μανιῶδες, ὅσον τὸ καθαρίζειν τὴν καρδίαν ἀπὸ μνησικακίας, καὶ μὴ ἀνατρέφειν πονη ροὺς λογισμούς. Τὰς ῥίζας γὰρ τῶν ἁμαρτημάτων ἐκκόπτειν παραγγέλλει ἡ εὐαγγελικὴ διδασκαλία, ἤπερ τοὺς καρπούς· τῆς ῥίζης γὰρ τοῦ θυμοῦ ἐκκο πείσης ἀπὸ τῆς καρδίας, οὔτε μῖσος, οὔτε φθόνος εἰς ἔργον προαχθήσεται· καὶ γὰρ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστὶ, φονεύων αὐτὸν ἐν τῇ δια θέσει τοῦ μίσους. Ἀναιρεθέντος Θεὸς ἀφορᾷ· οὗτινος τὸ αἷμα, οὐ διὰ ξίφους ἐκχυθὲν, ἄνθρωποι βλέπουσιν, ἀλλὰ τῇ διαθέσει τοῦ μίσους ἀναιρεθέντος. Θεὸς ἄρα οὐ μόνον ὑπὲρ πράξεων, ἀλλὰ καὶ ὑπὲρ λογισμῶν καὶ ὑπὲρ προαιρέσεων ἑνὶ ἑκάστῳ στεφάνους ἢ τιμωρίας ἀποδιδοὺς, καθὼς αὐτὸς διὰ τοῦ προφήτου φησίν· «Ἐγὼ ἔρχομαι συναγαγεῖν τὰ ἔργα, καὶ τοὺς λογι σμοὺς, καὶ τὰς ἐνθυμήσεις αὐτῶν.» Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· «Μεταξὺ ἀλλήλων τῶν λογι σμῶν κατηγοροῦντες [κατηγορούντων], ἢ καὶ ἀπο λογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.» Αὐτὸς δὲ ὁ ∆εσπότης, διδάσκων ἡμᾶς, ὅτι δεῖ πᾶσαν ὀργὴν ἀποτίθεσθαι, φησὶν ἐν τοῖς Εὐαγγελίοις· «Ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει.» Οὕτω γὰρ τῶν ἀντιγράφων τὰ ἀκριβῆ περιέχει· τὸ γὰρ εἰκῆ, ἐκ προσθήκης ἐτέθη· καὶ τοῦτο δῆλον ἐκ τοῦ προ κειμένου λήμματος τῆς Γραφῆς. Ὁ γὰρ σκοπὸς τοῦ Κυρίου τὴν ῥίζαν, καὶ τὸν σπινθῆρα τῆς ὀργῆς ἀπο κόπτειν πᾶσι τρόποις ἡμᾶς βούλεται, καὶ μήτε μίαν πρόφασιν ὀργῆς ἐν αὐτοῖς διαφυλάττειν· ἵνα μὴ εὐλόγως δῆθεν τὴν ὀργὴν κινούμενοι, ὕστερον τῇ μα νίᾳ τοῦ ἀλόγου θυμοῦ περιπέσωμεν. Τῆς δὲ νόσου ταύτης τελεία ἰατρεία αὐτή ἐστι,
17