αὐτοῖς, καὶ κατασχίζονταί τινες εἰς τὸ ἕτερά τε καὶ ἕτερα φρονεῖν καὶ λέγειν; Ἀλλ' οἵ γε, ὦ βέλτιστε, φαίην ἄν τῶν ἱερῶν ἡμῖν δογμάτων πρῶτοί τε καὶ ἐν ἀρχαῖς διδάσκαλοι γεγονότες ὁμολογοῦσιν ἀλλήλοις ἅπαντες, καὶ τοῖς πρώτοις συμβαίνουσιν οἱ διὰ μέσου καὶ τελευταῖοι. Οὐ γὰρ ἕτερα ὁ Μωσῆς πεφρόνηκεν, οἱ δὲ μετ' αὐτὸν μαχόμενα τοῖς αὐτοῦ δεδιδάχασιν, ἀλλ' εἷς, ὡς ἔφην, παρὰ πάντων περὶ Θεοῦ λόγος μέχρι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν. 1.40 Ἕνα γὰρ πάντες ὁμολογοῦσι τὸν ἐπὶ πάντας καὶ διὰ πάντων καὶ ἐν πᾶσι Θεόν, ἄναρχόν τε καὶ ἀΐδιον, ἀγέννητον, ἄφθαρτον, ζωὴν καὶ ζωοποιόν, οὐρανοῦ τε καὶ γῆς ποιητὴν καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς. Εἰ δὲ δή τινες τῶν μετ' ἐκείνους, οὐ συνέντες τὰ αὐτῶν, διημαρτήκασι τἀληθοῦ, οὐκ ἐκείνοις μᾶλλον, ἕψεται δὲ τούτοις κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμὸν ἡ τοῦ πεπλανῆσθαι γραφή. Εἰ μὲν οὖν οἱ τῆς ἐνούσης αὐτοῖς ἀβελτηρίας εὑρεταὶ καὶ τῶν ἀνοσίων δογμάτων καθηγηταὶ γεγονότες ταῖς ἀλλήλων συνηνέχθησαν δόξαις, δεικνύτωσαν καὶ πεπαύσομαι. Εἰ δὲ αὐτοὶ πρὸς ἀλλήλους οἱ πρῶτοι διάφοροί τέ εἰσι καὶ ἑτερογνώμονες, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἔξω βαίνουσιν τρίβου τῆς ἐπ' εὐθύ, καὶ πεπλάνηνται; Εἰ γὰρ δὴ βούλοιτό τις εὖ μάλα διαμαθεῖν τὸν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχοντα λόγον περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ, τὴν τίνος ἂν εἰσδέξηται δόξαν καὶ οὐκ ἂν ἁμάρτοι σκοποῦ; Θάλης μὲν γὰρ καὶ Ἀναξίμανδρος, ἕτεροί τε ὧν ἀρτίως διεμνημονεύσαμεν, εἰκῆ πεφλυαρηκότες ἁλοῖεν ἄν. Πυθαγόρας δὲ καὶ Πλάτων, διατετριφότες ἐν Αἰγύπτῳ καὶ πολλοῖς τοῖς αὐτόθι περιτυγχάνοντες, ἅτε δὴ φιλομαθεστάτω τε ὄντε καὶ φιλοΐστορε, οὐκ ἠγνοησάτην τὴν Μωσέως ἀρετήν· ἦν γὰρ Αἰγυπτίοις τὰ κατ' αὐτὸν οὐκ ἐν μετρίῳ θαύματι. Ἐντεῦθεν οἶμαι τὸν περὶ Θεοῦ λόγον οὐκ ἀκόμψως ἐκμεμαθηκότας ἐπιεικέστερόν πως παρὰ τοὺς ἄλλους τὰ περὶ αὐτοῦ δοξάσαι καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν. Εὑρήσομεν δὲ καὶ τῶν Ἀθήνησί τινας τοῖς παρ' αὐτῶν εὖ ἔχειν ὑπειλημμένοις συνενηνεγμένους. 1.41 Οἶμαι δὲ δεῖν ἀξιῶσαι λόγου καὶ μνήμης τὸν Αἰγύπτιον Ἑρμῆν, ὃν δὴ καὶ Τρισμέγιστον ὠνομάσθαι φασί, τετιμηκότων αὐτὸν τῶν κατ' ἐκεῖνο καιροῦ καί, καθά τισι δοκεῖ, τῷ ἐκ ∆ιὸς καὶ Μαίας μυθολογουμένῳ γενέσθαι παρεικαζόντων αὐτόν· οὑτοσὶ τοιγαροῦν ὁ κατ' Αἴγυπτον Ἑρμῆς, καίτοι τελεστὴς ὢν καὶ τοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσας ἀεί, πεφρονηκὼς εὑρίσκεται τὰ Μωσέως, εἰ καὶ μὴ εἰς ἅπαν ὀρθῶς καὶ ἀνεπιλήπτως, ἀλλ' οὖν ἐκ μέρους· ὠφέληται γὰρ καὶ αὐτός. Πεποίηται δὲ καὶ τούτου μνήμην ἐν ἰδίαις συγγραφαῖς ὁ συντεθεικὼς Ἀθήνησι τὰ ἐπίκλην Ἑρμαϊκὰ πεντεκαίδεκα βιβλία· γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ περὶ αὐτοῦ, εἰσκεκόμικε δέ τινα τῶν ἱερουργῶν λέγοντα· Ἵν' οὖν ἔλθωμεν εἰς τὰς ὁμοίας, ἆρ' οὐχὶ καὶ τὸν ἡμέτερον Ἑρμῆν ἀκούεις τήν τε Αἴγυπτον εἰς λῆξιν καὶ κληροὺς ἅπασαν τεμεῖν, σχοίνῳ τὰς ἀρούρας καταμετροῦντα, καὶ διώρυχας τεμέσθαι ταῖς ἐπαρδεύσεσι, καὶ νομοὺς θεῖναι, καὶ τὰς χώρας ἀπ' αὐτῶν προσειπεῖν, καὶ καταστήσασθαι τὰς συναλλάξεις τῶν συμβολαίων, καὶ νεωστὶ φύσασθαι κατάλογον τῆς τῶν ἄστρων ἐπιτολῆς, καὶ βοτάνας τεμεῖν, καὶ πρός γε ἀριθμοὺς καὶ λογισμοὺς καὶ γεωμετρίαν ἀστρονομίαν τε καὶ ἀστρολογίαν, καὶ τὴν μουσικὴν καὶ τὴν γραμματικὴν ἅπασαν εὑρόντα παραδοῦναι. Ποιήσομαι τοίνυν τῶν ἑκάστου δοξῶν τὴν ἀφήγησιν, μεμνήσομαι δὲ καὶ ἑτέρων οὐκ ἀθαύμαστον παρ' αὐτοῖς ἐπὶ παιδείᾳ λαχόντων ὄνομα· χρῆναι δέ φημι τοὺς ἐντευξομένους φιλομαθέστατα μᾶλλον ἢ γοῦν ἁψικόρως ἔχοντας τοῖς γεγραμμένοις προσβαλεῖν. 1.42 Πυθαγόρας γοῦν φησιν· Ὁ μὲν θεὸς εἶς, αὐτὸς δὲ οὐχ ὥς τινες ὑπονοοῦσιν ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν αὐτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν πάσας γενεάς