Historiae p.4 Ἐκ τῆς ἑῴας καὶ οὗτος ἀποστατεῖ κατ' αὐτοῦ καὶ ὑπερισχύσας τῆς βασιλείας ἐπιλαμβάνεται, τῆς ἐγκεχειρισμένης αὐτῷ, καθὼς εἴρηται, στρατηγ
ἀσυνέτοις παντάπασι τοῦ καλοῦ, οἳ καὶ σκοπὸν παρ' ἑαυτοῖς θέμενοι τὸν Κομνηνὸν ἀπολέσαι καὶ οὕτω συναπολέσαι καὶ τὸν πορφυρογέννητον, τὸν τοῦ ∆ούκα ἀδ
ἀντεισῆκται κληρονομίαν, ἅμα δὲ καὶ ἑαυτῷ τὸ ἀσφαλὲς περιποιούμενος, ἵνα μή τι δεινῶν πάθῃ ὁποῖα πολλὰ κατ' αὐτοῦ προβεβούλευτο, τῆς μεγαλοπόλεως ἀπάρ
πορφυρογέννητον ἕτερος τὸν βίον ἀπολιπόντα εἰς τὸ ἄρχειν μάλιστα δεδικαίωτο; Εὔδηλον τοίνυν ὡς ὁ ἐν βασιλεῦσιν ἐκεῖνος ἀοίδιμος Ἀλέξιος, τῶν τῆς βασιλ
πολλοῖς ἔτεσι τυραννήσαντος καὶ τὴν ἑῴαν μικροῦ δεῖν ἅπασαν καταστρέψαντος, ἀποδέδεικτο πρέσβυς, τὰ διερρωγότα μέλη τῆς Ῥωμαίων ἡγεμονίας συνάψαι πειρ
κολάζειν ἀμβλὺς καὶ δυσκίνητος. Τεκμήρια δὲ τῆς τ' ἀνδρὸς ἀρετῆς καὶ ἄλλα μὲν πλεῖστα, οὐχ ἧττον δὲ καὶ τὸ τὴν βασιλείαν ἀποσκευάσασθαι· ὅπως δέ, προϊ
ἀποδέδεικτο, διὰ πάσης ἦγεν ὁ ∆ούκας τοῦτον τιμῆς κύριόν τε καὶ βασιλέα ἀποκαλῶν καὶ προεδρίας ἀξιῶν, ὁπηνίκα φοιτῶν ἦν πρὸς αὐτόν· ἐφοίτα δὲ συνεχῶς.
Εὐρώπης, ἐπείπερ ἀλλήλων καταστασιάσαντες οἱ ἐξ Ἄγαρ τὴν μεγίστην ἀρχὴν εἰς πολλὰς ἐμερίσαντο, ἄλλος ἄλλης κατάρχων, καὶ εἰς ἐμφυλίους πολέμους τὸ ἔθν
παραθαρρύνων λαόν, τοῦ ἵππου αὐτῷ ὀλισθήσαντος, σὺν ἐκείνῳ κατενεχθεὶς εἰς γῆν καὶ ἐκτραχηλισθεὶς ἐτεθνήκει. Τούτου δὲ καὶ συμπεσόντος, τὸ σὺν αὐτῷ τῶ
προσηκούσης, ἐπίασι τὰς τοῦ Ἀρμενιακοῦ κωμοπόλεις πορθήσοντες, τὰς δυνάμεις ἀναλαβὼν ἐχώρει κατὰ τῶν Τούρκων καὶ διεσκεδασμένοις αὐτοῖς ἐντυχὼν ὡς εἰς
μεγέθει πάθους καταλιπεῖν ἀπαράκλητον, τῷ πάθει πάθος προσθέντα, τῷ ἐκείνου θανάτῳ τὴν σὴν ἐπὶ μακρὸν ἀποδημίαν. Ταῦτα μὲν οὖν ὁ βασιλεύς. Ὁ δ' ἐπειρ
ὄντος καὶ τὰ τοῦ πολέμου εὖ διατιθεμένου. Βουλόμενος γὰρ τὸν βασιλέα ὑπαγαγεῖν εἰς τὰ ἔμ προσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προδρόμους ἐξέπεμπεν, οἳ
τοῦ μὲν δεξιοῦ κέρατος ὁ Ἀλυάτης, ἀνὴρ Καππαδόκης καὶ συνήθης τῷ βασιλεῖ, τοῦ δ' εὐωνύμου αὐτὸς ὁ Βρυέννιος, τὸ δὲ μέσον τῆς φάλαγγος εἶχεν ὁ βασιλεύς
τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν. Οὕτω μὲν καὶ τῷ βασιλεῖ Μιχαὴλ ἐδόκει καὶ ξυνετίθετο τῷ τοῦ θείου σκοπῷ· ἀλλ' οἱ τῶν κοινῶν κατατρυφᾶν πραγμάτων βουλόμ
καταλαμβάνει. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν βασιλέα τε καὶ τὸν καίσαρα ἐσκόπουν τίνα τούτῳ ἀντίπαλον καταστήσειαν. Ἔδοξεν οὖν τῶν τοῦ καίσαρος υἱέων
διέλαμψεν ἡ ἀλήθεια ὡς πυρσὸς ὑπ' αἰθάλῃ κρυπτόμενος. Ἀλλ' οἱ μὲν τὸν θεῖον φόβον ταῖς καρδίαις ἐντρέφοντες καὶ πνεῦμα σωτηρίας ὠδίνοντες οὕτως· οἱ δὲ
λόχμαις εἰσέδυσαν διεσώθησαν, τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ἐζωγρήθησαν. Καὶ ἡ μὲν τοῦ ∆ιογένους φάλαγξ οὕτως διελέλυτο καὶ διεσκέδαστο. Τροπαιοφ
ἐπιστημόνως τὰ τῆς ὑψώσεως μεταχειρισάμενος αὐτός τε κατεβέβλητο καὶ τὰ Ῥωμαίων ἑαυτῷ συγκατέβαλε πράγματα· ὅπως δὲ τὸ μὲν δεδήλωται πρότερον, τὸ δὲ π
γοῦν στρατοπεδευσάμενοι διεσκοποῦντο ὅπως ἂν ἐπιόντας τοὺς Τούρκους καὶ τὰς κωμοπόλεις πορθοῦντας ἀποσοβήσαιεν. 2.4 Ἀλλ' οὕτω μὲν οὗτοι. Ἐπεὶ δὲ συνετ
ἄλλων διαφέρων, Θεόδοτος τοὔνομα, οὐκ ἀγαθὸν οἰωνὸν ἔφη τὰ πραττόμενα εἶναι· ἐπειδὰν γὰρ ἡ νὺξ προέλθῃ, αὐτίκα δὴ μάλα φεύξονται. Τούτου λεχθέντος λ
βασιλίδα τῶν πόλεων ἔσπευδεν ἐφ' ᾧ τὸ χρυσίον ἀναλαβεῖν καὶ τὸν ἀδελφὸν πρίασθαι. Ἡμέραις οὖν ὀλίγαις τοῦτο συναγαγὼν ἀπῄει ὡς ἐπὶ Ἄγκυραν καὶ σπεύδων
ἤρχετο λόγων· 2.10 Ἐμοὶ μέν, ὦ ἄνδρες, τὸ μηδόλως ἀποπειρᾶσθαι τῶν πολεμίων, ἀλλὰ σφᾶς αὐτοὺς εἰς δουλείαν προδοῦναι καὶ προῦπτον κίνδυνον πρὸς τὸ δε
Ἰσαάκιον καὶ τὸν κλεινὸν Ἀλέξιον βοηθεῖν ἐπεχείρουν, αὐτὸς ἐξ ὀνόματος τὸν κλεινὸν ἐκάλει Ἀλέξιον καὶ βοηθεῖν παρεκάλει· ὁ δ' εὐθέως ὑποστρέψας καὶ το
συνδιεσκέπτετο, τὸν καιρὸν δ' ὁρῶν ἔτι τριβόμενον διεπρίετο· ἐβούλετο γὰρ τοῦ ἐξ ἐκείνου δέους ἀπαλλαγῆναι καὶ οὕτω τῆς βασιλέως ἀβελτηρίας κατατρυφᾶν
ὁ δὲ τῆς ἰδίας σωτηρίας τοῦ πατρὸς ὑπερκινδυνεῦσαι προελόμενος ὑπέστρεψεν καὶ εἰς μέσον ἑαυτὸν τῶν πολεμίων ὠθεῖ καὶ πολλοὺς τούτων τῷ ξίφει καταβαλών
τῶν παίδων κατέκειντο σκίμποδες. Ἐπεὶ δὲ κενὸν ἐθεώρουν τοῦ διαδράντος τὸν σκίμποδα, εὐθὺς ὡς εἶχεν ἕκαστος ἔτυπτε τὸν παιδαγωγὸν καὶ ἐπηρώτων μανθάνε
ὑπὸ πολλῶν, καὶ διαφθαρεῖεν, πεδίον στενὸν ἐξελέξαντο, τὸν ἐκ τοῦ Σόφωνος κατιόντα ποταμὸν ἀντὶ χάρακος προβαλλόμενοι. Ὁ δὲ Ἀρτοὺχ περαιωθεὶς τὸν Σαγγ
Ἐπεὶ δὲ τὰς τούτων ὁρμὰς συνέστελλεν, οὐκέτι τὰς ἐπελεύσεις ἐκείνων ἐτήρει, ἀλλ' ἐπιὼν πρὸς τὰ φρούρια τὰ παρ' αὐτοῦ κατεχόμενα ἐνέδρας ἐνίστα καί τιν
ὑποδέχεσθαι καὶ συνδειπνήσας αὐτῷ τέλος συλλαμβάνει καὶ δεσμώτην ἀποδείξας ἐκπέμπει τοῦτον πρὸς τὸν στρατοπεδάρχην, ὁμήρους λαβὼν ὥστε ἀποδοθῆναί οἱ τ
πλῆθος ἐξάγεται καὶ ὁρᾶται παρὰ πάντων ὡς δῆθεν τυφλός· τοῦτο τὸ δρᾶμα πάμπαν τὸν θόρυβον κατεσίγασεν. Ὁ μὲν οὖν στρατοπεδάρχης ἀδείας λαβόμενος ἐσκόπ
∆ιελθόντι δὲ τοὺς στενωποὺς καὶ παρὰ τὴν θάλασσαν κατιόντι πρὸς τὴν Ἡράκλειαν ὁ Μαύρηξ ἀπήντα, ἀνὴρ οὐ τῶν εὖ γεγονότων, ἐντρεχὴς δὲ ἄλλως καὶ πεῖραν
πατριάρχῃ προσεποιεῖτο καὶ φιλίως αὐτῷ προσενήνεκτο, τὸ δὲ τοὺς ἄρχοντας ἐθεράπευεν. Ὑφορώμενος οὖν τὴν στάσιν ὁ δοὺξ οὔτε τὰ τοῦ βασιλέως γράμματα τὰ
3.τ Βιβλίον γʹ 3.1 Ὅσα μὲν οὖν ξυνέβη κατὰ τὴν ἕω μετὰ τὴν τοῦ ∆ιογένους τοῦ βασιλέως καθαίρεσιν καὶ ὅσαι ταραχαὶ καὶ ἀποστασίαι καὶ στάσεις ἀνήφθησάν
διετίθουν καὶ τὸ Φράγγων ἔθνος κατακυριεῦσαν τῆς Ἰταλίας καὶ Σικελίας δεινὰ κατὰ Ῥωμαίων ἐμελέτων, ἐβουλεύετο τοῦτον ὁ Μιχαὴλ ἐκ τῆς Βουλγαρίας ἐπὶ τὸ
πεπίστευτο φυλακή, ἐν Ὀδρυσοῖς ἐφοίτα πρὸς τὴν πάλαι μὲν Ὀρεστιάδα καλουμένην, νυνὶ δὲ Ἀδριανούπολιν, ὃς καταλύσας ἔν τινι πανδοχείῳ, ἐπειδὴ ἱκανῶς οἴ
ἐτελεύτα ἐπ' ἀγαθαῖς ταῖς ἐλπίσι τὴν φιλτάτην παῖδα καταλιπών, ἀλλ' αὖθις νικᾶν ἐδόκουν οἱ πονηροὶ καὶ ὁ γάμος οὐ παρετίθετο, τῶν ἀρχῆθεν κακῶν ἐπεισε
ὁρμήν, ἀλλά τι ξυμπεσὸν ἔπεισε τοῦτον τῇ ἐπιούσῃ καὶ ἄκοντα ὑπεῖξαι τῷ τούτων θελήματι. 3.9 Τῆς γὰρ Τραϊανουπόλεως στρατοπεδευσάμενοι, εὔνοιαν φυλάξαι
χαριστήρια θύσας οἴκαδε ἐπανέζευξε καὶ περὶ τῶν ἑξῆς ἐβουλεύετο καὶ στρατηγοὺς καὶ ἄρχοντας ἅπαντας εἰς ἐκκλησίαν ἐκάλει καὶ βουλὴν προὐτίθει εἰ δέον
Βρυεννίου τηνάλλως ὁρῶν τριβόμενον τὸν τῆς πολιορκίας καιρόν, ἵνα μὴ πλέον κακοπαθῇ οἱ τὸ στράτευμα, ἐβούλετο μὲν τὴν πολιορκίαν λῦσαι, ᾐσχύνετο δ' ὅμ
κωλύειν τοῖς τοξεύμασιν ἐπειρῶντο τὴν τούτου πορείαν. Οἱ δὲ περὶ αὐτὸν γενναῖοι ὄντες, εἰ καὶ ὀλίγοι, ἀλλ' ὅμως ἐξώρμων κατὰ τῶν Τούρκων καὶ τὰς ἐκείν
ἤρεσκεν· ἤδη γὰρ ὀψίας οὔσης τῆς ὥρας, ἐδόκει θόρυβόν τε καὶ ταραχὴν γενέσθαι τῇ πόλει τινά, ἢν ἁλῷέν τινες. Τῆς γοῦν προνοίας σφηλάσης τὴν τοῦ κρατοῦ
κρατοῦντι ἕως τέλους διέμεινα καί, πάντων πρὸς τὴν σὴν βασιλείαν ἀποκλινάντων, αὐτὸς μέχρι καὶ ἐς δεῦρο τὴν πρὸς ἐκεῖνον πίστιν τετήρηκα, μήτε πρέσβει
βασιλείας σκήπτρων ἔσπευδεν, ὡς οἷόν τε, τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσασθαι, μάλιστα καὶ τὰ κατὰ τὸν Βρυέννιον πυνθανόμενος καὶ τὰς περὶ αὐτὸν ἀθροι
ἀνὴρ ὢν ἀγαθός τε τὸ εἶδος καὶ ὁμιλῆσαι δεινότατος. Ἐγγισάντων δὲ τῶν πρέσβεων καὶ τὴν συνήθη πρεσβεῦσι ποιησαμένων προσηγορίαν καὶ αὐτοῦ τοῦ κρατοῦντ
ἐγύμναζε δι' αὐτοῦ καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευεν. Ὁπηνίκα δὲ καὶ διιππεύειν ἀσφαλῶς ἤδη δύναιντο καὶ τὰ ὅπλα φέρειν ἱκανῶς καὶ εὐφυῶς ἐδόκει γεγυμνάσ
γὰρ τῇ πρὸ ταύτης ἑσπέρᾳ γράμματα πεμφθῆναι αὐτῷ πρὸς τοῦ βασιλέως κελεύοντα μὴ πολεμεῖν, ἀλλὰ μένειν τὴν ἔλευσιν τῶν ἄρτι πεμφθέντων πρὸς τῶν Τούρκων
ἀλᾶσθαι ἐπαποροῦντας ὅπως, ἐκείνων φευγόντων, τόν τε ἵππον ἐδείκνυ καὶ τὰς ῥομφαίας καὶ τὴν ἀναίρεσιν τοῦ Βρυεννίου τρανῶς ἐκήρυττε, καὶ συνελέγοντο ἅ
μὲν οὖν οὐ πολύ τι πλῆθος ἦσαν οἱ διώκοντες, εὔδρομα τούτοις ἦσαν τὰ τῆς ὑποχωρήσεως. Ἐπεὶ δὲ πολλοὶ συνέθεον καὶ ὁ ἐκείνου ἵππος κεκοπιακὼς πρὸς δρόμ
οὖν λαβὼν αὐτὸς μὲν ἀπῄει ὡς πρὸς τὴν Κωνσταντινούπολιν· τὰ δὲ κοκκοβαφῆ πέδιλα, ἃ ἐκεῖνος βασιλειῶν ἐπεδύετο, μαργάροις ὄντα καὶ λίθοις κατάστικτα πρ
καθεύδοντα ἐπὶ τὴν σκηνήν, μηδὲν μελλήσας ἐκέλευε πάντας ὁπλίζεσθαι καὶ εὐθὺς ἅπαντες ἦσαν ἐν ὅπλοις. Ἐπεὶ δὲ πρὸς τὸν δυτικὸν ὁρίζοντα ὁ ἥλιος ἦν, ἤδ
γνωρίσας τὸν Βασιλάκην παίει τοῦτον τῇ σπάθῃ κατὰ τοῦ κράνους· τῆς δὲ σπάθης κατεαγείσης ἐγγὺς αὐτοῦ τῆς χειρὸς καὶ πεσούσης, ὁ Κομνηνὸς αὐτὸν κατωνεί
βούλευμα τὰς πολλὰς χέρας νικᾷ, ὃ τότε δι' αὐτῶν τῶν ἐκείνου ἔργων τὴν πίστιν εἴληφεν. Εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τοὺς δεινοτάτους τῶν στρατηγῶν
πρωτοβεστιαρίῳ ἐκέλευεν· ἦν δ' οὗτος ὁ ἐκτομίας Ἰωάννης, πάλαι τούτῳ πρὸ τῆς βασιλείας ὑπηρετῶν· φιλόδοξος δὲ ἦν, εἴπερ τις ἄλλος, καὶ τὸ ἦθος φέρων ο
ἐκείνην στράτευσιν, ἐμπειρότατος ὤν, καὶ τὸν ὑπόγυιον ἐν ὀφθαλμοῖς ἤδη ὁρῶν κίνδυνον, συνεβούλευε τούτῳ παλινοστῆσαι. Ὁ δὲ τοὺς τούτου λόγους ὡς λῆρον
θεράποντας μεθ' ἑτέρου τινὸς τῶν αὐτοῦ θεραπόντων ἔνθα τὸν Κοντοστέφανον ἔσεσθαι ἔλεγον ἀπῄει καὶ θεασάμενος αὐτὸν πόρρωθεν φωνοῦντα, περικαλύπτων τὴν
λόχμαις εἰσέδυσαν διεσώθησαν, τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ἐζωγρήθησαν. Καὶ ἡ μὲν τοῦ ∆ιογένους φάλαγξ οὕτως διελέλυτο
καὶ διεσκέδαστο. Τροπαιοφόρῳ δ' ἐπανελθόντι τῷ Ἀνδρονίκῳ πρὸς τὴν σκηνὴν καὶ μετ' εὐφροσύνης τὰ χαριστήρια θύοντι καὶ ἕτερον
ἐπῆλθεν εὐτύχημα. Ἱππεὺς γάρ τις ἧκεν, ὡς τάχιστα πρὸς αὐτὸν τῶν πολεμίων ἄγων τινὰ καὶ τὸν στρατηγὸν ἐζήτει θεάσασθαι· ὁ
δὲ τῆς σκηνῆς προκύψας ἑώρα πρᾶγμα πολλὴν αὐτῷ θυμηδίαν παρέχον, τὸν Χατατούριον πρὸς αὐτὸν ἀγόμενον δέσμιον. Οὗτος γὰρ ἐν
τῷ φεύγειν τοῦ ἵππου διωλισθηκώς, ὡς ἔλεγε, λόχμην τε εἰσέδυ τινὰ καὶ λανθάνειν ἔσπευδεν· ὡς δ' ὑπὸ τῶν διωκόντων καταφανὴς
γέγονε καὶ συλληφθεὶς ἔμελλεν ἀναιρεῖσθαι, ἐλιπάρει τὸν ζωγρήσαντα· ὡς δὲ δακρύοντα οὗτος τὸν ἄνδρα τεθέαται, τὴν ἐσθῆτα ἀποδυσάμενος
καὶ γυμνὸν ὑπὸ τὴν λόχμην ἀφεὶς ἀπῄει· εἶτα δὴ ἄλλος αὐτὸν γυμνὸν κατιδὼν ὑπὸ τὴν λόχμην κρυπτόμενον ὥρμησεν ἀναιρεῖν, ὁ δὲ
ὅστις εἴη ἐφθέγγετο καὶ πρὸς τὸν στρατηγὸν ἀπαχθῆναι παρεκάλει· κἀκεῖνος ταχέως τοῦτον ἐπὶ τοῦ ἵππου θεὶς πρὸς τὸν Ἀνδρόνικον
ἀπεκόμιζεν· ὃν ἐκεῖνος ἐκ τῆς σκηνῆς ἰδὼν γυμνὸν ἐπαγόμενον ἐξῄει τε τῆς σκηνῆς καὶ ἱλέῳ τῷ ὄμματι τοῦτον καθυπεβλέπετο. Περιστείλας
οὖν τὴν αὐτοῦ γύμνωσιν περιβολῇ στρατηγῷ πρεπούσῃ γενναίῳ, ἐν ἀδέσμῳ ἐτήρει φυλακῇ· ἀγασθεὶς δὲ ὁ Χατατούριος τῆς περὶ αὐτὸν
φιλοφροσύνης τοῦ Ἀνδρονίκου, λίθον τινὰ τῶν πολυτίμων ὑπ' αὐτοῦ κρυβέντα περὶ τὴν λόχμην ἐν ᾗ ἑάλω αὐτῷ φανεροῖ καὶ πέμψαι
ξὺν αὐτῷ ἀξιοῖ τοὺς ἀποκομίσοντας, καὶ δὴ πέμπονται καὶ κομίζουσι θέαμα τοῖς ὁρῶσιν ἰδεῖν· μεγέθει γὰρ ἦν σχεδὸν ὑπὲρ ἅπαντας
λίθους, λαμπρότητι δὲ τοὺς διαυγεῖς ἅπαντας ὑπερέλαμπεν· ὃν ὁ Ἀνδρόνικος τῇ βασιλίδι Μαρίᾳ δῶρον προσήνεγκεν ὕστερον. 1.25
Ὁ δὲ ∆ιογένης καὶ τῶν πραγμάτων αὐτῷ κατόπιν ἐρχομένων οὐ κατεγίνωσκεν, ἀλλὰ τοὺς περὶ αὐτὸν ἐπερρώννυε καὶ ἐλπίδας ὑπέτεινεν
ὡς ἀφιξομένης αὐτίκα δὴ μάλα Περσικῆς συμμαχίας. ∆ιεπρεσβεύετο δὲ καὶ πρὸς τὸν Κρισπῖνον, πειρώμενος αὐτοῦ τὸ βάρβαρον φρόνημα
διεγεῖραι κατὰ τοῦ Ἀνδρονίκου· ἀλλὰ τοῦτο γνοὺς Ἀνδρόνικος καὶ θωπευτικώτερον ἐντετυχηκὼς τῷ Κρισπίνῳ τὴν ἐκείνου πρεσβείαν
ἀπέδειξεν ἄπρακτον. Ἀπράκτου δὲ τῆς πρεσβείας ἀποδειχθείσης καὶ τοῦ ἐκ Περσίδος συμμαχικοῦ ἔτι μέλλοντος, οἱ περὶ τὸν ∆ιογένην
ἀπογνόντες τῷ Ἀνδρονίκῳ συνθέμενοι καὶ πίστεις τοῦ μὴ παθεῖν εἰληφότες αὐτόν τε τὸν βασιλέα παραδιδόασι καὶ τὸ φρούριον. Οἱ
δὲ περὶ τὸν ∆ούκα Ἀνδρόνικον αὐτὸν συλλαβόντες τὴν ἁλουργίδα αὐτὸν ἀποδύσαντες, τὸ μοναδικὸν ἐπενδύουσι σχῆμα, καὶ οὕτω τοῦ
φρουρίου ἐξαγαγόντες πρὸς τὸν Ἀνδρόνικον μετὰ πλείστης ὅτι τῆς περιχαρείας ἀπάγουσιν· ὁ δὲ τῆς τύχης αὐτὸν οἰκτείρας ἐδάκρυσε
καὶ δεξιὰν ἐμβαλὼν εἰς τὴν ἑαυτοῦ ἀπάγει σκηνὴν καὶ τραπέζης αὐτῷ κοινωνεῖ. Ἦν οὖν ἄμεινον μέχρι τούτου στῆναι τῷ ἀνδρὶ τὰ
τῆς δυστυχίας, ἀλλ' οὖκ ἦν αὐτῷ διαδρᾶναι τοῦ φθόνου τὰ βέλεμνα. Οἱ γὰρ περὶ τὸν βασιλέα Μιχαὴλ πρόφασιν ὥσπερ τῆς ἰδίας ἐπιθυμίας
τὴν πρὸς ἐκεῖνον πλασάμενοι εὔνοιαν, δείσαντες, ὡς ἔφησαν, μή τι καὶ διαμηχανήσαιτο ὁ ∆ιογένης καὶ πάλιν ἀφορμὴ πραγμάτων
τῷ βασιλεῖ γένοιτο, ἐντέλλονταί τινι διὰ γραμμάτων ἐπὶ τοῦ καιροῦ δυναστεύοντι ἐκκόψαι τούτῳ τοὺς ὀφθαλμούς. Ὃ δὴ καὶ γενόμενον
μεγάλως ἠνίασε τὸν Ἀνδρόνικον καὶ μᾶλλον ὅτι καὶ πειρασθεὶς διασώσασθαι τοῦτον οὐ δεδύνητο, τῶν περὶ τὸν βασιλέα σφοδρότερον
ἐγκειμένων· ἐπέστειλε δὲ καὶ πρὸς τὸν πατέρα τὸν καίσαρα, παρακαλῶν αὐτὸν μὴ συγχωρῆσαι τελεσθῆναι τοιοῦτον ἀνοσιούργημα ἢ
μὴν τῆς θείας ἐκδέχεσθαι δίκης τὴν ψῆφον οὐκ εἰς μακρὰν ἀπαντήσουσαν. Ὁ μὲν οὖν ταῦτα, οἱ δὲ τὰ γράμματα δεξάμενοι ἐκτυφλοῦσί
τε τοῦτον καὶ εἰς ὃ ἱδρύ σατο φροντιστήριον ἐν τῇ νήσῳ Πρώτῃ ἐκπέμπουσι· βραχὺ δέ τι ἐπιβιοὺς μετὰ τὴν τῶν ὀφθαλμῶν στέρησιν
ἐτελεύτησεν, ἐπὶ τρισὶν ἔτεσι τὴν βασιλείαν Ῥωμαίων ἰθύνας. Τοιοῦτον ἔσχε τέλος τὰ κατὰ τὸν ∆ιογένην. 2.τ Βιβλίον βʹ 2.1 Ὁ
μὲν δὴ βασιλεὺς Ῥωμανὸς ὁ ∆ιογένης προθυμηθεὶς τὰ Ῥωμαίων ὑψῶσαι ἀρξάμενα ἤδη κλίνειν οὐκ εὐφυῶς οὐδ'