εὐχαριστίας δὲ παράδειγμα ἡ τοῦ κυρίου ἡμῶν φωνὴ, λέγοντος· «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις»· τὸ γὰρ «ἐξομολογοῦμαι» ἴσον ἐστὶ τῷ «εὐχαριστῷ.» 14.6 δέησιν μὲν οὖν καὶ ἔντευξιν καὶ εὐχαριστίαν οὐκ ἄτο πον καὶ ἀνθρώποις <ἁγίοις> προσενεγκεῖν· ἀλλὰ τὰ μὲν δύο (λέγω δὴ ἔντευξιν καὶ εὐχαριστίαν) οὐ μόνον ἁγίοις ἀλλὰ δὴ καὶ <ἄλλοις> ἀνθρώποις, τὴν δὲ δέησιν μόνον ἁγίοις, εἴ τις εὑρεθείη Παῦλος ἢ Πέτρος, ἵνα ὠφελήσωσιν ἡμᾶς, ἀξίους ποιοῦντες τοῦ τυχεῖν τῆς δεδομένης αὐτοῖς ἐξουσίας πρὸς τὸ ἁμαρτήματα ἀφιέναι· εἰ μὴ ἄρα, κἂν μὴ ἅγιός τις ᾖ, ἀδικήσωμεν δὲ αὐτὸν, δέδοται συν αισθηθέντας τῆς εἰς αὐτὸν ἁμαρτίας τὸ δεηθῆναι καὶ τοῦ τοιούτου, ἵν' ἡμῖν ἠδικηκόσι συγγνώμην ἀπονείμῃ. εἰ δὲ ἀνθρώποις ἁγίοις ταῦτα προσενεκτέον, πόσῳ πλέον τῷ Χριστῷ εὐχαριστητέον, τοσ αῦτα ἡμᾶς βουλήσει τοῦ πατρὸς εὐεργετήσαντι; ἀλλὰ καὶ ἐντευκτέον αὐτῷ ὡς ὁ εἰπὼν Στέφανος· «κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρ τίαν ταύτην»· μιμούμενοί τε τὸν πατέρα τοῦ σεληνιαζομένου ἐροῦ μεν· «δέομαι,» «κύριε, ἐλέησον» ἢ «τὸν υἱὸν» ἢ ἐμὲ αὐτὸν ἢ ὃν δή ποτε. 15.1 Ἐὰν δὲ ἀκούωμεν ὅ τι ποτέ ἐστι προσευχὴ, μή ποτε οὐ δενὶ τῶν γεννητῶν προσευκτέον ἐστὶν οὐδὲ αὐτῷ τῷ Χριστῷ ἀλλὰ μόνῳ τῷ θεῷ τῶν ὅλων καὶ πατρὶ, ᾧ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν προσηύχετο, ὡς προπαρεθέμεθα, καὶ διδάσκει ἡμᾶς προσεύχεσθαι. ἀκούσας γάρ· «δίδαξον ἡμᾶς προσεύχεσθαι» οὐ διδάσκει αὑτῷ «προσ εύχεσθαι» ἀλλὰ τῷ πατρὶ, λέγοντας· «πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ ρανοῖς» καὶ τὰ ἑξῆς. εἰ γὰρ ἕτερος, ὡς ἐν ἄλλοις δείκνυται, κατ' οὐσίαν καὶ ὑποκείμενόν ἐστιν ὁ υἱὸς τοῦ πατρὸς, ἤτοι προσευκτέον τῷ υἱῷ καὶ οὐ τῷ πατρὶ ἢ ἀμφοτέροις ἢ τῷ πατρὶ μόνῳ. τὸ μὲν οὖν τῷ υἱῷ καὶ οὐ τῷ πατρὶ πᾶς ὁστισοῦν ὁμολογήσει εἶναι ἀτο πώτατον καὶ παρὰ τὴν ἐνάργειαν λεχθησόμενον ἄν· εἰ δὲ ἀμφο τέροις, δῆλον ὅτι κἂν ἀξιώσεις προσενέγκοιμεν πληθυντικῶς, πα ράσχεσθε καὶ εὐεργετήσατε καὶ ἐπιχορηγήσατε καὶ σώσατε, καὶ εἴ τι τούτων ὅμοιον, διὰ τῶν προσευχῶν λέγοντες· ὅπερ καὶ αὐτόθεν ἀπεμφαῖνον, οὐδὲ ἐν ταῖς γραφαῖς ἔχει τις δεῖξαι κείμενον ὑπό τινων λεγόμενον. λείπεται τοίνυν προσεύχεσθαι μόνῳ τῷ θεῷ τῷ τῶν ὅλων πατρὶ, ἀλλὰ μὴ χωρὶς τοῦ ἀρχιερέως, ὅστις «μεθ' ὁρκωμοσίας» κατεστάθη ὑπὸ τοῦ πατρὸς κατὰ τὸ «ὤμοσε, καὶ οὐ μεταμεληθήσε ται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» 15.2 εὐχαριστοῦντες οὖν οἱ ἅγιοι ἐν ταῖς προσευχαῖς ἑαυτῶν τῷ θεῷ διὰ Χριστοῦ Ἰησοῦ χάριτας ὁμολογοῦσιν αὐτῷ. ὥσπερ δὲ τὸν ἀκριβοῦντα τὸ προσεύχεσθαι οὐ χρὴ τῷ εὐχομένῳ προσεύχεσθαι ἀλλὰ τῷ ὃν ἐδίδαξεν ἐπὶ τῶν εὐχῶν καλεῖν πατρὶ ὁ κύριος ἡμῶν Ἰησοῦς, οὕτως οὐ χωρὶς αὐτοῦ προσευχήν τινα προσενεκτέον τῷ πατρὶ, ὡς αὐτὸς τοῦτο παραδείκνυσι σαφῶς οὕτω λέγων· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα μου, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.» οὐ γὰρ εἶπεν· «αἰ τεῖτέ» με οὐδὲ «αἰτεῖτε» «τὸν πατέρα» ἁπλῶς ἀλλά· «ἐάν τι αἰ τήσητε τὸν πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.» ἕως γὰρ ἐδί δαξε ταῦτα ὁ Ἰησοῦς, οὐδεὶς ᾐτήκει «τὸν πατέρα» «ἐν τῷ ὀνόματι» τοῦ υἱοῦ· καὶ ἀληθὲς ἦν ὑπὸ Ἰησοῦ λεγόμενον τὸ «ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου,» ἀληθὲς δὲ καὶ τὸ «αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.» 15.3 ἐὰν δέ τις, οἰόμενος δεῖν αὐτῷ τῷ Χριστῷ προσεύχεσθαι, συγχεόμενος ἀπὸ τοῦ ἐκ τοῦ προσκυνεῖν σημαινομένου προσάγῃ ἡμῖν τὸ «προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ,» ὁμολογου μένως ἐν τῷ ∆ευτερονομίῳ περὶ Χριστοῦ εἰρημένον, λεκτέον πρὸς αὐτὸν ὅτι καὶ ἡ ἐκκλησία Ἱερουσαλὴμ παρὰ τοῦ προφήτου ὀνομαζο μένη προσκυνεῖσθαι ὑπὸ βασιλέων καὶ ἀρχουσῶν, γινομένων τιθη νῶν αὐτῆς καὶ τροφῶν, λέγεται διὰ τούτων· «ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου· καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπὶ τῶν ὤμων ἀροῦσι· καὶ ἔσονται