ὑπερβολῇ τῆς οἰήσεως. οἱ δὲ ὑπὸ τῆς πολλῆς ἀνάγκης φερόμενοι διὰ τὸ τόπους ἐκ τόπων ἀμείβειν, κατα λαμβάνουσι τὸ στρατόπεδον, ἔνθα ἐνεθρόνιστο ὁ ἐπίσκοπος Ἰωάννης ὑπὸ τῆς θείας χειρὸς εἰς ἐπιμέλειαν τῶν δυναστευόν των· καὶ προσπεσόντες αὐτοῦ τοῖς γόνασιν, ἐδέοντο βοηθῆσαι ψυχαῖς συκοφαντουμέναις καὶ λεηλατουμέναις ὑπὸ τῶν τοῦτο μᾶλλον ἢ εὖ ποιεῖν εἰθισμένων. ἔστη ὁ Ἰωάννης καὶ εἶδεν πεντήκοντα λογάδων ἀνδρῶν πολιὰν πόνοις ἱεροῖς βαφεῖσαν <στολὴν> ἠμφιεσμένην, καὶ δριμυχθεὶς φιλαδελφίας πάθει, κατὰ τὸν Ἰωσήφ, δάκρυσι συνεσχέθη, πυνθανόμενος παρ' αὐτῶν, ποῖος "ὗς ἐκ δρυμοῦ ἢ μονιὸς ἄγριος τῇ" πολυκάρπῳ "ταύτῃ ἀμπέλῳ" ἐβάσκηνεν. οἱ δέ φασιν· "Καθίσας, πάτερ, μότωσον ἡμᾶς οὐχ ὡς ἔτυχεν τρωθέντας τῇ Θεοφίλου τοῦ πάπα μανίᾳ, εἰ ἄρα δυνηθείης συνουλῶσαι ἡμῶν τὰ τῶν τραυμάτων οἰδή ματα· ἐὰν γὰρ καὶ αὐτὸς ἡμᾶς παραλογίσῃ, ἢ αἰδεσθεὶς ἢ φοβηθεὶς τὸν Θεόφιλον κατὰ τοὺς λοιποὺς ἐπισκόπους, οὐδὲν λοιπὸν παρ' ἡμῶν ὑστερεῖται ἢ τῷ βασιλεῖ προσελθόντας ἀνα διδάξαι τὰς αὐτοῦ κακοπραγίας ἐπὶ ὕβρει τῆς ἐκκλησίας. εἰ τοίνυν φροντίζεις τῆς ἐκκλησιαστικῆς ὑπολήψεως, ἐπινεύσας πεῖσον αὐτὸν συγχωρῆσαι ἡμῖν τὴν οἴκησιν τὴν ἐν Αἰγύπτῳ, μηδὲν ἐπταικόσι μήτε εἰς τὸν νόμον τοῦ Σωτῆρος, μήτε εἰς 41 αὐτὸν ἐκεῖνον." ἐπὶ τούτοις νομίσας ὁ Ἰωάννης εὐχερῶς μετα βάλλειν τὴν Θεοφίλου πρὸς αὐτοὺς μνησικακίαν, ἡδέως ἥρπασεν τὸ πρᾶγμα· παρακαλέσας δὲ τοὺς ἄνδρας φιλοθέῳ σιγῇ πρὸς πάντας ἡσυχάσαι τὴν αἰτίαν τῆς παρουσίας, "μέχρις οὗ ἀπο στείλω πρὸς τὸν ἀδελφὸν Θεόφιλον." καὶ δοὺς αὐτοῖς ἐν τῇ Ἀναστασίᾳ καλουμένῃ ἐκκλησίᾳ μονὰς πρὸς τὴν ἀνάπαυσιν, αὐτὸς μὲν οὐκ ἐπεκούρει τὰ πρὸς τὴν χρείαν· γυναῖκες δὲ φιλόθεοι ἐπήρκουν αὐτοῖς τὴν δίαιταν, καὶ αὐτῶν συνεισφε ρόντων ἐκ μέρους τῇ τῶν χειρῶν ἐργασίᾳ. συνέβη οὖν κατ' ἐκεῖνο καιροῦ κληρικοὺς εἶναι τοῦ Θεοφίλου ἐν τῇ Κωνσταντι νουπόλει, προαγοράζοντας τῶν χειροτονουμένων ἀρχόντων τὰς προαγωγὰς ἐν τῇ Αἰγυπτιακῇ διοικήσει, τὰς εἰς αὐτὸν εὐνοίας περιποιουμένους ἐπ' ὀλέθρῳ τῶν αὐτὸν λυπούντων. προσκαλε σάμενος οὖν αὐτοὺς ὁ Ἰωάννης ἐπυνθάνετο, εἰ ἐπίστανται τοὺς παρόντας ἀσκητάς. οἱ δὲ φιλαλήθως ἐμαρτύρησαν τοῖς ἀνδράσι, λέγοντες τῷ Ἰωάννῃ, ὅτι "Καὶ ἴσμεν αὐτούς, καὶ μεγάλην ὑπέ στησαν βίαν. καὶ εἰ βούλει, δέσποτα, τῆς μὲν πνευματικῆς κοινωνίας αὐτοῖς μὴ μεταδῷς, ἵνα μὴ λυπήσῃς τὸν πάπαν, φιλοφρόνησαι δὲ ἐν τοῖς ἄλλοις-πρέπει γάρ σοι, ὡς ἐπισκόπῳ." οὕτως ὁ Ἰωάννης οὐκ ἐδέξατο μὲν αὐτοὺς εἰς κοινωνίαν, γράφει δὲ λιπαρῶν τῷ Θεοφίλῳ· "Ταύτην μοι παράσχου τὴν χάριν ὡς τέκνῳ σῷ καὶ ἀδελφῷ, ἐναγκαλισάμενος τοὺς ἄνδρας." πρὸς τούτοις ὁ Θεόφιλος τὴν μὲν χάριν οὐ παρέσχεν τῷ Ἰωάννῃ, ἀποστέλλει δέ τινας περισεσυρμένους εἰς λογικὰς ἁμίλλας (περὶ ὧν προείπομεν ἀνωτέρω) καὶ παρασκευάζει δεήσεις αὐτοὺς ἐπιδοῦναι, ἃς συνήθως αὐτὸς ὑπηγόρευσεν, περιεχούσας μὲν 42 ψεῦδος ὡμολογημένον, ἠμφιεσμένον δὲ τὴν πολυσχιδῆ συκο φαντίαν τὴν ἐν τοῖς ἀοράτοις, μηδὲν ἔχων αὐτῶν διαβάλλειν τὸν βίον· καὶ παρασκευάζει αὐτοὺς ἐν τῷ παλατίῳ ὡς γόητας δακτυλοδεικτεῖσθαι. ὡς δὲ εἶδον οἱ ἀσκηταί, ὅτι οὐ μόνον αὐτὸν οὐ διορθοῦνται, ἀλλὰ καὶ εἰς ὀργὴν πλείονα κινοῦσιν, ἀξιώτας αὐτῷ προσάγοντες πολλούς, μετὰ τοῦ ἀναθεματίζειν πᾶσαν ψευδοδοξίαν, ἐπιδιδόασι λιβέλλους ἐντευκτικοὺς τῷ Ἰωάννῃ, ἀναδιδάξαντες τὰ τῆς τυραννίδος εἴδη, μετὰ καὶ κεφαλαίων τινῶν-ἃ αἰσχύνομαι ἐπὶ τῶν νηπιωτέρων τέως λέγειν, ἵνα μὴ καὶ τῆς πίστεως αὐτοὺς ἀπελάσω, ἴσως καὶ παρὰ τοῖς τελειο τέροις οὐ πιστευόμενος. πάλιν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων ἐπισκόπων ὁ Ἰωάννης παρακαλεῖ αὐτοὺς παύσασθαι τῆς κατ' αὐτοῦ κατηγορίας διὰ τὴν ἐκ τῆς δίκης κακοπάθειαν, γράψας τῷ Θεοφίλῳ, ὅτι "Εἰς τοσοῦτον ἠλάθησαν λύπης οἱ ἄνδρες, ὡς καὶ ἐγγράφως σου κατηγορεῖν· λοιπὸν τὸ δοκοῦν σοι ἀντί γραψον· οὐ γὰρ ἀνέχονταί μου ἀποστῆναι τοῦ στρατοπέδου." ἐπὶ τούτοις διαπυρωθεὶς ὅλος ὁ Θεόφιλος εἵργει καὶ τὸν ἀδελφὸν τῶν μοναχῶν τῆς ἑαυτοῦ