1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

17

ποιήσεσθαι ὁ τοῦ ψεύδους συνήγορος καὶ τῆς ἀληθείας πολέμιος, θεήλατον ἐδέξατο τὴν πληγὴν καί, μίαν μόνην ἀρρωστήσας ἡμέραν, ἔξω τοῦ καταλόγου τῶν ζώντων ἐγένετο, ἐκείνης ἀκούων, ὡς εἰκός, τῆς φωνῆς· "Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας κακὰ δικτυά τε καὶ πάναγρα σοι ἔσται καὶ οὐχ ἑτέρῳ". 2.22 Ταὐτὰ δὲ πέπονθε καὶ τῷ Βαλαὰμ ὃς μετεπέμφθη μὲν καὶ αὐτὸς κατὰ τοῦ θείου λαοῦ. Ἀνόσια δὲ κατ' αὐτοῦ τῷ Βαλὰκ συμβουλεύσας, αὐτοῦ δέδωκε δίκην ὑπὸ δεξιᾶς Ἰσραηλιτικῆς δεξάμενος τὴν σφαγήν. Καὶ οὗτος τοίνυν, ἐπειδὴ ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατεπανουργεύσατο γνώμην, διὰ τοῦ λαοῦ τοῦ θεοῦ τὴν ζωὴν ἀφῃρέθη. Ταύτης δὲ τῆς σωτηρίας διὰ τῆς τούτου προσευχῆς ἡ Κύρρος ἀπέλαυσεν. Ἐμοὶ δὲ τάδε τὰ διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παραδέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ' αὐτὸν ἐπιστάμενος. Ἐνθένδε τοίνυν ἀποδημήσας καὶ τοὺς θιασώτας κατα λαβὼν καὶ χρόνον αὐτοῖς οὐκ ὀλίγον συνδιατρίψας, εἰς τὸν ἀγήρω καὶ ἄλυπον βίον προθύμως λίαν μετέστη, μελετήσας μὲν ἐν θνητῇ φύσει τὴν ἀπάθειαν, τὴν δὲ τοῦ σώματος ἀθανασίαν προσμένων. Ἐγὼ δὲ ἐνταῦθα τὸν περὶ τοῦδε τοῦ διηγήματος στήσας λόγον, ἐφ' ἕτερον βαδιοῦμαι, τοὺς ἐμφερομένους τῷ διηγήματι ἁγίους ἀντιβολῶν προξενῆσαί μοι τὴν ἄνωθεν διὰ πρεσβείας εὐμένειαν. 3.t ΜΑΡΚΙΑΝΟΣ 3.1 Μαρκιανὸν δὲ τὸν πάνυ πῶς ἂν ἀξίως θαυμάσαιμεν ἢ δῆλον ὅτι Ἠλίᾳ καὶ Ἰωάννῃ καὶ τοῖς κατ' ἐκείνους συντάττοντες οἳ "περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς"; Οὗτος γὰρ πατρίδα πάλαι μὲν ἔσχε τὴν Κύρρον, ἧς καὶ πρόσθεν ἐμνήσθην, μετὰ δὲ ταῦτα τὴν ἔρημον· καὶ ταύτην δὲ κἀκείνην κατα λιπὼν νῦν ἔχει τὸν οὐρανόν. Καὶ ἡ μὲν αὐτὸν ἐγέννησεν, ἡ δὲ ἔθρεψε καὶ νικηφόρον ἀπέφηνεν, ὁ δὲ ὡς στεφανίτην ἐδέξατο. 3.2 Τῆς γὰρ τοῦ γένους καταφρονήσας περιφανείας- ἐξ εὐπατριδῶν γὰρ κατήγετο-καὶ τῆς ἐν βασιλείοις λαμπρότητος-ἐν ἐκείνοις γὰρ ἤνθει, μέγεθος σώματος παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως καὶ κάλλος δεξάμενος καὶ ψυχὴν ἔχων ἀγχινοίᾳ κεκοσμημένην-, εἰς θεὸν καὶ τὰ θεοῦ τὸ φίλτρον ἅπαν μετέθηκε· καὶ πᾶσιν ἐρρῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς, πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς. Τοῖς μὲν γὰρ θείοις ἐντυγχάνων λογίοις τῆς θείας φωνῆς ἀπολαύειν ἡγεῖτο· προσευχόμενος δὲ καὶ τὰς ἱκετείας προσφέρων, αὐτὸς τὴν πρὸς τὸν δεσπότην ἐποιεῖτο διάλεξιν. Καὶ τοσαύτης ἀεὶ τρυφῆς ἀπολαύων κόρον λαβεῖν οὐκ ἐβούλετο. Ἤκουσε γὰρ τοῦ θείου πνεύματος διὰ τοῦ μεγάλου ∆αβὶδ ὑποψάλλοντος ὡς "ὁ μελετῶν ἐν νόμῳ κυρίου ἡμέρας καὶ νυκτὸς ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται". Τούτων τῶν καρπῶν ἐφιέμενος τὸν ἥδιστον τοῦτον ἠσπάζετο πόνον, καὶ τὴν μὲν προσευχὴν ἡ ψαλμῳδίᾳ, τὴν δὲ ψαλμῳδίαν ἡ προσευχὴ διεδέχετο, καὶ ἀμφότερα πάλιν ἡ τῶν θείων λογίων ἀνάγνωσις. 3.3 Σιτίον δὲ ἦν αὐτῷ μόνος ἄρτος, καὶ οὗτος σταθμῷ προσφερόμενος· τοσοῦτος δὲ ἦν ὁ σταθμὸς ὡς μηδὲ παιδίῳ ἄρτι θηλῆς ἀπαλλαγέντι τὴν χρείαν πληροῦν. Φασὶ γὰρ τοῦ ἄρτου τὴν λίτραν τέτραχα διαιρουμένην ἡμέραις τέτταρσι διανέμεσθαι, καὶ ἡμέρᾳ