ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο τίσαντος τὴν διάνοιαν, οὔτε διακρίσεως φῶς, οὔτε ὀρθοῦ βουλεύματος, οὔτε δικαιοσύνης κυβέρνησις ἐν ἡμῖν εὑρεθήσεται, οὔτε ναὸν τοῦ ἁγίου Πνεύματος τὴν ἡμετέραν ψυχὴν γενέσθαι δυνατὸν, τοῦ πνεύματος ὀργῆς κυριεύοντος. Τέλος δὲ πάντων χρὴ τὸ ἄδηλον τοῦ θανάτου καθ' ἑκάστην ἡμέραν πρὸ ὀφθαλμῶν ἔχοντας, φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς ὀργῆς, καὶ εἰδέναι, ὅτι οὔτε ἄσκησις, οὔτε σωφροσύνη, οὔτε ἀποταγὴ πάσης ὕλης, οὔτε τῶν νηστειῶν καὶ ἀγρυπνιῶν ὄφε λος ἡμῖν ἔσται, ἐὰν, ὑπὸ ὀργῆς καὶ μίσους κατεχόμενοι, ἔνοχοι εὑρεθῶμεν τῇ κρίσει. Ἧς ῥυσθείημεν χά ριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Πέμπτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πά σης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγ χωρεῖ, οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγ καρτερεῖν, πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελ φοὺς εἶναι οὐ συγχωρεῖ, καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα, καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἁπλῶς τὰ σωτη ριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα καὶ τὴν εὐτονίαν αὐτῆς, καὶ καρτερίαν παραλύσασα, ὡς 28.897 ἄφρονα αὐτὴν, καὶ παραπλῆγα ἀπεργάζεται, τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνδήσασα λογισμῷ. ∆ιὰ τοῦτο εἶς σκοπὸς ἡμῖν ἔστω ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονη ρίας, καὶ πάσῃ φυλακῇ τηρῆσαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμά τιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀν θρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν, καὶ οὐδὲ παρὰ τῶν γνησίων φί λων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα, πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους, ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγνῶναι, ὅτι οὐκ ἔξωθεν, ἀλλ' ἔνδοθεν ἔχει τὴν νό σον ἀποκειμένην, ἥτις τότε φανεροῦται, ὅταν οἱ πειρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανὲς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλα βήσεται ἄνθρωπος, εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον, ἤτοι τὰς τῶν παθῶν αἰτίας, καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεὸς, καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς, οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλ λει καταλιμπάνειν, ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας, γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορ θοῦσθαι, ἀλλ' ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ. Ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν, οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν, ἀλλὰ μόνον ἐνηλλά ξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἔνδον νόσου, καὶ διετο... πραγμάτων ταύτας ἀνακινούσης. ∆ιὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἅπας ἡμῖν ἔστω ὁ πό λεμος. Τούτων γὰρ διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἐκβληθέντων, οὐ λέγω μετὰ ἀνθρώπων, ἀλλὰ καὶ μετὰ θηρίων εὐκόλως συνδιατρίψομεν, κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον· «Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι.» Προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν, ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας. Τοῦτο γὰρ τὸν Κάϊν οὐ συνεχώ ρησε μετὰ τὴν ἀδελφοκτονίαν μετανοῆσαι, οὔτε τὸν Ἰούδαν μετὰ τὴν τοῦ ∆εσπότου προδοσίαν. Ἐκεί-νην μόνην τὴν λύπην ἀσκήσωμεν, τὴν ἐπὶ τῇ μετα νοίᾳ τῶν ἡμαρτημένων μετὰ ἐλπίδος ἀγαθῆς γινομέ νην, καὶ τῇ ἐπικτήσει τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτηδευομένην. Περὶ ἧς καὶ ὁ Ἀπόστολος εἶπεν, ὅτι «Ἡ κατὰ Θεὸν
18