ἐστι, κρᾶσις ὢν τῶν ὅλων αἰώνων, καὶ φῶς τῶν αὑτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστήρ, καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων πάντων κίνασις. Ἰδοὺ δὴ σαφῶς ἕνα τε εἶναι λέγει τὸν τῶν ὅλων Θεόν, καὶ πάντων ἀρχήν, ἐργάτην τε τῶν αὑτοῦ δυνάμεων, φωστῆρα καὶ ψύχωσιν ἤτοι ζωοποίησιν τῶν ὅλων, καὶ κύκλων πάντων κίνησιν· αὐτοκίνητον γὰρ οὐδέν, παρῆκται δὲ τὰ πάντα παρ' αὐτοῦ, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κίνησιν λαχόντα φαίνεται. Ὁ δὲ Πλάτων ὧδέ πη φθέγγεται· Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ πάντος εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. Ὀρθῶς δὴ μάλα· ∆όξα γὰρ Κυρίου κρύπτει λόγον, κατὰ τὸ γεγραμμένον, καὶ πᾶς περὶ αὐτοῦ λόγος ἀσθενεῖ καὶ τῆς ἀξίας κατόπιν ἔρχεται· ἔστι γὰρ ἁπάσης ἐννοίας ἐπέκεινα, βλέπομεν δὲ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτοῦ, καθά φησιν ὁ πάνσοφος Παῦλος. 1.43 Πορφύριος δέ φησιν ἐν βιβλίῳ τετάρτῳ Φιλοσόφου ἱστορίας δοξάσαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα μὲν αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγομένας προσηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστικῶς αὐτοῦ κατηγορεῖν. Εἰ δὲ ὅλως ἐκ τῶν παρ' ἡμῖν ὀνομάτων χρή τι τολμῆσαι λέγειν περὶ αὐτοῦ, μᾶλλον τὴν τοῦ ἑνὸς προσηγορίαν καὶ τὴν τἀγαθοῦ τακτέον ἐπ' αὐτοῦ. Τὸ μὲν γὰρ ἓν ἐμφαίνει τὴν περὶ αὐτοῦ ἁπλότητα καὶ διὰ τοῦτο αὐτάρκειαν· χρῄζει γὰρ οὐδενός, οὐ μερῶν, οὐκ οὐσίας, οὐ δυνάμεων, οὐκ ἐνεργειῶν, ἀλλ' ἔστι πάντων τούτων αἴτιος, τἀγαθὸν δὲ παρίστησιν ὅτι ἀπ' αὐτοῦ πᾶν ὅ τί περ ἀγαθόν ἐστιν, ἀπομιμουμένων κατὰ τὸ δυνατὸν τῶν ἄλλων τὴν ἐκείνου, εἰ χρὴ φάναι, ἰδιότητα καὶ δι' αὐτῆς σῳζομένων. Ὁ δὲ τρισμέγιστος Ἑρμῆς οὕτω πώς φησι· Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνάτον· τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαμβάνεσθαι οὐ δυνατόν, καὶ τὸ ἀΐδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον· τὸ μὲν γὰρ ἀεὶ ἔστι, τὸ δὲ παρέρχεται, καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας σκιάζεται. Ὅσῳ οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε, τοσούτῳ τὸ θνητὸν τοῦ θείου καὶ ἀθανάτου. Εἴ τις οὖν ἀσώματος ὀφθαλμός, ἐξερχέσθω τοῦ σώματος ἐπὶ τὴν θέαν τοῦ καλοῦ, καὶ ἀναπτήτω, καὶ αἰωρηθήτω, μὴ σχῆμα, μὴ σῶμα, μὴ ἰδέας ζητῶν θεάσασθαι, ἀλλ' ἐκεῖνο μᾶλλον τὸ τούτων ποιητικόν, τὸ ἥσυχον, τὸ γαληνόν, τὸ ἑδραῖον, τὸ ἄτρεπτον, τὸ αὐτὸ πάντα καὶ μόνον, τὸ ἕν, τὸ αὐτὸ ἐξ ἑαυτοῦ, τὸ αὐτὸ ἐν ἑαυτῷ, τὸ ἑαυτῷ ὅμοιον, ὃ μήτε ἄλλῳ ὅμοιόν ἐστι, μήτε ἑαυτῷ ἀνόμοιον. 1.44 Καὶ πάλιν ὁ αὐτός· Μηδὲν οὖν περὶ ἐκείνου πώποτε τοῦ ἑνὸς καὶ μόνου ἀγαθοῦ ἐννοούμενος ἀδύνατον εἴπῃς· ἡ πᾶσα γὰρ δύναμις αὐτός ἐστι, μηδὲ ἔν τινι αὐτὸν διανοηθῇς εἶναι, μηδὲ πάλιν κατεκτός τινος· αὐτὸς γὰρ ἀπέραντος ὢν πάντων ἐστὶ πέρας, καὶ ὑπὸ μηδενὸς ἐμπεριεχόμενος πάντα ἐμπεριέχει. Ἐπεὶ τίς διαφορά ἐστι τῶν σωμάτων πρὸς τὸ ἀσώματον, καὶ τῶν γενητῶν πρὸς τὸ ἀγένητον, καὶ τῶν ἀνάγκῃ ὑποκειμένων πρὸς τὸ αὐτεξούσιον, ἢ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια, καὶ τῶν φθαρτῶν πρὸς τὰ ἀΐδια; οὐχ ὅτι τὸ μὲν αὐτεξούσιόν ἐστι, τὸ δὲ ἀνάγκῃ ὑποκείμενον, τὰ δὲ κάτω ἀτελῆ ὄντα φθαρτά ἐστιν; Ἀλλὰ μὴν καὶ Σοφοκλῆς οὕτω φησὶ περὶ θεοῦ· Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, Ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα, κἀνέμων βίας· Θνητοὶ δὲ πολλοί, καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχάς, Θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ 'λεφαντίνων τύπους, Θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Καὶ μέντοι καὶ ὁ σοφώτατος Ξενοφῶν· Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὥσπερ μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δέ τις μορφήν, ἀφανής· οὔτε