σώματα· οἱ διὰ τὸ τεκνογονεῖν, ἀλλ' οὐ διὰ τὸ φιληδονεῖν, τῷ γάμῳ προσεληλυθότες. 4.26 Καὶ οἱ μονόγαμοι δὲ τοὺς δευτέρῳ γάμῳ συμπεριενεχθέντας μὴ ἀποδοκιμαζέτωσαν. Καλὸν μὲν γὰρ ἡ ἐγκράτεια καὶ θαυμάσιον· συγγνωστὸν δὲ καὶ τῷ δευτέρῳ γάμῳ προσελθεῖν, ἵνα μὴ πορνεύσωσιν οἱ ἀσθενεῖς. Καλὸν μὲν γὰρ αὐτοῖς, ἐὰν μείνωσιν ὡς κἀγώ, φησὶν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐγκρα τεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. Τὰ δὲ λοιπὰ πάντα ἐξοριζέσθω μακρὰν, πορνεία, μοιχεία καὶ πᾶν τὸ τῆς ἀκολασίας εἶδος. Τετηρήσθω δὲ τὸ σῶμα τῷ Κυρίῳ καθαρὸν, ἵνα καὶ ὁ Κύριος ἐπιβλέψῃ τῷ σώματι. 4.27 Περὶ βρωμάτων. Τρεφέσθω δὲ τὸ σῶμα σιτίοις, ἵνα ζῇ καὶ ἀνεμποδίστως ὑπηρετῇ· οὐ μὴν ἵνα πρὸς τρυφὰς ἐκδοθῇ. Καὶ περὶ τροφῶν δὲ ὑμῖν ἔστω ταῦτα τὰ δόγματα· ἐπειδὴ πολλοὶ καὶ περὶ τὰ βρώματα πταίουσιν. Οἱ μὲν γὰρ τοῖς εἰδωλοθύτοις ἀδιαφόρως προσέρχονται· οἱ δὲ ἀσκοῦσι μὲν, κατακρίνουσι δὲ τοὺς ἐσθίοντας. Καὶ διαφόρως ἐν τῷ περὶ βρωμάτων λόγῳ τινῶν ἡ ψυχὴ μολύνεται, ἀγνοούντων τοῦ ἐσθίειν καὶ μή τε τὰς ἐπωφελεῖς αἰτίας. Νηστεύομεν γὰρ οἴνου τε καὶ κρεῶν ἀπεχόμενοι, οὐχ ὡς βδελύγματα μισοῦντες, ἀλλὰ τὸν μισθὸν προσδοκῶντες· ἵνα αἰσθητῶν ὑπεριδόντες, ἀπολαύσωμεν πνευματικῆς καὶ νοητῆς τραπέζης· καὶ ἵνα νῦν σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωμεν ἐν τῷ μέλλοντι αἰῶνι. Μὴ τοίνυν καταφρόνει τῶν ἐσθιόντων καὶ διὰ τῶν σωμάτων ἀσθένειαν μεταλαμβανόντων. Μηδὲ ψέγε τοὺς ὀλίγῳ οἴνῳ χρωμένους, διὰ τὸν στόμαχον καὶ τὰς πυκνὰς ἀσθενείας· καὶ μήτε αὐτοὺς ὡς ἁμαρτωλοὺς κατακρίνῃς. Μήτε ὡς ἀλλότρια μίσει τὰ κρέα· οἶδε γάρ τινας τοιούτους ὁ Ἀπόστολος λέγων· Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς. Ἀπεχόμενος τοίνυν τούτων, μὴ ὡς βδελυκτῶν ἀπέχου, ἐπεὶ μισθὸν οὐκ ἔχεις· ἀλλ' ὡς καλῶν ὄντων ὑπερφρόνει, διὰ τὰ προκείμενα νοητὰ καλλίονα. 4.28 Ἀσφάλισαί σου τὴν ψυχὴν, μή ποτέ τι φάγῃς τῶν τοῖς εἰδώλοις προσενεχθέντων. Περὶ γὰρ [τούτων] τῶν βρωμάτων, οὐκ ἐμοὶ νῦν μόνον, ἀλλ' ἤδη καὶ τοῖς ἀποστόλοις καὶ Ἰακώβῳ τῷ ταύτης τῆς ἐκκλησίας ἐπισκόπῳ σπουδὴ γέγονεν. Καὶ γράφουσιν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἔθνεσι καθολικὴν ἐπιστολὴν, προηγουμένως τῶν εἰδωλοθύτων ἀπέχεσθαι, ἔπειτα δὲ καὶ αἵματος, καὶ πνικτοῦ. Πολλοὶ γὰρ τῶν ἀνθρώπων θηριώδεις ὄντες καὶ κυνῶν δίκην ζῶντες, τὸ μὲν αἷμα λάπτουσιν, ἀγριωτάτων θηρίων τρόπον μιμούμενοι· τὰ πεπνιγμένα δὲ κατεσθίουσιν ἀφειδῶς. Σὺ δὲ ὁ τοῦ Χριστοῦ δοῦλος, ἐσθίων ἔχε τὸ μετ' εὐλαβείας ἐσθίειν. Καὶ περὶ μὲν βρωμάτων αὐτάρκως. 4.29 Περὶ Ἐνδύματος. Ἔνδυσις δέ σοι λιτὴ περικείσθω, μὴ πρὸς καλλωπισμὸν, ἀλλὰ πρὸς ἀναγκαίαν σκέπην· μηδὲ ἵνα χαυνωθῇς, ἀλλ' ἵνα ἐν χειμῶνι θερμανθῇς, καὶ τοῦ σώματος τὴν ἀσχημοσύνην καλύπτῃς· μὴ προφάσει τοῦ τὴν ἀσχημοσύνην καλύπτειν, ταῖς περιέργοις στολαῖς εἰς ἑτέραν ἀσχημοσύνην ἐμπέσῃς. 4.30 Περὶ τῆς Ἀναστάσεως. Φείδου μοι, παρακαλῶ, τοῦ σώματος τούτου, καὶ γίνωσκε ὅτι ἐκ νεκρῶν ἐγερθήσῃ, μετὰ τοῦ σώματος τούτου κριθησόμενος. Εἰ δέ σοί τις ἀπιστίας λόγος ὑπεισέρχεται, ὡς ἀδυνάτου τοῦ πράγματος τυγχάνοντος· ἐκ τῶν καθ' ἑαυτὸν σκόπει τὰ μὴ φαινόμενα. Σὺ γὰρ αὐτὸς, εἰπέ μοι, πρὸ ἑκατὸν ἢ πλειόνων ἐτῶν, λόγισαι ποῦ ἦσθα; Ἐκ ποίας δὲ σμικροτάτης· καὶ εὐτελεστάτης ὑποστάσεως, εἰς τοσοῦτον ἡλικίας μέγεθος καὶ τοσαύτην ὡραιότητος ἀξίαν κατέστης; Εἶτα, ὁ τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγὼν, τὸ ὂν ἤδη καὶ διαπεσὸν αὖθις ἀναστῆσαι οὐ δύναται; Ὁ τὸν δι' ἡμᾶς σπειρόμενον σῖτον, κατ' ἐνιαυτὸν νεκρούμενον ἐγείρων· ἆρα ἡμᾶς αὐτοὺς, δι' οὓς κἀκεῖνος ἐγήγερται, δυσκόλως ἀναστήσει; Ὁρᾷς ὅπως τὰ δένδρα νῦν ἐπὶ τοσούτοις μησὶν ἄκαρπα καὶ ἄφυλλα καθέστηκεν· ἀλλὰ ὅλα, τοῦ χειμῶνος παρελθόντος, αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιοῖ. Οὐ πολλῷ μᾶλλον ἡμεῖς καὶ εὐκοπώτερον ἀναζήσομεν; Ῥάβδος Μωσέως εἰς φύσιν ὄφεως ἀνοίκειον βουλῇ Θεοῦ μετεβλήθη· καὶ ἄνθρωπος, ὁ πεσὼν εἰς θάνατον, πάλιν εἰς ἑαυτὸν οὐκ ἀποκαθίσταται; 4.31 Μὴ πρόσεχε τοῖς