Θεοφιλίτζης εἶπεν ὅτι, δέσποτα, 817 ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους, οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ δὲ βασι λέως παρευθὺ ἐλθεῖν κελεύσαντος ἀπεστάλη κοιτωνίτης ἐν τῇ σι δηρᾷ πύλῃ, καὶ τὸν Βασίλειον εὑρὼν μετὰ σπουδῆς ἤγαγε πρὸς τὸν βασιλέα. καὶ κελευσθεὶς τὸν ἵππον κρατῆσαι, ὁ δὲ μιᾷ χειρὶ τὸν χαλινὸν κρατήσας, τῇ δὲ ἑτέρᾳ τοῦ ὠτὸς δραξάμενος τοῦ ἵπ που, εἰς ἡμερότητα προβάτου μετέβαλεν. ᾧ ἀρεσθεὶς καὶ θερα πευθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτὸν Ἀνδρέᾳ ὄντι ἑταιρειάρχῃ τοῦ εἶναι εἰς τὴν ἑταιρείαν καὶ δουλεύειν ἐν τοῖς ἵπποις. 8. Ἀναγκαῖον δὲ ἡγησάμην διηγήσασθαι περὶ τοῦ αὐτοῦ Βασιλείου τήν τε ἀνατροφήν, καὶ ὅθεν ἔστι μέχρι τῆς τοιαύτης ὑποθέσεως. ὁ αὐτὸς Βασίλειος γεννᾶται ἐν Μακεδονίᾳ ἐν τοῖς χωρίοις Ἀδριανουπόλεως, ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Ῥαγκαβέ, πατρὸς Ἰγνατίου πατριάρχου, γαμβροῦ δὲ Νικηφόρου τοῦ βασι λέως εἰς Προκοπίαν τὴν ἑαυτοῦ θυγατέρα. ἐπὶ τούτου ἐξῆλθε Κροῦμος ὁ ἄρχων Βουλγαρίας κατὰ Χριστιανῶν· καὶ τραπεὶς Μιχαήλ, καὶ Λέων ὁ Ἀρμένιος τυραννήσας αὐτὸν καὶ βασιλεύσας, ἐλθὼν ὄπισθεν αὐτοῦ ὁ Κροῦμος περιεκύκλωσε τὴν πόλιν. λογ χευθεὶς δὲ παρὰ Λέοντος τοῦ Ἀρμενίου καὶ ὑποστρέφων ἐν Βουλ γαρίᾳ ἔπεμψεν εἰς τὸν ἅγιον Μάμαντα ἀφελεῖν τὰ ἐκεῖσε χαλκᾶ ζώδια. ἀπελθὼν δὲ καὶ ἐν Ἀδριανουπόλει παρέλαβεν αὐτήν, καὶ μετέστησε χιλιάδας ἀνδρῶν δέκα χωρὶς γυναικῶν, καὶ τούτους κατῴκισε πέραν τοῦ ∆ανουβίου. ἐν δὲ ταῖς ἡμέραις Θεοφίλου 818 τοῦ βασιλέως ἦν στρατηλάτης ἐν Μακεδονίᾳ Κορδύλης προσαγο ρευόμενος. εἶχε δὲ καὶ υἱὸν Βάρδαν ὀνόματι, ἠνδρειωμένον πάνυ, ὃν κατέλιπεν ἀντ' αὐτοῦ ἄρχειν τῶν Μακεδόνων τῶν ὄντων πέραν τοῦ ποταμοῦ ∆ανουβίου. αὐτὸς δὲ μετὰ μηχανῆς τινὸς εἰσῆλθε πρὸς Θεόφιλον, καθὰ ἐκεῖσε προεγράφη. ὃν ὑποδεξάμενος χαί ρων, καὶ γνοὺς ὃ θέλει, ἀπέστειλε πλοῖα ἀναλαβέσθαι αὐτοὺς καὶ ἀναγαγεῖν ἐν τῇ πόλει. ἦν δὲ ἄρχων Βουλγαρίας ὁ Βαλδίμερ, ἔγγονος Κρούμου, πατὴρ Συμεῶνος τοῦ μετὰ ταῦτα κρατήσαντος. 9 ἐποίησεν οὖν βουλὴν ὁ λαὸς σὺν γυναιξὶν καὶ τέκνοις ἐξελθεῖν ἐν Ῥωμανίᾳ. ἐξελθόντες δὲ τοῦ Μιχαὴλ Βουλγάρου ἐν Θεσσα λονίκῃ, ἤρξαντο διαπερᾶν σὺν ταῖς ὑποστάσεσιν αὐτῶν. μαθὼν δὲ ὁ κόμης τοῦτο ἀντεπέρασε πολεμήσων αὐτούς. ἀπογνόντες οὖν οἱ Μακεδόνες ἐποίησαν κεφαλὴν αὐτῶν τόν τε Τζάντζην καὶ τὸν Κορδύλην, καὶ συμβαλόντες πόλεμον ἀπέκτειναν πολλούς, τινὰς δὲ ἐκράτησαν. οἱ δὲ μὴ δυνηθέντες περᾶσαι Βουλγαρίαν προσερ ρύησαν τοῖς Οὔγγροις καὶ ἀνήγγειλαν αὐτοῖς πάντα τὰ τῶν Μα κεδόνων. ἦλθον δὲ καὶ τὰ πλοῖα τοῦ βασιλέως πρὸς τὸ ἀναλαβέ σθαι αὐτοὺς πρὸς τὴν πόλιν. παρευθὺ οὖν ἀνεφάνησαν Οὖννοι πλῆθος ἄπειρον. οἱ δὲ ἰδόντες αὐτοὺς μετὰ δακρύων ἐβόων λέ γοντες "ὁ θεὸς τοῦ ἁγίου Ἀδριανοῦ βοήθει ἡμῖν," καὶ παρετάσ σοντο πρὸς συμβολὴν πολέμου. οἱ δὲ Τοῦρκοι εἶπον πρὸς αὐτοὺς "δότε ἡμῖν τὴν ὕπαρξιν ὑμῶν πᾶσαν, καὶ ἀπέλθετε ἔνθα καὶ 819 βούλεσθε." οἱ δὲ τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ παρατεταγμένοι ὑπῆρχον ἐν τρισὶν ἡμέραις. τῇ δὲ τετάρτῃ ἤρξαντο εἰσέρχεσθαι εἰς τὰ πλοῖα αὐτῶν. θεασάμενοι δὲ τοῦτο οἱ Τοῦρκοι συνέβαλον πόλεμον ἀπὸ ὥρας πέμπτης μέχρις ἑσπέραν· καὶ τραπὲν τὸ ἔθνος, κατεδίωκον αὐτοὺς οἱ Μακεδόνες. καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ βουλο μένων αὐτῶν ὑποχωρῆσαι, ἀνεφάνησαν πάλιν Οὖννοι πρὸς τὸ πολεμῆσαι αὐτούς. ἀναστὰς δὲ Μακεδόνων νεώτερος, Λέων ὀνό ματι, ἐκ γένους τῶν Γωμοστῶν, ὃς μετὰ ταῦτα γέγονεν ἑταιρειάρ χης, καὶ ἕτεροι ὀνομαστοὶ τῶν Μακεδόνων, ἔτρεψαν αὐτοὺς καὶ ἐξήλασαν· καὶ ὑποστρέψαντες εἰσῆλθον εἰς τὰ πλοῖα, καὶ ἀπεσώ θησαν πρὸς τὸν βασιλέα, καὶ φιλοτιμηθέντες παρ' αὐτοῦ ὑπέ στρεψαν εἰς Μακεδονίαν, εἰς τὴν ἰδίαν χώραν αὐτῶν. ἦν δὲ τότε Βασίλειος ὡς εἶναι τὰ ἔτη αὐτοῦ κεʹ. ἀποκατασταθεὶς δὲ ἐν τῇ ἰδίᾳ χώρᾳ προσεκολλήθη δουλεύειν στρατηγῷ Μακεδονίας τῷ λε γομένῳ Τζάντζῃ. καὶ μηδὲν παρ' αὐτοῦ ὠφεληθεὶς ἦλθεν ἐν τῇ πόλει μέχρι τῆς Χρυσῆς πόρτης. εἰσελθὼν κεκοπωμένος ἐκ τῆς ὁδοιπορίας κυριακὴ γὰρ ἦν, καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἀνεκλίθη ἐν τοῖς πεζουλίοις τοῦ ἁγίου ∆ιομήδους. καθολικὴ γὰρ ἦν τότε ἡ