18
δεινόν. δύο γοῦν ἐν σχήματι αὐτομόλων τῷ βασιλεῖ προσερρύησαν καὶ νίκην αὐτῷ κατὰ Περσῶν, εἰ ἕποιτο αὐτοῖς, ἐπηγγέλλοντο. ἐᾶσαι γὰρ 66 τὸν ποταμὸν αὐτῷ συνεβούλευον καὶ τὰς τριήρεις ἃς ἐπήγετο κατακαῦσαι καὶ τὰ ἄλλα πλοῖα τὰ φορτηγά, ἵνα μὴ τούτοις οἱ πολέμιοι χρήσαιντο, αὐτῶν δ' ἡγουμένων δι' ἑτέρων ὁδῶν ἀγαγεῖν τὰ στρατεύματα ἀκινδύνως τε καὶ δι' ὀλίγου τὰ τῆς Περσίδος κατειληφέναι ἐνδότερα καὶ εὐμαρῶς κυριεῦσαι αὐτῆς. τούτοις φρενοβλαβῶς ὁ ἀλιτήριος ἐκεῖνος πεισθείς, καὶ ταῦτα πολλῶν λεγόντων αὐτῷ καὶ αὐτοῦ τοῦ Ὁρμίσδου δόλον εἶναι τὸ πρᾶγμα, πῦρ ἐνέβαλε ταῖς ναυσὶ καὶ πάσας κατέκαυσε πλὴν δυοκαίδεκα. ἦσαν δὲ τριήρεις μὲν ἑπτακόσιαι, φορτηγοὶ δὲ τετρακόσιαι. ἤδη δ' ἐκείνων ἐκτεφρωθεισῶν, ἐπεὶ πολλοὶ τῶν ταξιαρχῶν ἐνέδραν καὶ δόλον ἐνίσταντο εἶναι τὰ παρὰ τῶν αὐτομόλων ἐκείνων λεγόμενα, μόλις που κατένευσεν ἐτασθῆναι τοὺς ψευδαυτομόλους· οἳ ἐτασθέντες βασάνοις ἐξέφηναν τὸ ἀπόρρητον. Οἱ μὲν οὖν οὕτως ἀπατηθῆναί φασι τὸν Ἰουλιανόν, οἱ δὲ ἀπειπάμενον λέγουσι τὴν πρὸς Κτησιφῶντα πολιορκίαν δι' ὀχυρότητα καὶ ὅτι καὶ τῷ στρατεύματι τὰ ἀναγκαῖα ἐπέλιπον, ἐπανόδου μνησθῆναι· ἀπιοῦσι δὲ ἐπιφανῆναι τοὺς Πέρσας ὄπι67 σθεν καὶ τοὺς οὐραγοῦντας ταράττειν· τοὺς Γάλλους δ' ὀπισθοφυλακοῦντας ἀντιτάξασθαι τοῖς πολεμίοις γενναιότερον καὶ πολλοὺς αὐτῶν ἀνελεῖν, οὐ τῶν τυχόντων μόνον, ἀλλὰ καὶ τῶν παρ' ἐκείνοις ἐπιφανῶν. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων οἱ Ῥωμαῖοι σφοδρῶς ἐπιέζοντο. Ἰουλιανὸς δ' ἐν ἀπορίᾳ τοῦ τί δεῖ πράττειν καὶ ὅθεν ἐπανιέναι χρεὼν καταστάς, εἵλετο διὰ τῆς ὀρεινῆς τὴν πορείαν ποιήσασθαι. τοῦτο οἱ Πέρσαι κατανοήσαντες καὶ εἰς ταὐτὸν ἀθροισθέντες τοῖς Ῥωμαίοις ἐπέθεντο· καὶ κατὰ μὲν τὸ εὐώνυμον κέρας ἐκράτουν Ῥωμαῖοι, κατὰ δέ γε τὸ δεξιὸν ἠλαττοῦντο. ὃ γνοὺς Ἰουλιανὸς ἀμύνειν τοῖς ἡττωμένοις ἠπείγετο. ἔτυχε δὲ διὰ βάρος καὶ τὴν ἐκ τοῦ ἡλίου φλόγωσιν (θέρους γὰρ ἦν ὥρα) τὸν θώρακα ἐκδυσάμενος. ἐν μέσοις οὖν τοῖς πολεμίοις γενόμενος δόρατι βάλλεται κατὰ τῆς πλευρᾶς. λέγεται δὲ ὅτι σφοδροῦ τότε πνεύσαντος πνεύματος ἀχλὺς βαθεῖα τοῦ ἀέρος τοῦ ἐκεῖ κατεσκέδαστο· τὰ γὰρ πλήθη τῶν στρατευμάτων πολὺν ἐκίνουν κονιορτόν, ὡς μηδὲ γινώσκειν οὔθ' ὅποι εἰσὶν οὔθ' ὅ, τι πράττοιεν· ἄδηλον δ' εἶναι ὅθεν ἡ αὐτὸν πλήξασα αἰχμὴ κατ' ἐκείνου ἐβέβλητο, εἴθ' ὑπὸ πολεμίου εἴθ' ὑπό τινος τῶν αὐτοῦ εἴτ' ἐκ θειοτέρας δυνάμεως· 68 ᾄδεται γὰρ καὶ ταῦτα. διό φασιν αὐτὸν ἐκ τοῦ καταρρέοντος τοῦ τραύματος αἵματος κοίλῃ δεξάμενον τῇ χειρὶ καὶ τοῦ ἀέρος τοῦτο κατασκεδάσαντα εἰπεῖν "κορέσθητι, Ναζωραῖε." Καὶ ὁ μὲν οὕτως ἀσεβῶς ζήσας βιαίως τὴν ψυχὴν ἐξηρεύξατο, βασιλεύσας ἔτη δύο. τὸ δὲ σῶμα αὐτοῦ ἡ στρατιὰ εἰς Ταρσὸν τῆς Κιλικίας κομίσασα ἔθαψεν ἐν προαστείῳ τῆς πόλεως· οὗ τῷ τάφῳ καὶ τόδε τὸ ἐπίγραμμα ἐπεγράφη· Κύδνῳ ἐπ' ἀργυρόεντι ἀπ' Εὐφρήταο ῥοάων Περσίδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργῳ κινήσας στρατιὴν τόδ' Ἰουλιανὸς λάχε σῆμα, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής. ὕστερον δὲ ἀνεκομίσθη εἰς τὴν βασιλίδα τῶν πόλεων. Ἦν δ' ἐκεῖνος περὶ δόξαν ἐπτοημένος καὶ ἐπὶ τοῖς τυχοῦσιν ἐπαινεῖσθαι βουλόμενος, ἐφ' οἷς δ' ἐσφάλλετο διορθούμενος 69 παρὰ τῶν φίλων οὐκ ἤχθετο. ἦν δὲ καὶ παντοδαπῆς σοφίας μετειληχὼς καὶ μάλιστα τῆς περιττοτέρας, περὶ τὴν δίαιταν ἐγκρατής, ὥστε καὶ τὰ φυσικὰ ταῦτα διαφυγγάνειν, ἐρυγὰς καὶ τὰς ἐκκρίσεις τὰς διὰ στόματος. ἔλεγε δὲ χρῆναι τὸν φιλόσοφον, εἰ οἷόν τε, μηδὲ ἀναπνεῖν. φασὶ δὲ αὐτὸν ἐν Ἀντιοχείᾳ ὄντα ὄναρ ἰδεῖν νεανίαν ξανθὸν τὴν κόμην εἰρηκότα αὐτῷ ὡς "ἐν Φρυγίᾳ τελευτῆσαί σε δεῖ." ὅτε οὖν ἐπλήγη, ἤρετο τοὺς παρόντας ὅπως ὁ τόπος καλοῖτο· ὡς δ' ἤκουσε Φρυγίαν καλεῖσθαι αὐτόν, ἀνέκραξεν "ὦ ἥλιε, ἀπώλεσας Ἰουλιανόν." λέγεται δὲ κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐτελεύτησεν ἐν Ἀντιοχείᾳ γνωσθῆναι τὸν θάνατον αὐτοῦ. τινὰ γὰρ τῶν τῆς τάξεως τοῦ ἐκεῖσε δικαστηρίου, Ἕλληνα κἀκεῖνον καὶ τῆς αὐτῆς θρησκείας τῷ παραβάτῃ, διανυκτερεύοντα περὶ τὴν φυλακὴν τοῦ ἀρχείου συνθήκην ἀστέρων ἐν οὐρανῷ θεάσασθαι γράμματα