ἐπιστημόνως τὰ τῆς ὑψώσεως μεταχειρισάμενος αὐτός τε κατεβέβλητο καὶ τὰ Ῥωμαίων ἑαυτῷ συγκατέβαλε πράγματα· ὅπως δὲ τὸ μὲν δεδήλωται πρότερον, τὸ δὲ προϊὼν ὁ λόγος δηλώσει νῦν. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τοῦ ∆ιογένους ἀπαλλαγείς, τὴν κουροπαλάτισσαν Ἄνναν, ἣν ὁ λόγος φθάσας ἐδήλωσε μητέρα τῶν Κομνηνῶν, σὺν τοῖς υἱέσι τῆς ὑπερορίας ἀνακαλεῖται καὶ διὰ κήδους αὐτοὺς ἑαυτῷ οἰκειοῦται· γήμας γὰρ αὐτὸς πρότερον τὴν Παγκράτειαν τοῦ Ἰβήρων κατάρχοντος θυγατέρα Μαρίαν, τὴν ἐκείνης ἐξαδέλφην Εἰρήνην τὴν θυγατέρα τοῦ Ἀλανίας ἐξουσιάζοντος τῷ πρεσβυτέρῳ τῶν παίδων τῆς κουροπαλατίσσης Ἰσαακίῳ πρὸς γάμου κοινωνίαν ἐκδίδωσιν. Ὁ δὲ καῖσαρ, ἐπεὶ τὸν ἀνεψιὸν εἶδεν οὐκ ἐπιτηδείως πρὸς τὴν τῶν κοινῶν ἀντίληψιν ἔχοντα, αὐτός τε γενναιότερον τῶν πραγμάτων ἀντελαμβάνετο καὶ τὸν ἐκτομίαν Νικηφόρον, ὃν ὑποκορίζοντες ἐκάλουν Νικηφορίτζην, τῷ βασιλεῖ οἰκείωσας λογοθέτην τοῦ δρόμου κατέστησεν, ἄνδρα ἐντρεχῆ μὲν καὶ δραστήριον καὶ λόγῳ κοσμούμενον καὶ πείρᾳ πραγμάτων πολλῶν, βαθυγνώμονα δὲ ἄλλως καὶ συγκυκῆσαι δυνάμενον πράγματα μᾶλλον ἢ τὸν Περι κλέα φασὶ τὴν Ἑλλάδα κυκᾶν. Λέληθεν οὖν ὁ καῖσαρ καθ' ἑαυτοῦ τὸν ἑαυτοῦ ἐξοπλίσας πολέμιον. 2.2 Ὑπελθὼν οὖν οὗτος τὴν τοῦ βασιλέως κουφότητα ὅλον τοῦτον πρὸς ἑαυτὸν ἐφειλκύσατο, ἥκιστα πείθων φροντίζειν τοῦ θείου καίσαρος. Ὁ δὲ καῖσαρ τέως μὲν προσεποιεῖτο τὰ δρώμενα ἀγνοεῖν καὶ τῶν πραγμάτων ἀντείχετο· ἐπεὶ δὲ ἑώρα καθεκάστην αὐξομένην τὴν βασιλέως παρόρασιν καὶ ὅλον τοῦτον διεγίνωσκε τοῦ λογοθέτου ἐξεχόμενον, δεῖν ᾠήθη ἀπόπειράν τινα ποιήσασθαι καὶ δὴ σκηψάμενος ὡς βούλοιτο θήρας χάριν πρὸς τὴν μικρὰν Ἀσίαν περαιωθῆναι, ἐπεὶ τὸν βασιλέα εἶδε πρὸς τοῦτο συγκαταβαίνοντα, τὸν πρὸ τοῦ Πόντου πορθμὸν περαιωθεὶς ἅμα τῷ υἱῷ Ἀνδρονίκῳ ἀπῄει πρὸς τὴν Ἀσίαν, τοῦ ἡλίου τὰς μετοπωρινὰς τροπὰς μεταλλάττοντος. Θάτερος δὲ τῶν τούτου υἱέων ὁ Κωνσταντῖνος ἔμεινε παρὰ τῷ βασιλεῖ· προεβέβλητο γὰρ πρὸς αὐτοῦ πρωτοστράτωρ, τουτὶ δὲ τὸ ὀφφίκιον μέγα ἦν ἀεὶ παρὰ βασιλεῦσι καὶ μεγίστοις ἐδίδοτο· μείνας δὲ θεραπεύειν ἔσπευδε τὸ βασιλέως ἀμφίγνωμον καὶ γὰρ ἦν ἐκ δυοῖν τοῖν ἐναντίοιν τοῦτο συγκείμενον, κουφότητός τε καὶ πανουργίας. 2.3 Ὁ μὲν οὖν καῖσαρ τὴν Ἀσιᾶτιν καταλαβὼν περὶ θήραν ἐπτοῆσθαι προσεποιεῖτο. Ὁ δὲ βασιλεὺς Μιχαήλ, συγκλειομένων αὐτῷ τῶν πραγμάτων ἤδη κατά τε τὴν ἕω καὶ τὴν ἑσπέρανοἵ τε γὰρ Τοῦρκοι τὰ κατὰ τὸν ∆ιογένην πυθόμενοι καὶ τὰς πρὸς Ῥωμαίους δι' ἐκεῖνον γενομένας ξυμβάσεις τε καὶ σπονδὰς διαλύσαντες τὴν ἑῴαν πᾶσαν ἐδῄουντο καὶ ἐληΐζοντο, οἵ τε μὴν Σκύθαι πρὸς τούτοις συστασιάσαντες Θρᾴκην τε καὶ Μακεδονίαν κατέτρεχον, ὡς πορθεῖσθαι μικροῦ δεῖν ἅπασαν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην ὑπ' ἀμφοῖν τοῖν ἐχθροῖν, οὕτω γοῦν αὐτῷ τῶν πραγμάτων συγκλεισθέντων, τὸν Κομνηνὸν Ἰσαάκιον, ὃν διὰ κήδους ἑαυτῷ ᾠκειώσατο, δομέστικον τῶν Σχολῶν τῆς ἀνατολῆς καταστήσας, αὐτοκράτορα στρατηγὸν τοῦ κατὰ Τούρκων πολέμου τοῦτον ἐκπέπομφεν. Ὁ δὲ παραλαβὼν τὰς δυνάμεις ἀπῄει ὡς ἐπὶ τὴν τῶν Καππαδοκῶν· ξυνείπετο δέ οἱ καὶ ὁ ἀδελφὸς Ἀλέξιος, ὁ τότε μὲν μεγάλη Ῥωμαίων ἐλπὶς καὶ ὢν καὶ φαινόμενος, ὕστερον δὲ μέγιστον Ῥωμαίοις γενόμενος ὄφελος, μήπω τὸν ἴουλον ἐπανθοῦντα φέρων, ἀλλὰ τὰ τῆς στρατηγικῆς ἀρετῆς ὑπεδείκνυ καὶ πρὸ τῆς τελειότητος μᾶλλον ἤπερ φασὶν οἱ τὰ Ῥωμαϊκὰ συγγραψάμενοι τὸν Σκηπίωνα, ὁπηνίκα ξυνείπετο τῷ Αἰμυλίῳ κατὰ τοῦ Μακεδόνος στρατηγοῦντι Περσέως· ξυνέπραττε γὰρ τἀδελφῷ καὶ τὰς τάξεις καθίστα καὶ τοὺς λόχους ἐνίστα καὶ φαλαγγαρχῶν ἐφαντάζετο καὶ πρὸ τῆς πείρας περὶ τὰ στρατιωτικὰ δεξιώτατος ὤν. Ἐπεὶ δ' ἀφικέσθην εἰς τὴν Καππαδοκῶν μητρόπολιν, φημὶ δὴ τὴν περιβόητον Καισάρειαν, ἐστρατοπεδευσάτην περὶ τὴν παλαιὰν πόλιν, ἀντὶ τάφρου καὶ χάρακος τὰ διερρωγότα ταύτης προβαλλόμενοι τείχη καὶ γὰρ ἔφθη πάλαι σεισμοῦ γενέσθαι πάρεργον μικροῦ δεῖν ἅπασα, πύργων ἐνίων περιλειφθέντων εἰς ἀπόδειξιν οἶμαι τῆς παλαιᾶς εὐδαιμονίας τῆς πόλεως. Ἐν ταύτῃ