βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐ τῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί <σοι>, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήσῃ.» 15.4 πῶς δὲ οὐκ ἔστι κατὰ τὸν εἰπόντα· «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς, ὁ πατὴρ» εἰπεῖν ἄν· τί ἐμοὶ προσ εύχῃ; μόνῳ τῷ πατρὶ προσεύχεσθαι χρὴ, ᾧ κἀγὼ προσεύχομαι· ὅπερ διὰ τῶν ἁγίων γραφῶν μανθάνετε. ἀρχιερεῖ γὰρ τῷ ὑπὲρ ὑμῶν κατασταθέντι ὑπὸ τοῦ πατρὸς καὶ παρακλήτῳ ἀπὸ τοῦ πατρὸς εἶναι λαβόντι εὔχεσθαι ὑμᾶς οὐ δεῖ ἀλλὰ δι' ἀρχιερέως καὶ παρα κλήτου, δυναμένου συμπαθεῖν «ταῖς ἀσθενείαις ὑμῶν,» πεπειρασ μένου «κατὰ πάντα» ὁμοίως ὑμῖν, ἀλλὰ διὰ τὸν δωρησάμενόν μοι πατέρα πεπειρασμένου «χωρὶς ἁμαρτίας.» μάθετε οὖν, ὅσην δωρεὰν ἀπὸ τοῦ πατρός μου εἰλήφατε, διὰ τῆς ἐν ἐμοὶ ἀναγεννήσεως τὸ τῆς «υἱοθεσίας πνεῦμα» ἀπειληφότες, ἵνα χρηματίσητε «υἱοὶ θεοῦ» ἀδελφοὶ δὲ ἐμοῦ. ἀνέγνωτε γὰρ τὴν διὰ τοῦ ∆αυῒδ ὑπ' ἐμοῦ εἰρη μένην περὶ ὑμῶν πρὸς τὸν πατέρα φωνήν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» ἀδελφῷ δὲ προσεύχεσθαι τοὺς κατηξιωμένους ἑνὸς αὐτῶν πατρὸς οὐκ ἔστιν εὔλογον· μόνῳ γὰρ τῷ πατρὶ μετ' ἐμοῦ καὶ δι' ἐμοῦ ἀναπεμπτέον ἐστὶν ὑμῖν προσευχήν. 16.1 Ταῦτ' οὖν λέγοντος ἀκούοντες Ἰησοῦ τῷ θεῷ δι' αὐτοῦ εὐχώμεθα, τὸ αὐτὸ λέγοντες πάντες μηδὲ περὶ τοῦ τρόπου τῆς εὐχῆς σχιζόμενοι. ἢ οὐχὶ σχιζόμεθα, ἐὰν οἱ μὲν τῷ πατρὶ οἱ δὲ τῷ υἱῷ εὐχώμεθα, ἰδιωτικὴν ἁμαρτίαν κατὰ πολλὴν ἀκεραιότητα διὰ τὸ ἀβασάνιστον καὶ ἀνεξέταστον ἁμαρτανόντων τῶν προσευχομένων τῷ υἱῷ, εἴτε μετὰ τοῦ πατρὸς εἴτε χωρὶς τοῦ πατρός; προσευχώ μεθα τοίνυν ὡς θεῷ ἐντυγχάνωμεν δὲ ὡς πατρὶ δεώμεθα δὲ ὡς κυρίου εὐχαριστῶμεν δὲ ὡς θεῷ καὶ πατρὶ καὶ κυρίῳ, οὐ πάντως δούλου ὄντι κυρίῳ· ὁ γὰρ «πατὴρ» εὐλόγως ἂν νομισθείη τοῦ υἱοῦ καὶ κύριος καὶ τῶν δι' αὐτὸν γενομένων υἱῶν κύριος· ὥσπερ δὲ «οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων,» οὕτως οὐκ ἔστι κύριος ἀγε νῶν δούλων ἀλλὰ τῶν κατὰ μὲν τὰς ἀρχὰς φόβῳ διὰ τὴν νηπιό τητα ἐξευγενιζομένων μετὰ δὲ ταῦτα κατὰ τὴν ἀγάπην μακαριωτέραν τῆς ἐν φόβῳ δουλείαν δουλευόντων· εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ μόνῳ τῷ καρδίας βλέποντι χαρακτῆρες φανεροὶ δούλων θεοῦ καὶ υἱῶν αὐτοῦ. 16.2 πᾶς τοιγαροῦν ὁ «τὰ ἐπίγεια» καὶ «μικρὰ» αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου «ἐπουράνια» καὶ «μεγάλα» αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικρὸν χαρίζεσθαι ἐπισταμένου θεοῦ. ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος «τὰ ἐπίγεια» ἡμῖν προστίθεσθαι καὶ «τὰ μικρὰ,» ἀπαντητέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα, ἀλλ' ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προ ηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς, οἰκειότατα ἐροῦ μεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, «ἑκάστῳ» διδόμενα τῶν ἁγίων «πρὸς τὸ συμφέρον» ἢ «κατ' ἀναλογίαν τῆς πίστεως» ἢ «καθὼς βούλεται» ὁ διδούς· βούλεται δὲ σοφῶς, εἰ καὶ ἡμεῖς μὴ δυνάμεθα ἑκάστῳ τῶν διδομένων αἰτίαν καὶ λόγον ἄξιον τοῦ διδόντος εἰπεῖν. 16.3 μᾶλλον οὖν κεκαρποφορήκει ἀπό τινος στειρώσεως μετα βαλοῦσα ἡ τῆς Ἄννης ψυχὴ ἤπερ τὸ σῶμα, κυῆσαν τὸν Σαμουήλ· καὶ μᾶλλον ὁ Ἐζεκίας θεῖα γεγεννήκει τέκνα νοῦ ἤπερ σώματος, ἐκ τοῦ σωματικοῦ σπέρματος αὐτῶν γεγεννημένων· ἐπὶ πλεῖόν τε ἀπὸ νοητῶν ἐπιβουλῶν ῥυσθέντες ἐτύγχανον Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ ὁ λαὸς ἤπερ ἀπὸ τοῦ Ἀμὰν καὶ τῶν συμπνεόντων ....... τοῦ δια φθεῖραι τὴν ψυχὴν αὐτῆς θέλοντος ἄρχοντος τὴν δύναμιν διακεκό φει ἢ ἐκείνου τοῦ Ὀλοφέρνου. τίς δ' οὐκ ἂν ὁμολογήσαι τῷ Ἀνανίᾳ καὶ τοῖς