ἐκκλησίας, ∆ιόσκορον τὸν ἐπίσκοπον, γεγηρακότα ἐν τῇ ἐκκλησίᾳ· τῷ δ' ἐπισκόπῳ Ἰωάννῃ γράφει· "Οἶμαι μέν σε μὴ ἀγνοεῖν τὸ διάταγμα τῶν κανόνων τῶν ἐν Νικαίᾳ, ὅπου θεσπίζουσιν "ἐπίσκοπον ὑπερόριον μὴ κρίνειν δίκην"· εἰ δὲ ἀγνοεῖς, μαθὼν ἀπόσχου τῶν κατ' ἐμοῦ λιβέλλων. εἰ γὰρ καὶ δέοι με κριθῆναι, παρὰ τῶν Αἰγυπτίων, καὶ οὐ παρὰ σοῦ ἀφεστῶτος ἑβδομήκοντα πέντε ἡμερῶν ὁδόν." <ΚΕΦΑΛΑΙΟΝ Ηʹ> Λαβὼν τὴν ἐπιστολὴν ὁ Ἰωάννης καὶ ἀναγνούς, ταύτην μὲν ἔσχεν παρ' ἑαυτῷ, τοῖς δὲ ἀσκηταῖς ἀμφοτέρων τῶν μερῶν 43 διελέχθη τὰ πρὸς εἰρήνην. ἀκούσαντα δὲ ἀμφότερα τὰ μέρη ἐτραχύνθη, τὸ μὲν ὡς τετυραννημένον, τὸ δὲ ὡς οὐκ ἔχον ἄνευ Θεοφίλου τὴν τῆς εἰρήνης ἐξουσίαν, διὰ τὸ καὶ κατὰ κέλευσιν αὐτοῦ ἐπιδεδωκέναι τὰς τῆς συκοφαντίας δεήσεις. οὕτως ὁ Ἰωάννης δοὺς αὐτοῖς ἀπόκρισιν ἀπέλυσεν τῆς ἑαυτοῦ διανοίας. πρὸς τούτοις ἀναχωρήσαντες οἱ μοναχοὶ τοῦ μέρους τοῦ ἠδικη μένου, συντάσσουσι πολυστίχους δεήσεις, ἐγγράψαντες κατὰ μὲν τῶν μοναχῶν ὡς συκοφαντῶν, κατὰ δὲ Θεοφίλου τὰ Θεο φίλου-ἵνα μὴ ἄλλως εἴπω τοσαῦτα ὅσα ἕκαστος οἶδεν. καὶ ἐντευξάμενοι τοῖς αὐγούστοις προσέρχονται ἐν τῷ μαρτυρίῳ τοῦ ἁγίου Ἰωάννου τῇ βασιλίσσῃ δεηθέντες, τῶν μὲν ἀντιδίκων μοναχῶν τὴν δέησιν παρὰ τοῖς ἐπάρχοις γυμνασθῆναι, τὸν δὲ Θεόφιλον παραστάντα καὶ ἄκοντα ἐπὶ Ἰωάννου κριθῆναι. ἐπράχθη ἡ δέησις ἔχουσα τὴν ἀπόφασιν τήνδε· "Ὥστε τὸν μὲν Θεόφιλον, παραστάντα διὰ τοῦ μαγίστρου καὶ ἕκοντα καὶ ἄκοντα, δοῦναι δίκην ἐπὶ Ἰωάννου· τοὺς δὲ Θεοφίλου μοναχοὺς ἢ συστῆναι ἑαυτοῖς ἐπὶ τοῖς ἐγκλήμασιν, οἷς κατηγόρησαν τῶν ἁγίων γερόντων, ἢ τὰ τῶν συκοφαντῶν ὑφίστασθαι." οὕτως οὖν εἰς μὲν τὴν Ἀλεξάνδρειαν ἀπεστάλη Ἐλάφιος, ὁ νῦν ἀπὸ πριγκίπων, διαγαγεῖν τὸν Θεόφιλον, τὴν δὲ λοιπὴν ἀπόφασιν οἱ ἔπαρχοι ἐξεβίβασαν. γυμναζομένης δὲ τῆς δίκης καὶ εἰς ἄπορον καταληγούσης, οἱ μὲν νόμοι ἐπέκειντο ἀποστίλβοντες τὸ ξίφος, οἱ δὲ ἄθλιοι ἐκεῖνοι φοβηθέντες τὴν ἔκβασιν ὑπερτί θενται εἰς Θεόφιλον, ὡς αὐτοῦ αὐτοὺς ὑποβαλόντος καὶ τὰς δεήσεις ὑπαγορεύσαντος. οὕτως ἡ τάξις βάλλει αὐτοὺς εἰς δεσμωτήριον μέχρι τῆς Θεοφίλου παρουσίας, μὴ ἀνασχομένη ἐπὶ τοιαύτῃ ὑποθέσει δέξασθαι ἐγγύας. καὶ τούτων οἱ μὲν τελευτῶσιν ἐν τῇ εἱρκτῇ χρονοτριβήσαντες διὰ τὴν Θεοφίλου βραδυτῆτα, οἱ δὲ μετὰ τὴν Θεοφίλου παρουσίαν χρήμασι τὸ 44 πρᾶγμα ἐξευμαρίσαντος, ἐν τελευταίᾳ ἐξετάσει τὴν Προκο νησσὸν οἰκεῖν παρὰ τῶν νόμων κατεκρίθησαν ὡς συκοφάνται. οὕτως ὁ Θεόφιλος παραστάς, καθάπερ κάνθαρος πεφορτωμένος τῆς κόπρου τῶν ἐξ Αἰγύπτου καλλίστων καὶ αὐτῆς <τῆς> Ἰνδίας, ὑπὲρ δυσώδους φθόνου εὐωδίαν ἐκχέων, εἰσῄει εἰς τὴν Κωνσταντινούπολιν ἕκτην ὥραν, τῇ πέμπτῃ τοῦ σαββάτου, ὑπὸ τοῦ ναυτικοῦ κατακροτούμενος στίφους. τὴν ἄτιμον ἀπο φερόμενος δόξαν, περὶ ἧς προεῖπεν ὁ ἀπόστολος· "Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν," ἐπενεγκών, "οἱ τὰ ἐπίγεια φρονοῦντες." καὶ ξενίζεται ἐν σκηνώμασιν οὐ δικαίων, φυγὼν τὴν ἐκκλησίαν, ἐπιλαθόμενος τὸ ∆αυειδικὸν ἐκεῖνο, "Ἐξελεξάμην παραῤῥιπτ εῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώ μασιν ἁμαρτωλῶν"· εἱργόμενος τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου συνειδότος. διατρίψας δὲ τρεῖς ἑβδομάδας ἡμερῶν, οὔτε τῷ ἐπισκόπῳ Ἰωάννῃ συνέτυχεν κατὰ τὸ ἔθος τῶν ἐπισκόπων, οὔτε ἐπλησίασεν ὅλως τῇ ἐκκλησίᾳ, ἀλλ' ἔμενεν ἀγωνιζόμενος νύκτωρ τε καὶ μεθ' ἡμέραν τὸ νέον ἔχθος τῷ παλαιῷ ἐπι συνάψας, ὅπως τὸν ἐπίσκοπον Ἰωάννην ἐξώσῃ, οὐ μόνον τῆς ἐκκλησίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῆν· τοῦτο μὲν ἀφειδίᾳ χρυσίου τοὺς δεισιδαίμονας τῶν κρατούντων ὠνούμενος κατὰ τῆς ἀλη θείας, τοῦτο δὲ πολυτελεῖ τραπέζῃ τοὺς γαστριμάργους δουλού μενος, τοῦτο δὲ καὶ κολακείᾳ καὶ ὑποσχέσει τῆς μείζονος ἀξίας τοὺς συμφένακας τῶν κληρικῶν ἐπαγόμενος. συνδήσας πάντας τούτους ἄνευ σχοινίου ταῖς ἡδοναῖς, καθάπερ λαοπλάνος τις δαί μων, τὸ κριτικὸν τῶν ψυχῶν καταγοητεύσας, ἐζήτει πρόσωπον δαιμονιῶδες εἰς τὴν τοῦ δράματος ὑπηρεσίαν, ὃ δὴ καὶ ἐπέτυχεν. δύο γὰρ διακόνων ἐκβληθέντων τῆς ἐκκλησίας ὑπὸ τοῦ ἐπι 45 σκόπου