λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα σκευάζει τὸν ἄνθρωπον εὐπρόσιτον, ταπεινὸν [Λείπει φύλλον ἓν, τουτέστι τὸ λεῖπον κατὰ τοῦ πνεύματος τῆς λύπης, καὶ ἡ ἀρχὴ τοῦ κατὰ τῆς ἀκηδίας πνεύματος.] ... Ἄρτον ἐσθίωσιν. Ἀκούσωμεν πῶς σοφῶς ἡμῖν ὑποδείκνυσι τὰς αἰτίας τῆς ἀκηδίας ὁ Ἀπόστολος «Ἀτά-κτους» γὰρ καλεῖ τοὺς μὴ ἐργαζομένους ἑνὶ τούτῳ ῥή 28.900 ματι πολλὴν κακίαν ἐμφαίνων. Ὁ γὰρ ἀργὸς καὶ προ πετὴς ἐν λόγοις τυγχάνει, καὶ πρὸς λοιδορίαν πρόχει ρος, καὶ λοιπὸν εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκη δίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ' αὐτοῦ, τουτέστιν ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. Εἶτα τί φησι· «Καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ' ἡμῶν,» διὰ τῆς λέξεως ταύτης ὑπερηφάνους αὐτοὺς εἶναι, καταφρονήσαντας ἐμφαίνων, καὶ τῶν ἀποστο λικῶν παραδόσεων καταλυτάς· καὶ πάλιν· «∆ωρεὰν, φησὶν, ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κήρυξ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ λέγων τὸν Κύριον προστεταχέναι τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἐν κόπῳ καὶ νυκτὸς καὶ ἡμέρας εἰργάζετο πρὸς τὸ μὴ ἐπιβαρῆσαι. Τί οὖν ποιήσομεν ἡμεῖς ἀκη διῶντες ἀπὸ τοῦ ἔργου, καὶ τὴν σωματικὴν ἀνάπαυ σιν μεταδιώκοντες· οἷς οὔτε κήρυγμα Εὐαγγελίου ἐνεχειρίσθη, οὔτε τῶν Ἐκκλησιῶν ἡ μέριμνα, ἀλλὰ τῆς ἰδίας μόνης ψυχῆς ἡ φροντίς; Εἶτα, σαφέστερον δει κνύων τὴν τικτομένην βλάβην ἐκ τῆς ἀργίας, ἐπιφέ ρει· «Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους·» ἀπὸ ἀργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας πᾶσα κακία. Κατασκευάζων δὲ πάλιν τὴν θεραπείαν αὐτῆς ἐπιφέ ρει· «Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρα καλοῦμεν ἐν ἡσυχίᾳ ἐργαζομένους τὸν ἑαυτῶν ἄρτον ἐσθίειν·» καὶ ἐπιπληκτικώτερον ἐπάγει λέγων· «Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Τούτοις τοῖς ἀποστολικοῖς παραγγέλμασιν οἱ κατὰ τὴν Αἴγυ πτον ἅγιοι Πατέρες, παιδευόμενοι, οὐδένα καιρὸν ἀρ γοὺς εἶναι τοὺς μοναχοὺς ἐπιτρέπουσι, καὶ μάλιστα τοὺς νεωτέρους, εἰδότες, ὅτι διὰ τῆς ὑπομονῆς τοῦ ἔργου ἀκηδίαν ἀπελαύνουσι, καὶ τὴν ἑαυτῶν τροφὴν προσπορίζουσι, καὶ τοῖς δεομένοις βοηθοῦσιν. Οὐ μό νον γὰρ τῆς ἑαυτῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ δὲ ξένοις καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς, καὶ πᾶσι τοῖς δεομένοις, ἐκ τοῦ ἰδίου ἔργου ἐπιχορηγοῦσι, πι στεύοντες τὴν ἑαυτῶν εὐποιίαν, θυσίαν εὐάρεστον τῷ Θεῷ γίνεσθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι πολεμεῖ, καὶ πολλάκις ὑπ' αὐτοῦ θλίβεται· ὁ δὲ ἀργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. Καλὸν δὲ πρὸς τούτοις καὶ λόγον ἐπιμνησθῆναι τοῦ ἀββᾶ Μωϋσέως τοῦ δοκιμωτάτου ἐν τοῖς Πατράσιν, ὃν πρὸς μὲ ἀπεφθέγξατο. Καθ εσθέντος γάρ μου ὀλίγον χρόνον ἐν τῇ ἐρήμῳ, ὠχλήθην ὑπὸ ἀκηδίας, καὶ παραβαλὼν αὐτῷ, λέγω πρὸς αὐτὸν, ὅτι «∆εινῶς ὀχληθεὶς ὑπὸ τῆς ἀκηδίας, καὶ ἐξασθενήσας σφόδρα, οὐ πρότερον ἀπηλλάγην αὐτῆς, εἰ μὴ ἀπῆλθον, καὶ παρέβαλον τῷ ἀββᾷ Παύλῳ.» Ἀπ εκρίνατο δέ μοι πρὸς ταῦτα ὁ ἀββᾶς Μωϋσῆς λέγων· «Θάρσει, οὐχ ἑαυτὸν ἀπὸ ταύτης ἠλευθέρωσας, ἀλλὰ μᾶλλον ἔκδοτον καὶ δοῦλον ταύτῃ παρέδωκας. Γίνωσκε 28.901 τοίνυν, ὅτι βαρυτέρως σε ὡς λειποτάκτην καταπολε μήσει· εἰ μὴ τοῦ λοιποῦ δι' ὑπομονῆς καὶ προσευχῆς καὶ τοῦ ἔργου τῶν χειρῶν, ταύτην καταπαλαῖσαι σπουδάσῃς.» Ἕβδομος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς κενοδοξίας, πολύμορφον τοῦτο καὶ λεπτότατον πά θος, καὶ οὐδὲ ὑπ' αὐτοῦ τοῦ πειραζομένου καταλαμβα νόμενον. Καὶ γὰρ τῶν ἄλλων παθῶν αἱ προσβολαὶ φα νερώτεραι τυγχάνουσι, καὶ εὐκολώτερόν πως τὴν πρὸς ταῦτα μάχην κέκτηνται, καὶ τῆς ψυχῆς τὸν πόλεμον ἐπιγινωσκομένης διὰ τῆς ἀντιῤῥήσεως καὶ προσευχῆς τοῦτον ἀνατρεπούσης. Ἡ δὲ τῆς κενοδοξίας κακία, πολύμορφος οὖσα, καθὼς εἴρηται,
19