μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδὲ οὗτος ἔοικεν ὁρᾶν ἑαυτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. 1.45 Εἷς μὲν οὖν ὅτι Θεὸς κατὰ φύσιν τε καὶ ἀληθῶς ἔστι, παντὸς ἀνωτάτω νοῦ καὶ λόγου, ἀκατάληπτος, ἀνείδεος, ζωοποιός, καὶ παντὸς ἀρχή, ἀγέννητος, ἄφθαρτος, γενεσιουργὸς τῶν ὅλων, μεμαρτύρηται σαφῶς παρά τε τῆς θεοπνεύστου Γραφῆς καὶ διὰ φωνῆς τῶν παρ' αὐτοῖς ποιητῶν καὶ λογογράφων· ὅτι δὲ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα Υἱόν, τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐγνώκασι καὶ αὐτοί, δι' ὧν γεγράφασιν ἐπιδείξομεν, παραθέντες τὰς περὶ τούτων χρήσεις. Φησὶ γὰρ ὁ Πορφύριος ἐν τετάρτῳ βιβλίῳ Φιλοσόφου ἱστορίας ὡς εἰπόντος Πλάτωνος περὶ τοῦ ἀγαθοῦ οὕτως· ἀπὸ δὲ τούτου τρόπον τινὰ ἀνθρώποις ἀνεπινόητον νοῦν γενέσθαι τε ὅλον καὶ καθ' ἑαυτὸν ὑφεστῶτα, ἐν ᾧ δὴ τὰ ὄντως ὄντα καὶ ἡ πᾶσα οὐσία τῶν ὄντων · Ὃ δὴ καὶ πρώτως καλὸν καὶ αὐτοκαλὸν παρ' ἑαυτοῦ τῆς καλλονῆς ἔχον τὸ εἶδος, προῆλθε προαιώνιος ἀπ' αἰτίου τοῦ Θεοῦ ὡρμημένος, αὐτογέννητος ὢν καὶ αὐτοπάτωρ. Οὐ γὰρ ἐκείνου κινουμένου πρὸς γένεσιν τὴν τούτου ἡ πρόοδος γέγονεν, ἀλλὰ τούτου παρελθόντος αὐτογόνως ἐκ Θεοῦ, παρελθόντος δὲ οὐκ ἀπ' ἀρχῆς χρονικῆς οὔπω γὰρ χρόνος ἦν , ἀλλ' οὐδὲ χρόνου γενομένου πρὸς αὐτόν ἐστί τι ὁ χρόνος· ἄχρονος γὰρ ἀεὶ καὶ μόνος αἰώνιος ὁ νοῦς. Ὥσπερ δὲ ὁ Θεὸς ὁ πρῶτος εἷς καὶ μόνος ἀεί, κἂν ἀπ' αὐτοῦ γένηται τὰ πάντα, τῷ μὴ τούτοις συναριθμεῖσθαι μηδὲ τὴν ἀξίαν αὐτῶν συγκατατάττεσθαι δύνασθαι τῇ ἐκείνου ὑπάρξει, οὕτω καὶ ὁ νοῦς αἰώνιος μόνος καὶ ἀχρόνως ὑποστάς, καὶ τῶν ἐν χρόνῳ αὐτὸς χρόνος ἐστίν, ἐν ταὐτότητι μένων τῆς ἑαυτοῦ αἰωνίας ὑποστάσεως. 1.46 Καὶ μὴν καὶ Ὀρφεὺς αὖθις οὕτω πού φησι· Οὐρανὸν ὁρκίζω σε Θεοῦ μεγάλου σοφὸν ἔργον· αὐδὴν ὁρκίζω σε Πατρός, ἣν φθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς. Αὐδὴν δὲ Πατρὸς ἣν φθέγξατο πρώτην τὸν μονογενῆ Λόγον αὐτοῦ φησιν, ἀεὶ συνυπάρχοντα τῷ Πατρί· οὐ γὰρ ἦν χρόνος ὅτε δίχα Λόγου τοῦ ἰδίου νοοῖτ' ἂν ὑπάρχων ὁ Θεὸς καὶ Πατήρ· ἐν ταὐτῷ δὲ καὶ τῶν ὅλων δημιουργὸν ἀπέφηνεν ὄντα Θεόν. Ὁ δὲ Τρισμέγιστος Ἑρμῆς οὕτω φθέγγεται περὶ Θεοῦ. Ὁ γὰρ Λόγος αὐτοῦ προελθών, παντέλειος ὢν καὶ γόνιμος, καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσὼν ἐπὶ γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε. Καὶ ὁ αὐτὸς αὖθις· Ἡ οὖν πυραμίς, φησίν, ὑποκειμένη τῇ φύσει καὶ τῷ νοερῷ κόσμῳ· ἔχει γὰρ ἄρχοντα ἐπικείμενον τὸν δημιουργὸν Λόγον τοῦ πάντων δεσπότου, ὃς μετ' ἐκεῖνον πρώτη δύναμις, ἀγέννητος, ἀπέραντος, ἐξ ἐκείνου προκύψασα καὶ ἐπίκειται καὶ ἄρχει τῶν δι' αὐτοῦ δημιουργηθέντων, ἔστι δὲ τοῦ παντελείου πρόγονος καὶ τέλειος καὶ γόνιμος γνήσιος Υἱός. Καὶ πάλιν ὁ αὐτός ὡς ἐρομένου τινὸς τῶν ἐν Αἰγύπτῳ τεμενιτῶν καὶ λέγοντος· ∆ιὰ τί δέ, ὦ μέγιστε ἀγαθὸς δαίμων, τούτῳ τῷ ὀνόματι ἐκλήθη ἀπὸ τοῦ πάντων Κυρίου; φησί· Καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, σὺ δὲ οὐ συνῆκας. Φύσις τοῦ νοεροῦ αὐτοῦ Λόγου φύσις ἐστὶ γεννητικὴ καὶ δημιουργητική· τοῦτο ὥσπερ αὐτοῦ ἢ γέννησις, ἢ φύσις, ἢ ἔθος, ἢ ὃ θέλεις αὐτὸ καλεῖν κάλει, τοῦτο μόνον νοῶν ὅτι τέλειός ἐστιν ἐν τελείῳ, καὶ ἀπὸ τελείου τέλεια ἀγαθὰ ἐργάζεται καὶ δημιουργεῖ καὶ ζωοποιεῖ. Ἐπειδὴ οὖν τοιαύτης ἔχεται φύσεως, καλῶς τοῦτο προσηγόρευται. Καὶ ὁ αὐτὸς ἐν λόγῳ πρώτῳ τῶν Πρὸς τὸν Τὰτ διεξοδικῶν οὕτω λέγει περὶ Θεοῦ· Ὁ τοῦ δημιουργοῦ Λόγος, ὦ τέκνον, ἀΐδιος, αὐτοκίνητος, ἀναυξής, ἀμείωτος, ἀμετάβλητος, ἄφθαρτος, μόνος, ἀεὶ ἑαυτῷ ὅμοιός ἐστιν, ἴσος δὲ καὶ ὁμαλός, εὐσταθής, εὔτακτος, εἷς ὢν μετὰ τὸν προεγνωσμένον Θεόν· σημαίνει δέ, οἶμαι, διά γε τουτουὶ τὸν Πατέρα. 1.47 Ἀπόχρη μὲν οὖν ταυτὶ πρὸς ἐντελεστάτην ἀπόδειξιν τοῦ, ὅτι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐννενοήκασι καὶ αὐτοί. ∆εῖν δὲ οἶμαι οἷς ἔφην προσεπενεγκεῖν καὶ τὰ