λέγουσιν ὅτι οὐκ ἐγείρεται τὸ σῶμα τοῦτο. Ἐγείρεται γάρ· καὶ μάρτυς Ἡσαΐας λέγων, Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καί, Πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσονται, κατὰ τὸν ∆ανιήλ· οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον. Ἀλλὰ τὸ μὲν ἀναστῆναι, πάντων ἐστὶν ἀνθρώπων· οὐχ ὁμοία δὲ πᾶσιν ἡ ἀνάστασις. Πάντες μὲν γὰρ αἰώνια λαμβάνομεν τὰ σώματα, ἀλλ' οὐχ ὅμοια ἅπαντες. Οἱ δίκαιοι μὲν γὰρ, ἵνα διαιωνίζοντες ἀγγέλοις συγχορεύσωσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἵνα εἰς αἰῶνας τῶν ἁμαρτημάτων ὑπομείνωσι τὴν βάσανον. 4.32 Περὶ Λουτροῦ. ∆ιὰ τοῦτο προλαβὼν κατὰ φιλανθρωπίαν ὁ Κύριος λουτροῦ μετάνοιαν ἔδωκεν, ἵνα τὸ πολὺ τῶν ἁμαρτιῶν, μᾶλλον δὲ τὸ πᾶν φορτίον ἀποῤῥίψαντες καὶ ἁγίῳ Πνεύματι τὴν σφραγίδα λαβόντες, κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου. Ἀλλὰ περὶ τοῦ λουτροῦ πρώην αὐτάρκως εἰρηκότες, ἐπὶ τὰ λείποντα τῶν εἰσαγωγικῶν μαθημάτων λοιπὸν ἔλθωμεν. 4.33 ΠΕΡΙ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ. Ταῦτα δὲ διδάσκουσιν ἡμᾶς οἱ θεόπνευστοι γραφαὶ τῆς παλαιᾶς τε καὶ καινῆς διαθήκης. Εἷς γάρ ἐστιν ὁ τῶν δύο διαθηκῶν Θεὸς, ὁ τὸν ἐν τῇ καινῇ φανέντα Χριστὸν ἐν τῇ παλαιᾷ προκαταγγείλας· ὁ διὰ νόμου καὶ προφητῶν εἰς Χριστὸν παιδαγωγήσας. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα· καὶ ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν. Κἄν ποτε τῶν αἱρετικῶν ἀκούσῃς τινὸς βλασφημοῦντος νόμον ἢ προφήτας, ἀντίφθεγξαι τὴν σωτήριον φωνὴν, λέγων· Οὐκ ἦλθεν Ἰησοῦς καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Καὶ φιλομαθῶς ἐπίγνωθι, καὶ παρὰ τῆς Ἐκκλησίας, ποῖαι μέν εἰσιν αἱ τῆς παλαιᾶς διαθήκης βίβλοι, ποῖαι δὲ τῆς καινῆς. Καί μοι μηδὲν τῶν ἀποκρύφων ἀναγίνωσκε. Ὁ γὰρ τὰ παρὰ πᾶσιν ὁμολογούμενα μὴ εἰδὼς, τί περὶ τὰ ἀμφιβαλλόμενα ταλαιπωρεῖς μάτην; Ἀναγίνωσκε τὰς θείας γραφὰς, τὰς εἴκοσι δύο βίβλους τῆς παλαιᾶς διαθήκης ταύτας, τὰς ὑπὸ τῶν ἑβδομήκοντα δύο Ἑρμηνευτῶν ἑρμηνευθείσας. 4.34 Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνων βασιλέως τελευτήσαντος καὶ τῆς βασιλείας εἰς τέσσαρας διαιρεθείσης ἀρχὰς, εἴς τε τὴν Βαβυλωνίαν καὶ τὴν Μακεδονίαν, Ἀσίαν τε καὶ τὴν Αἴγυπτον· εἷς τῶν τῆς Αἰγύπτου βασιλευόντων, Πτολεμαῖος ὁ Φιλάδελφος, φιλολογώτατος γενόμενος βασιλεὺς καὶ τὰς κατὰ πανταχοῦ βίβλους συναθροίζων, παρὰ ∆ημητρίου τοῦ Φαληρέως, τοῦ τῆς βιβλιοθήκης προνοητοῦ, περὶ τῶν νομικῶν καὶ προφητικῶν θείων γραφῶν ἐπακούσας· καὶ πολὺ κάλλιον κρίνας, οὐ παρὰ ἀκόντων ἀναγκαστῶς τὰ βιβλία κτήσασθαι, ἀλλ' ἐξιλεώσασθαι δώροις μᾶλλον καὶ φιλίᾳ τοὺς ἔχοντας· καὶ γινώσκων, ὅτι τὸ μὲν ἀναγκαστὸν δολοῦται πολλάκις, ἀπροαιρέτως διδόμενον· τὸ δὲ ἐκ προαιρέσεως παρεχόμενον σὺν ἀληθείᾳ τῇ πάσῃ δωρεῖται· Ἐλεαζάρῳ τῷ τότε ἀρχιερεῖ πλεῖστα δῶρα πέμψας εἰς τὸν ἐνταῦθα τῶν Ἱεροσολύμων ναὸν, ἓξ κατὰ φυλὴν τῶν δώδεκα τοῦ Ἰσραὴλ φυλῶν, πρὸς ἑαυτὸν εἰς ἑρμηνείαν ἐποίησεν ἀποστεῖλαι. Εἶτα καὶ τοῦ, θείας ἢ μὴ τὰς βίβλους εἶναι λαμβάνων ἀπόπειραν, καὶ πρὸς τὸ μὴ συνδυάσαι πρὸς ἀλλήλους τοὺς ἀποσταλέντας ὑποπτεύσας· ἐν τῇ λεγομένῃ Φάρῳ, τῇ πρὸς Ἀλεξάνδρειαν κειμένῃ, τῶν παραγενομένων ἑρμηνευτῶν ἑκάστῳ ἴδιον οἶκον ἀπονείμας, ἑκάστῳ πάσας τὰς γραφὰς ἐπέτρεψεν ἑρμηνεῦσαι. Τούτων δὲ ἐν ἑβδομήκοντα [καὶ] δύο ἡμέραις τὸ πρᾶγμα πληρωσάντων, τὰς ὁμοῦ πάντων ἑρμηνείας, ἃς κατὰ διαφόρους οἴκους ἀλλήλοις μὴ προσιέντες ἐποιήσαντο, συναγαγὼν ἐπὶ τὸ αὐτό, οὐ μόνον ἐν νοήμασιν, ἀλλὰ καὶ ἐν λέξεσιν εὗρεν συμ φώνους. Οὐ γὰρ εὑρεσιλογία καὶ κατασκευὴ σοφισμάτων ἀνθρωπίνων ἦν τὸ γινόμενον· ἀλλ' ἐκ Πνεύματος ἁγίου ἡ τῶν ἁγίῳ Πνεύματι λαληθεισῶν θείων γραφῶν ἑρμηνεία συνετελεῖτο. 4.35 Τούτων τὰς εἴκοσι δύο βίβλους ἀναγίνωσκε· πρὸς δὲ τὰ ἀπόκρυφα μηδὲν ἔχε κοινόν. Ταύτας μόνας μελέτα σπουδαίως, ἃς καὶ ἐν Ἐκκλησίᾳ μετὰ παῤῥησίας ἀναγινώσκομεν. Πολύ σου φρονιμώτεροι καὶ εὐλαβέστεροι ἦσαν οἱ ἀπόστολοι καὶ οἱ ἀρχαῖοι ἐπίσκοποι, οἱ τῆς Ἐκκλησίας προστάται, οἱ ταύτας παραδόντες. Σὺ οὖν, τέκνον τῆς Ἐκκλησίας ὢν, μὴ