ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα "ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον τὸν βασιλέα." ὁ δὲ ἐγερθεὶς οὐδένα εὗρε πλὴν αὐτὸν τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστρα 820 φεὶς ἔπεσεν εἰς τὴν ἑαυτοῦ κοίτην. πάλιν οὖν ἐκ δευτέρου ἦλθεν αὐτῷ ἡ τοιαύτη φωνή. ὁ δὲ ἐξελθὼν καὶ κατασκοπήσας καὶ μη δένα εὑρὼν ἐπιστραφεὶς ἔκλεισε τὸν πυλῶνα καὶ ἀνέπεσε. καὶ εὐθέως μετὰ ῥομφαίας τις δέδωκεν αὐτῷ εἰς τὴν πλευράν, λέγων "ἐξελθὼν εἰσάγαγε ὃν βλέπεις ἔξωθεν τοῦ πυλῶνος κείμενον. οὗ τός ἐστιν ὁ βασιλεύς." ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν Βασίλειον μετὰ τῆς πήρας καὶ ῥάβδου, εἰσήγαγεν ἔσω θεν τῆς ἐκκλησίας· καὶ τῇ δευτέρᾳ ἡμέρᾳ ἀπελθὼν μετ' αὐτοῦ εἰς τὸ λουτρὸν ἔλουσεν αὐτὸν καὶ ἤλλαξε, καὶ ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ ἐποίησεν ἀδελφοποίησιν, καὶ συνευφραίνοντο ἀλλήλους. 10 ὁ δὲ αὐτὸς Νικόλαος εἶχεν ἀδελφὸν ἰατρόν, ὃς ἐδούλευε τῷ Θεοφι λίτζῃ. ἐλθὼν δὲ καὶ κατὰ τύχην ὁ ἰατρὸς πρὸς τὸν ἀδελφὸν αὐ τοῦ, ἰδὼν τὸν Βασίλειον καὶ θαυμάσας τὸ μέγεθος καὶ τὴν ἀν δρίαν αὐτοῦ, εἶπε πρὸς τὸν ἀδελφὸν αὐτοῦ "πόθεν ἐστὶν οὗτος;" ὁ δὲ ἀναγγέλλει αὐτῷ πάντα, καὶ παρήγγειλε φυλάξαι τὸ μυστή ριον. καθεζομένου δὲ τοῦ ἰατροῦ ἐπὶ τραπέζης μετὰ τοῦ Θεοφι λίτζη, καὶ τούτου καθ' ἑαυτὸν ἀναλογισαμένου καὶ εἰπόντος ὅτι ἤθελον εὑρεῖν ἄνθρωπον ἐπιτήδειον εἰς τοὺς ἐμοὺς ἵππους, ἀνα στὰς ὁ ἰατρὸς εἶπεν αὐτῷ περὶ τῆς ἀνδρίας τοῦ Βασιλείου καὶ ὅτι τοιοῦτός ἐστιν οἷον ἐπιποθεῖς καὶ ζητεῖς. ἀποστείλας οὖν μετὰ σπουδῆς ἤγαγεν αὐτόν. θεασάμενος οὖν αὐτὸν ἐπιάγουρον καὶ μεγάλην κεφαλὴν ἔχοντα ἐπέθηκεν αὐτὸν Κεφαλάν, καὶ δέδωκεν τοῦτον τοῦ δουλεύειν τοὺς ἵππους αὐτοῦ. ὡς οὖν προείρηται, διὰ τοιαύτην αἰτίαν δέδωκεν αὐτὸν ὁ Θεοφιλίτζης Μιχαὴλ τῷ βασιλεῖ. 821 11 ὁ δὲ βασιλεὺς τὸν αὐτὸν Βασίλειον εἰσαγαγὼν εἶπε τῇ μητρὶ αὐτοῦ ὡς χαιρόμενος "δεῦρο ἴδε, μῆτερ, οἷον ἄγουρον νῦν ἐπε λαβόμην." ἡ δὲ ἐξελθοῦσα καὶ ἰδὼν αὐτὸν ἀπεστράφη, εἰποῦσα τῷ υἱῷ αὐτῆς "οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων ἀφανίσαι τὸ γένος ἡμῶν." ὁ δὲ οὐδαμῶς ἐπείσθη τῇ μητρὶ αὐτοῦ ἢ ἤκουσεν αὐτῇ. Ἐτελεύτησε δὲ ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ χει ροτονεῖται ἀντ' αὐτοῦ Ἰγνάτιος ὁ υἱὸς Μιχαὴλ κουροπαλάτου. τῶν δὲ Βουλγάρων ἐπιδρομὰς ποιούντων ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ καὶ ληϊζομένων τὰ τοιαῦτα θέματα, ἡ Θεοδώρα ταξατιῶνα ἐποίη σεν, οἳ ἐκ τῶν κάστρων ἐπιτιθέμενοι Βουλγάροις, σποράδην καὶ κατ' ὀλίγους κουρσεύοντες, ἐφόνευον τούτους καὶ ᾐχμαλώτιζον, ὥστε ὑποσταλῆναι τοὺς Βουλγάρους ἐν τῇ ἰδίᾳ χώρᾳ. 12. Βάρδας δὲ ὁ Καῖσαρ ἐφιλιώθη ∆αμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ. ὁ δὲ τὸν βασιλέα κρατήσας ἔπεισε τοῦ εἰσα γαγεῖν τὸν Βάρδαν ἐν τῇ πόλει· ὃς διὰ δώρων τοὺς βασιλέως οἰ κείους διαδεξάμενος ἅμα τῷ παρακοιμωμένῳ ὡρίσθη προέρχεσθαι εἰς τὸ παλάτιον. οἰκειωσάμενος δὲ καὶ τὸν Θεοφάνην πρωτοβε στιάριον ὡς ἠνδρειωμένον, τὸν ἐπιλεγόμενον Φάργανον, βουλὴν ποιοῦσι μετὰ ∆αμιανοῦ τοῦ ἀνελεῖν Θεόκτιστον τὸν οὕτω συνήθως ἐπὶ τοῦ κανικλείου λεγόμενον. πεισθεὶς δὲ καὶ ὁ βασιλεὺς ὑπὸ τοῦ ∆αμιανοῦ ἐπὶ τούτῳ συνῄνεσε καὶ αὐτὸς γενέσθαι τοῦτο· ἔλεγε 822 γὰρ ὁ Βάρδας ∆αμιανῷ ὅτι ἕως ἐστὶ Θεόκτιστος μετὰ τῆς Αὐγούστης, οὐκ ἄρξει οὐδὲ ἐξουσιάσει ποτὲ ὁ βασιλεύς. ὁ δὲ Θεό κτιστος ἀπελθὼν ἐν τῷ λούσματι τῶν Ἀρεοβίνδου, ὡς ἔθος ἦν αὐτῷ, εἶτα ἐλθὼν εἰς τὰ ἀσηκρητεῖα, κρατῶν τὰς ἀναφορὰς εἰσῆλ θεν εἰς τὸ Λαυσιακόν. καὶ περιβλεψάμενος εἶδε Βάρδαν καθε ζόμενον ἔμπρακτον· καὶ ταραχθεὶς σφοδρῶς ἔφη ὅτι ἐγὼ εἰσελ θὼν εἰς τὴν Αὐγοῦσταν πάλιν ἐκδιώκω αὐτόν. εἰσελθόντος δὲ αὐτοῦ εἰς τὸ ὡρολόγιον, προϋπήντησεν αὐτῷ Μιχαὴλ ἅμα ∆α μιανῷ καὶ οὐκ εἴασαν εἰσελθεῖν πρὸς Θεοδώραν, ἀλλ' ἐκελεύσθη μετ' ὀργῆς ἀνοῖξαι τὰς ἀναφορὰς καὶ ἀναγνῶναι ἔμπροσθεν αὐτοῦ. ἄκοντα δὲ τοῦτο ποιήσαντα ἀντέστρεψεν αὐτὸν εἰς τοὐπίσω ἐξελ θεῖν. ὁ δὲ πικρῶς δακρύων καὶ ὀλοφυρόμενος ἐξῆλθε. συνήν τησε δὲ αὐτῷ Βάρδας εἰς τὸ Λαυσιακόν, καὶ ἤρξατο κατὰ κόρρης παίειν αὐτὸν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. ἰδὼν δὲ ὁ δρουγγά ριος τῆς βίγλης ὁ Μανιάκης ἀναστὰς ἀντέλεγε τῷ