γοῦν στρατοπεδευσάμενοι διεσκοποῦντο ὅπως ἂν ἐπιόντας τοὺς Τούρκους καὶ τὰς κωμοπόλεις πορθοῦντας ἀποσοβήσαιεν. 2.4 Ἀλλ' οὕτω μὲν οὗτοι. Ἐπεὶ δὲ συνετρίβετο τούτοις καὶ ὁ Φράγγος Οὐρσέλιος, τῆς ἑταιρείας ὢν τοῦ Κρισπίνου καὶ τῆς ἐκείνου κατάρχων φάλαγγος, ἅτε ἐκείνου τὸ χρεὼν ἀποτίσαντος, ἐζήτει δὲ πρόφασιν εὑρεῖν εὐλογοφανῆ ὥστε ἣν πάλαι ὤδινεν ἀποστασίαν εἰς τοὐμφανὲς ἀγαγεῖν, ἐπειδὴ ξυνέβη τῶν τινα τῆς φάλαγγος ἀδικῆσαι μεγάλως τῶν ἐγχωρίων τινά, ὁ δὲ τῷ στρατηγῷ προσελθὼν τὰ τῆς ἀδικίας κατεβοᾶτο καὶ ὁ στρατηγὸς ἐζήτει τὸν ἀδικήσαντα ἐν μέσῳ ἀχθῆναι, τοῦτο πρόφασις τῷ Οὐρσελίῳ τῆς ἀποστάσεως γίνεται, καὶ στρατοπεδεύει μὲν ἔξω τῆς παρεμβολῆς ἐπαγγελλόμενος εἰς νέωτα φοιτῆσαι πρὸς τὸ στρατόπεδον, περὶ δὲ μέσας νύκτας ἄρας τὴν φάλαγγα τῶν Κελτῶν, ἀπεδίδρασκε καὶ εὐθὺ Σεβαστείας ἐχώρει. Γνωσθέντος δὲ τοῦ δρασμοῦ περὶ τὴν ἕω τῷ Κομνηνῷ Ἰσαακίῳ, δεῖν ἔκρινε τῷ ἀδελφῷ Ἀλεξίῳ μέρος τῆς στρατιᾶς πιστεύειν καὶ πρὸς τὴν τοῦ Οὐρσελίου ἐκπέμψαι δίωξιν. Ἐν μετεώρῳ δὲ ἔτι τοῦ σκέμματος ὄντος καὶ τοῦ στρατοῦ συναθροιζομένου, ἠγγέλλετο δὲ παρὰ τῶν σκοπῶν Τούρκων πλῆθος πολὺ κατὰ Ῥωμαίων χωρεῖν καὶ ἀγχοῦ που τούτου στρατοπεδεύειν. Ἐπισχὼν οὖν τὴν τοῦ Οὐρσελίου δίωξιν ὁ Κομνηνὸς Ἰσαάκιος παρεσκευάζετο πρὸς τὸν πόλεμον, παρεκάλει δὲ τὸν ἀδελφὸν ἐντὸς τοῦ χάρακος μένειν καὶ συνέχειν τὸ στρατόπεδον· ὁ δὲ βαρέως τὸ κελευόμενον ἔφερε κἀκείνῳ ὑπισχνεῖτο ἐγκαρτερήσειν εἰ μόνον ἐξαποστείλειεν ὕστερον κατὰ τῶν Τούρκων, πολλὰς τῶν Ῥωμαίων ἐπαγόμενον φάλαγγας. 2.5 Ὁ μὲν οὖν πεισθεὶς ἐπὶ τοῦ στρατοπέδου κατέμεινεν, ὁ δὲ τὰς δυνάμεις ἄρας ἐχώρει κατὰ τῶν Τούρκων. Ὑπαντιάζει γοῦν τούτους κατὰ τὰ Καππαδοκῶν ὅρια καὶ συμβολῆς γενομένης τρέπονται μὲν Ῥωμαῖοι, ὁ δὲ γενναίως τε ἀγωνίζεται καὶ κυκλωθεὶς ὑπὸ τῶν ἐναντίων, τοῦ ἵππου αὐτοῦ τρωθέντος καὶ τὸν ἐπιβάτην αὐτῷ συγκαταβαλόντος, ἁλίσκεται. Τοῦ δὲ τῶν Ῥωμαίων στρατεύματος διασκεδασθέντος, ἐχώρουν οἱ Τοῦρκοι πρὸς τὸ στρατόπεδον· τῶν Τούρκων δὲ ἐπικειμένων, βοηθεῖν ἐπειρᾶτο Ἀλέξιος μετ' ὀλίγων τῶν ξυνόντων αὐτῷ καὶ μέντοι καὶ βεβοήθηκε καὶ σέσωκε μικροῦ δεῖν ἅπαντας· αὐτὸς δὲ τὸν ὑπὲρ πάντων ἀναδεξάμενος κίνδυνον παρὰ μικρὸν ἑάλω. Ἐς μέσους γὰρ ἑαυτὸν ὠθήσας τοὺς πολεμίους καὶ τῷ δόρατι πλήξας τὸν ἐπιόντα πρώτως καὶ νεκρὸν εὐθὺς ὑποδείξας, ἐπειδὴ ὑπὸ τούτων κεκύκλωτο καὶ τὰ βέλη πανταχόθεν ἐπέμπετο κατ' αὐτοῦ, αὐτὸς ἀσινὴς ὑπὸ τῆς ἄνωθεν τετήρητο δεξιᾶς, ὁ δὲ ἵππος ᾧ ἐπωχεῖτο τὰ πλεῖστα τῶν βελῶν ὑπεδέχετο καὶ εἰς γῆν σὺν τῷ ἐπιβάτῃ κατέπεσεν· ἀλλ' οἱ περὶ αὐτόν, φιλοῦντες αὐτὸν οἷα φιλήσεως ἄξιον, τῶν ἵππων καταπηδήσαντες καὶ γενναίως ξὺν ἐκείνῳ ἀγωνισάμενοι τοῦ κινδύνου τοῦτον ἐρρύσαντο· πεντεκαίδεκα δ' ὄντων ξυμπάντων πέντε μόνοι εἰς τὸ στρατόπεδον ξὺν αὐτῷ διεσώθησαν, τῶν δὲ λοιπῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἑάλωσαν. ∆ιασωθεὶς δὲ εἰς τὸ στρατόπεδον οὐκ ἠρέμησεν, ἀλλὰ κύκλῳ περιθέων τοῦ χάρακος τὰ φρονήματα τῶν στρατιωτῶν ἐπερρώννυεν ὡς μηδέν τι τῆς Ῥωμαϊκῆς γενναιότητος ἀνάξιον πεπραχέναι. Ἕως μὲν οὖν ἡμέρα ἦν, ἐκαρτέρουν καὶ τὸ γενναῖον τοῦ νέου θαυμάζοντες ἐπῄνουν καὶ χεῖρας ἱκέτιδας ἀνατείνοντες σωτῆρα καὶ εὐεργέτην ἐκάλουν, "εὖγε", λέγοντες, "ὦ νεανία, ὁ σωτήρ, ὁ κυβερνήτης, ὁ τῆς περισωθείσης τῆσδε Ῥωμαϊκῆς στρατιᾶς ῥύστης, εὖγε ὁ ἀσώματος μικροῦ δεῖν ἐν σώματι· ὀναίμεθά σου τῶν ἀνδραγαθημάτων καὶ τηρηθείης ἡμῖν εἰς χρόνους μακροὺς κοινὸν ὄφελος". Τούτοις ἐπιρρωννύντες τοῦ νέου στρατηγοῦ τὸ γενναῖον ἔμενον ἐν τῷ στρατοπέδῳ, ἐκείνου τοῦ χάρακος προεκθέοντος καὶ πολλοὺς τῶν ἐπιόντων πολεμίων ἀναιροῦντος, τοὺς δὲ καὶ ἀποσοβοῦντος. Τῆς νυκτὸς δὲ καταλαβούσης, ἐπεὶ ἑώρα ξύμπαντας εὐτρεπιζομένους, ἔχαιρέ τε ὡς εἰκός, οἰόμενος ὡς πρὸς μάχην αὐτοὺς εὐτρεπίζεσθαι, καὶ τοῖς θεράπουσιν ἐκοινοῦτο τὰ δρώμενα. 2.6 Οἱ μὲν οὖν ἄλλοι ἐσίγων, εἷς δέ τις τούτων γενναῖος ὢν κατὰ χεῖρα καὶ πείρᾳ τῶν