Ἰωάννου ἐπὶ πλημμελήμασι παρανόμοις, ἀπεχρήσατο τῇ κουφότητι καὶ πείθει αὐτοὺς ἐπιδοῦναι λιβέλλους κατὰ τοῦ Ἰωάννου, ὑποσχόμενος αὐτοῖς ἀποκαταστῆσαι εἰς τὸν τῆς λει τουργίας τόπον (ἦν δὲ αὐτῶν τὰ πταίσματα, τοῦ μὲν φόνος, τοῦ δὲ μοιχεία), ὃ δὴ καὶ πεποίηκεν. μετὰ γὰρ τὴν ἐξορίαν Ἰωάννου ἀποκατέστησεν αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν, δηλαδὴ τοὺς λιβέλλους ἐπιδόντας, οὓς ὑπηγόρευσεν αὐτὸς ἐκεῖνος, ἔχον τας μὲν ἀληθὲς οὐδέν, πλὴν τούτου, ὅτι παρῄνει πᾶσι μετὰ τὴν κοινωνίαν ἀπογεύεσθαι ὕδατος ἢ παστίλλου, ἵνα μὴ ἀκουσίως τῷ σιέλῳ ἢ τῷ φλέγματι συνεκπτύσωσί τι τοῦ συμβόλου· αὐτὸς πρῶτος ποιῶν τὸ πρᾶγμα, εὐλάβειαν ἐκδιδάσκων τοὺς βουλομένους. μετὰ δὲ τὸ δέξασθαι τοὺς λιβέλλους συστρέ φεται παρὰ τῇ Εὐγραφίᾳ, ἅμα Σευηριανῷ καὶ Ἀντιόχῳ καὶ Ἀκακίῳ καὶ λοιποῖς ἔχουσι μνησικακίαν κατὰ τοῦ Ἰωάννου ἐπὶ ταῖς παραινέσεσι ταῖς κοσμίαις. εἰώθει γὰρ ὁ μακάριος, κατὰ τὸν Παῦλον, "δημοσίᾳ τε καὶ κατ' οἴκους" σεμνοπρέπειαν ἐκδιδάσκειν, μάλιστα συνεχῶς ταῖς τοιαύταις ἐπισκήπτων, ὅτι "Γραΐδες οὖσαι διὰ τὸν χρόνον, τί ἀνηβᾶν παραβιάζεσθε τὸ σῶμα, βοστρύχους ἐπὶ μετώπου φέρουσαι καθάπερ ἑταιρίδες, ὑβρίζουσαι καὶ τὰς λοιπὰς ἐλευθέρας, ἐπὶ ἀπάτῃ τῶν συντυγχα νόντων, καὶ τοῦτο χῆραι;" συναχθέντες δὲ ἐζήτουν τρόπον πῶς ἄρξονται τῆς δίκης. εἷς δέ τις τῶν παρόντων ὑπέθετο, δόντας δεήσεις τῷ βασιλεῖ, καὶ ἄκοντα αὐτὸν ἑλκύσαι εἰς τὸ συνέδριον. τοῦτο οὖν γίνεται, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, χρυσίου τὰ πάντα αὐτοῖς ἐξομαλίζοντος. ἦμεν δὲ ἡμεῖς τεσ σαράκοντα ἐπίσκοποι καθεζόμενοι σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐν τῷ τρικλίνῳ τοῦ ἐπισκοπείου, ἐξιστάμενοι πῶς ὁ ἀγώγιμος καὶ μόνος κελευσθεὶς παραστῆναι εἰς τὸ στρατόπεδον ἐπ' ἐγκλή μασιν ἀνοσίοις, μετὰ τοσούτων παρεγένετο ἐπισκόπων· πῶς τε 46 ἀθρόον μετεκέρασεν τὰς τῶν κρατούντων γνώμας, ἐπὶ τὸ χεῖρον διαστρέψας τοὺς πλείονας τοῦ κλήρου. διαπορούντων δὲ ἡμῶν ἐμπνευσθεὶς ὁ Ἰωάννης τῷ πνεύματι λέγει τοῖς πᾶσιν· "Εὔ ξασθε, ἀδελφοί, καί, εἰ φιλεῖτε τὸν Χριστόν, ἐμοῦ ἕνεκεν μή τις ἀπολείπῃ τὴν ἑαυτοῦ ἐκκλησίαν. "Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν," κατὰ τὸν εἰπόντα, καὶ πολλὰς θλίψεις ὑποστάς, ἀπολείψω τὸ ζῆν, ὡς ὁρῶ. οἶδα γὰρ τὴν σκευωρίαν τοῦ Σατανᾶ, ὅτι οὐκ ἔτι φέρει μου τὴν ἐπάχθειαν τῶν λόγων τῶν κατ' αὐτοῦ γινομένων. καὶ οὕτως ἐλεηθῆτε· ἐν ταῖς προσευχαῖς ὑμῶν μνημονεύετέ μου." συσχε θέντες δὲ ἀφάτῳ ἀθυμίᾳ, οἱ μὲν ἐδακρύομεν, ἕτεροι δὲ ἐξήρχοντο τοῦ συνεδρίου, τοὺς ὀφθαλμοὺς καὶ τὴν ἱερὰν κεφαλὴν σὺν τῷ εὐστόχῳ καὶ μακαρίῳ στόματι ἠσπάζοντο δεδακρυμένοι καὶ κεκομμένῳ τῷ πνεύματι. παρακαλέσας δὲ ἐπανελθεῖν εἰς τὸ συνέδριον ὧδε κἀκεῖσε περιπετομένους, καθάπερ μελίσσας περι βομβούσας κυψέλῃ, λέγει· "Καθίσατε, ἀδελφοί, καὶ μὴ κλαίετε, ἐπὶ πλέον με θρύπτοντες. "ἐμοὶ γὰρ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος." ἐθρυλεῖτο γὰρ καρατομεῖσθαι διὰ τὴν ὑπερ βολὴν τῆς παῤῥησίας. καὶ εἰ μνημονεύετε, ἀναπτύξατε ὑμῶν τὰς μνήμας, ὅτι πάντοτε ἔλεγον ὑμῖν· "Ὁδός ἐστιν ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται· καὶ πανήγυρις τὰ παρόντα· ἠγοράσαμεν, ἐπωλήσαμεν, καταλύομεν." μὴ ἀμείνους ἐσμὲν τῶν πατριαρχῶν, τῶν προφητῶν, τῶν ἀπο στόλων, ἵνα ἀθάνατον ἡμῖν παραμείνῃ τοῦτο τὸ ζῆν;" ἐπολο λύξας δέ τις τῶν παρόντων εἶπεν· "Ἀλλὰ θρηνοῦμεν τὴν ἡμῶν ὀρφανίαν, τὴν τῆς ἐκκλησίας χηρείαν, τὴν τῶν θεσμῶν σύγ χυσιν, τὴν φιλαρχίαν τῶν μὴ φοβουμένων τὸν Κύριον καὶ ταῖς προστασίαις ἐπιπηδώντων, τῶν πτωχῶν τὸ ἀπροστάτευτον, τῆς 47 διδασκαλίας τὴν ἐρημίαν." ἐπικρούσας δὲ τῷ λιχανῷ δακτύλῳ τὸν ταρσὸν τῆς ἀριστερᾶς χειρός (εἰώθει γὰρ ὁ φιλόχριστος ἐν ταῖς κατὰ νοῦν φροντίσιν αὐτὸ ποιεῖν), τῷ ὁμιλοῦντι αὐτῷ εἶπεν· "Ἀρκεῖ, ἀδελφέ· μὴ πολλὰ λέγε· ἀλλ' ὃ εἶπον, τὰς ἐκκλησίας ὑμῶν μὴ ἀφῆτε. οὔτε γὰρ ἀπ' ἐμοῦ ἤρξατο τὸ διδασ κάλιον, οὔτε εἰς ἐμὲ ἐτελεύτησεν. μὴ οὐκ ἀπέθανεν Μωϋσῆς· οὐχ εὕρηται Ἰησοῦς; οὐκ ἐτελεύτησε Σαμουήλ· οὐ κέχρισται ὁ ∆αυείδ; ἀπέλιπε τὸν βίον Ἰερεμίας· οὐκ ἦν ὁ Βαρούχ;