ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ∆ΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ

 Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων.

 Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως, καὶ

 Ταῦτα μὲν οὗτοι μυθολογοῦσιν. Ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τούτων ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. Οὔτε γὰρ αὐτομάτως,

 Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐναν θρωπήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. Ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν

 Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰ

 ∆ιὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ'

 Ἀλλ' ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν Θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτο

 Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν, οὔτι γε μακρὰν ὢν πρότερον. Οὐδὲν γὰρ αὐτοῦ κενὸ

 Συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα κ

 Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον. Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικο

 Ὁ Θεός, ὁ πάντων ἔχων τὸ κράτος, ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου Λόγου ἐποίει, κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν, ὡς οὐχ ἱκανὴ εἴη

 Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ' εἰκόνα χάρις γνωρίζειν τὸν Θεὸν Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα· εἰδὼς δὲ ὁ Θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο κα

 Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τ

 Ὡς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παρα φανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ

 Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς

 Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπ

 Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. Οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προν

 Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις ἐτρέ

 Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει, ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτί

 Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν ε

 Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέ

 Ἀλλ' ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπ

 Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ' ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ' οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας

 Τὰ δὲ καὶ παρ' ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. Τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ' ὄψει πάντων καὶ ἐμμάρτυρον

 Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ' ὡς φιλομαθής, ζητῇ διὰ τί μὴ ἑτέρως ἀ

 Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῷ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι

 Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ' αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ' εἶναι νεκρὸν αὐτὸν ἀληθῶς, γνώρισμα

 Ἆρ' οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ' αὐτοῦ γενο μένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χρισ

 Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι ἀλλ' ἢ αὐτὸν τὸν

 Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ' αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. Τῆς δὲ γενομένης λοιπὸν ἀθα

 Μέγαν δὲ καὶ καθ' ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ' αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ ο

 Εἰ δ' ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκ

 Τούτων δὲ οὕτως ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης, φέρ

 Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι' ἑαυτό

 Ἀλλ' ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ

 Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων “πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα” ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ ∆αβὶδ τριακονταετὴς ἐβασ

 Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας

 Εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κἂν ἐξ ἑτέρων πειθέσθωσαν ἀφ' ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων. Περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆται· “Ἐμφανὴς ἐγενόμην

 Ἀλλ' ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι τὸν Θεὸν Λ

 Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. Πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ Ἅγιος τῶν ἁ

 Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι. Πλὴν

 Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ

 ∆ιατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ οἷον ἡλίῳ ἢ σελήνῃ ἢ ἄστροις ἢ πυρὶ ἢ αἰθέρι οὐ κέχρηται

 Ἀλλ' ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον

 Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν', ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργων γν

 Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ' οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Θεὸς Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ' Ἕλ

 Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντείων ἐπεπλήρωτο, καὶ τὰ ἐν ∆ελφοῖς καὶ ∆ωδώνῃ καὶ Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μα

 Ταῦτα δὲ τὰ λεγόμενα παρ' ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν. Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτ

 Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντω

 Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύραννοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ' Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς

 Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ ἡμέτερος Σωτὴρ

 Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός,

 Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἁπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ' ἑαυτοῦ το

 Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως ὁρώμενον εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ μὴ ὁρῶν τῇ δ

 Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος οὐκ ἔτι

 Ταῦτα μέν σοι παρ' ἡμῶν δι' ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας, ἀνατεθείσθω

 Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι' αὐτῆς ὁδεύσας ὁ νοῦς τυχ

§18. How the Word and Power of God works in His human actions: by casting out devils, by Miracles, by His Birth of the Virgin.

Accordingly, when inspired writers on this matter speak of Him as eating and being born, understand59    Compare Orat. iii. 31, note 11. that the body, as body, was born, and sustained with food corresponding to its nature, while God, the Word Himself, Who was united with the body, while ordering all things, also by the works He did in the body shewed Himself to be not man, but God the Word. But these things are said of Him, because the actual body which ate, was born, and suffered, belonged to none other but to the Lord: and because, having become man, it was proper for these things to be predicated of Him as man, to shew Him to have a body in truth, and not in seeming. 2. But just as from these things He was known to be bodily present, so from the works He did in the body He made Himself known to be Son of God. Whence also He cried to the unbelieving Jews; “If60    John x. 37, sq. I do not the works of My Father, believe Me not. But if I do them, though ye believe not Me, believe My works; that ye may know and understand that the Father is in Me, and I in the Father.” 3. For just as, though invisible, He is known through the works of creation; so, having become man, and being in the body unseen, it may be known from His works that He Who can do these is not man, but the Power and Word of God. 4. For His charging evil spirits, and their being driven forth, this deed is not of man, but of God. Or who that saw Him healing the diseases to which the human race is subject, can still think Him man and not God? For He cleansed lepers, made lame men to walk, opened the hearing of deaf men, made blind men to see again, and in a word drove away from men all diseases and infirmities: from which acts it was possible even for the most ordinary observer to see His Godhead. For who that saw Him give back61    Cf. 49. 2. what was deficient to men born lacking, and open the eyes of the man blind from his birth, would have failed to perceive that the nature of men was subject to Him, and that He was its Artificer and Maker? For He that gave back that which the man from his birth had not, must be, it is surely evident, the Lord also of men’s natural birth. 5. Therefore, even to begin with, when He was descending to us, He fashioned His body for Himself from a Virgin, thus to afford to all no small proof of His Godhead, in that He Who formed this is also Maker of everything else as well. For who, seeing a body proceeding forth from a Virgin alone without man, can fail to infer that He Who appears in it is Maker and Lord of other bodies also? 6. Or who, seeing the substance of water changed and transformed into wine, fails to perceive that He Who did this is Lord and Creator of the substance of all waters? For to this end He went upon the sea also as its Master, and walked as on dry land, to afford evidence to them that saw it of His lordship over all things. And in feeding so vast a multitude on little, and of His own self yielding abundance where none was, so that from five loaves five thousand had enough, and left so much again over, did He shew Himself to be any other than the very Lord Whose Providence is over all things?

Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι Θεὸς Λόγος τὰ πάντα διακοσ μῶν, καὶ δι' ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυ τόν, ἀλλὰ Θεὸν Λόγον ἐγνώριζεν. Λέγεται δὲ περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον καὶ πάσχον, οὐχ ἑτέρου τινός, ἀλλὰ τοῦ Κυρίου ἦν· καὶ ὅτι ἀνθρώπου γενομένου, ἔπρεπε καὶ ταῦτα ὡς περὶ ἀνθρώπου λέγεσθαι, ἵνα ἀληθείᾳ καὶ μὴ φαντασίᾳ σῶμα ἔχων φαίνηται. Ἀλλ' ὥσπερ ἐκ τούτων ἐγινώσκετο σωματικῶς παρών, οὕτως ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος, Υἱὸν Θεοῦ ἑαυτὸν ἐγνώριζεν. Ὅθεν καὶ πρὸς τοὺς ἀπίστους Ἰουδαίους ἐβόα λέγων· “Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύη τέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κἀγὼ ἐν τῷ Πατρί.” Ὡς γὰρ ἀόρατος ὤν, ἀπὸ τῶν τῆς κτίσεως ἔργων γινώσκεται, οὕτως ἄνθρωπος γενόμενος, καὶ ἐν σώματι μὴ ὁρώμενος, ἐκ τῶν ἔργων ἂν γνωσθείη ὅτι οὐκ ἄνθρωπος ἀλλὰ Θεοῦ ∆ύναμις καὶ Λόγος ἐστὶν ὁ ταῦτα ἐργαζόμενος. Τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς δαίμοσι, κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον. Ἢ τίς ἰδὼν αὐτὸν τὰς νόσους ἰώμενον, ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων γένος, ἔτι ἄνθρωπον καὶ οὐ Θεὸν ἡγεῖτο; Λεπροὺς γὰρ ἐκαθάριζε, χωλοὺς περιπατεῖν ἐποίει, κωφῶν τὴν ἀκοὴν ἤνοιγε, τυφλοὺς ἀναβλέπειν ἐποίει, καὶ πάσας ἁπλῶς νόσους καὶ πᾶσαν μαλακίαν ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων, ἀφ' ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα τὴν θεότητα θεωρεῖν. Τίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον, οἷς ἡ γένεσις ἐνέλειψε, καὶ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε τὴν ἀνθρώπων ὑποκειμένην αὐτῷ γένεσιν, καὶ ταύτης εἶναι τοῦτον ∆ημιουργὸν καὶ Ποιητήν; Ὁ γὰρ τὸ μὴ ὃ ἐκ γενέ-σεως ἔσχεν ὁ ἄνθρωπος ἀποδιδούς, δῆλος ἂν εἴη πάντως ὅτι Κύριος οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων. ∆ιὰ τοῦτο καὶ ἐν ἀρχῇ κατερχόμενος πρὸς ἡμᾶς, ἐκ παρ θένου πλάττει ἑαυτῷ τὸ σῶμα, ἵνα μὴ μικρὸν τῆς θεότητος αὐτοῦ γνώρισμα πᾶσι παράσχῃ, ὅτι ὁ τοῦτο πλάσας αὐτός ἐστι καὶ τῶν ἄλλων Ποιητής. Τίς γὰρ ἰδὼν χωρὶς ἀνδρὸς ἐκ παρθένου μόνης προερχόμενον σῶμα, οὐκ ἐνθυμεῖται τὸν ἐν τούτῳ φαινόμενον εἶναι καὶ τῶν ἄλλων σωμάτων Ποιητὴν καὶ Κύριον; Τίς δὲ ἰδὼν καὶ τὴν ὑδάτων ἀλλασσομένην οὐσίαν, καὶ εἰς οἶνον μεταβάλλουσαν, οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα Κύριον εἶναι καὶ Κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας; διὰ τοῦτο γὰρ ὡς ∆εσπότης ἐπέβαινε καὶ τῇ θαλάσσῃ, καὶ περιεπάτει ὡς ἐπὶ γῆς, γνώρισμα τῆς ἐπὶ πάντα δεσ ποτείας αὐτοῦ τοῖς ὁρῶσι παρέχων. Τρέφων δὲ καὶ ἐξ ὀλί γων τοσοῦτον πλῆθος, καὶ ἐξ ἀπόρων εὐπορῶν αὐτός, ὥστε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι, καὶ ἄλλο τοσοῦτο καταλεῖψαι, οὐδὲν ἕτερον ἢ αὐτὸν εἶναι καὶ τὸν τῆς ὅλων προνοίας Κύριον ἐγνώριζε.