δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νηστείαις, καὶ ἐν προσευχῇ, καὶ ἐν ἀναγνώσει, καὶ ἐν ἡσυχίᾳ, καὶ ἐν μακροθυμίᾳ. ∆ιὰ πάντων γὰρ τούτων ἐπιχειρεῖ τὸν στρατιώτην τοῦ Χριστοῦ κατατοξεύειν. Καὶ γὰρ ὅντινα μὴ δυνηθῇ διὰ πολυτελείας ἐνδυμάτων πρὸς κενοδοξίαν ἀπατῆσαι, τοῦτον δι' εὐτελοῦς ἐσθῆτος ἐπιχειρεῖ πει ράζειν. Καὶ ὃν οὐκ ἠδυνήθη διὰ τιμῆς ἐπᾶραι, τοῦτον διὰ τοῦ φέρειν δῆθεν ἀτιμίαν εἰς ἀπόνοιαν αἴρει· καὶ ὃν οὐκ ἠδυνήθη διὰ τῆς ἐπιστήμης τοῦ λόγου πεῖσαι κενοδοξεῖν, τοῦτον τῇ σιωπῇ ὡς ἥσυχον δελεάζει· καὶ ὃν οὐκ ἠδυνήθη πολυτελείᾳ βρωμάτων χαυνῶσαι, τοῦτον διὰ νηστείας εἰς ἔπαινον ἐκλύει. Καὶ ἁπλῶς πᾶν ἔργον, πᾶν ἐπιτήδευμα, πρόφασιν πολέμου παρέχει τούτῳ τῷ δαίμονι. Ἔτι δὲ πρὸς τούτοις καὶ κλῆρον φαντάζεται ὁ πολεμούμενος ὑπ' αὐτοῦ. Μέ μνημαι γάρ τινος γέροντος, ἡνίκα ἐν Σκήτῃ διέτριβον, ἀπελθόντος εἰς κελλίον τινὸς ἀδελφοῦ ἐπισκέψεως χάριν, καὶ ὡς ἐπλησίασε τῇ θύρᾳ τῆς κέλλης, ἀκούει αὐτοῦ λαλοῦντος ἔνδον· καὶ νομίσας ὁ γέρων ἀπὸ Γραφῆς αὐτὸν μελετᾷν, ἔστη ἀκροώμενος, καὶ αἰσθάνεται αὐτοῦ ὑπὸ κενοδοξίας παραφρονοῦντος, καὶ ἑαυτὸν χειροτονοῦντος διάκονον, καὶ τοῖς κατηχουμένοις ἀπό λυσιν παρέχοντα. Ὡς οὖν ἤκουσε τοῦτο ὁ γέρων, τέ λος ὠθήσας τὴν θύραν εἰσῆλθε, καὶ ἀπαντήσας αὐτῷ ὁ ἀδελφὸς προσεκύνησε κατὰ τὸ ἔθος. καὶ ἠξίου μα θεῖν παρ' αὐτοῦ, εἰ πολλὴν ὥραν ἔχει πρὸς τῇ θύρᾳ. Ὁ δὲ γέρων χαριέντως ἀπεκρίθη πρὸς αὐτόν· Ἄρτι, φησὶν, ἦλθον, ὅτε σὺ τὴν ἀπόλυσιν τοῖς κατηχουμέ νοις ἐπετέλεις. Τότε ὁ ἀδελφὸς, ἀκούσας ταῦτα, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, καὶ παρακαλεῖ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ, ἵνα ῥυσθῇ τῆς τοιαύτης πλάνης. Τούτου δὲ ἐμνήσθην δεῖξαι βουλόμενος εἰς ὅσην ἀν αισθησίαν φέρει τὸν ἄνθρωπον οὗτος ὁ δαίμων. Ὁ τοί νυν βουλόμενος τελείως ἀθλῆσαι, καὶ τὸν τῆς δικαιο σύνης στέφανον ἀναδήσασθαι, πᾶσι τρόποις σπουδάσῃ τὸ πολύμορφον τοῦτο θηρίον νικῆσαι, πρὸ ὀφθαλμῶν ἔχων πάντοτε τὸ ὑπὸ τοῦ ἁγίου ∆αυῒδ εἰρημένον· «Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·» καὶ μηδὲν ποιείτω περιβλεπόμενος τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν παρὰ Θεοῦ μισθὸν ἐπιζητείτω, καὶ 28.904 ἀποῤῥίπτων ἀεὶ τοὺς ἐπερχομένους ἐν τῇ καρδίᾳ αὐ τοῦ λογισμοὺς καὶ ἐπαινοῦντας αὐτὸν, ἐξουθενείτω ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ. Οὕτως γὰρ δυνήσεται σὺν Θεῷ ἀπαλλαγῆναι τοῦ δαίμονος τῆς κενοδοξίας χά ριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὄγδοος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὑπερηφανίας· χαλεπώτατος οὗτος καὶ πάντων τῶν προτέρων ἀγριώτερος, τοὺς τελείους μάλιστα πολε μῶν, καὶ σχεδὸν τοὺς τὸ ὕψος τῶν ἀρετῶν ἀναβεβη κότας ἐπιχειρεῖ καταστρέφειν· καὶ καθάπερ νόσος λοιμικὴ φθοροποιὸς οὐχὶ μέρος τοῦ σώματος, ἀλλ' ὅλον διαφθείρει. Καὶ τῶν μὲν ἄλλων παθῶν ἕκαστον, εἰ καὶ ταράσσει τὴν ψυχὴν, ἀλλὰ πρὸς μίαν τὴν ἀντι κειμένην αὐτῷ ἀρετὴν πολεμοῦν, καὶ ταύτην νικῆσαι φιλονεικοῦν, ἐκ μέρους ἐπισκοτεῖ τὴν ψυχὴν, καὶ ταράσσει αὐτήν· τὸ δὲ τῆς ὑπερηφανίας πᾶσαν αὐτὴν ἐπισκοτεῖ, καὶ εἰς πτῶσιν ἄγει ἐσχάτην. Καὶ ἵνα σα φέστερον νοήσωμεν τὸ εἰρημένον, σκοπήσωμεν οὕ τως. Ἡ γαστριμαργία τὴν ἐγκράτειαν σπουδάζει διαφθεῖραι, ἡ πορνεία τὴν σωφροσύνην, ἡ φιλαργυρία τὴν ἀκτημοσύνην· ὁ θυμὸς τὴν πραότητα, καὶ τὰ λοιπὰ τῆς κακίας εἴδη τὰς ἐναντίας αὐτῶν ἀρετάς· ἡ δὲ τῆς ὑπερηφανίας κακία, ὅταν κυριεύσῃ τῆς ἀθλίας ψυχῆς, ὥσπερ τις χαλεπώτατος τύραννος με-γάλην πόλιν καὶ ὑψηλὴν παραλαβὼν, ὅλην αὐτὴν καταστρέφει, καὶ ἕως θεμελίων κατασκάπτει. Καὶ μάρτυς τούτου ὁ ἄγγελος ὁ ἐκ τοῦ οὐρανοῦ πεσὼν διὰ τὴν ὑπερηφανίαν· ὃς, ἐκ τοῦ Θεοῦ κτισθεὶς, καὶ πάσῃ ἀρετῇ καὶ σοφίᾳ κοσμηθεὶς, οὐ τῇ τοῦ ∆εσπότου χάριτι ἐβουλήθη ταῦτα ἐπιγράφειν, ἀλλὰ τῇ ἰδίᾳ φύσει· ὅθεν καὶ ἴσον ἑαυτὸν ὑπέλαβεν εἶναι Θεοῦ. Καὶ ταύτην αὐτοῦ τὴν ἐνθύμησιν ἐλέγχων ὁ προφήτης φησίν· «Εἶπας ἐν τῇ καρδίᾳ σου· Καθιῶ ἐν ὄρει
20