περὶ τοῦ ἁγίου Πνεύματος παρ' αὐτῶν εἰρημένα. Πορφύριος γάρ φησι, Πλάτωνος ἐκτιθέμενος δόξαν, ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν, εἶναι δὲ τὸν μὲν ἀνωτάτω θεὸν τἀγαθόν, μετ' αὐτὸν δὲ καὶ δεύτερον τὸν δημιουργόν, τρίτον δὲ καὶ τὴν τοῦ κόσμου ψυχήν· ἄχρι γὰρ ψυχῆς τὴν θειότητα προελθεῖν. Ἰδοὺ δὴ σαφῶς ἐν τούτοις ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν ἰσχυρίζεται· εἷς μὲν γάρ ἐστιν ὁ τῶν ὅλων Θεός, κατευρύνεται δὲ ὥσπερ ἡ περὶ αὐτοῦ γνῶσις εἰς ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα, εἴς τε Πατέρα φημὶ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὃ καὶ ψυχὴν τοῦ κόσμου φησὶν ὁ Πλάτων· ζωοποιεῖ δὲ τὸ Πνεῦμα, καὶ πρόεισιν ἐκ ζῶντος Πατρὸς δι' Υἱοῦ, καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ἀληθεύει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Καὶ πάλιν ὁ αὐτὸς Πορφύριος περὶ Πλάτωνος· ∆ιὸ ἐν ἀπορρήτοις περὶ τούτων αἰνιττόμενός φησι· Περὶ τὸν βασιλέα πάντα ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. Ὡς γὰρ πάντων μὲν περὶ τοὺς τρεῖς ὄντων θεούς, ἀλλ' ἤδη πρώτως μὲν περὶ τὸν πάντων βασιλέα, δευτέρως δὲ περὶ τὸν ἀπ' ἐκείνου θεόν, καὶ τρίτως περὶ τὸν ἀπὸ τούτου. 1.48 ∆εδήλωκε δὲ ἐμφαίνων καὶ τὴν ἐξ ἀλλήλων ὑπόστασιν, ἀρχομένην ἀπὸ τοῦ βασιλέως, καὶ τὴν ὑπόβασιν καὶ ὕφεσιν τῶν μετὰ τὸν πρῶτον, διὰ τοῦ πρώτως καὶ δευτέρως καὶ τρίτως εἰπεῖν, καὶ ὅτι ἐξ ἑνὸς τὰ πάντα καὶ δι' αὐτοῦ σῴζεται. Τεθεώρηκε μὲν οὖν οὐχ ὑγιῶς εἰσάπαν, ἀλλὰ τοῖς τὰ Ἀρείου πεφρονηκόσιν ἐν ἴσῳ, διαιρεῖ καὶ ὑφίστησιν, ὑποκαθημένας τε ἀλλήλαις τὰς ὑποστάσεις εἰσφέρει, καὶ τρεῖς οἴεται θεοὺς εἶναι διῃρημένως τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα. Πλὴν οὐκ ἠγνόηκεν ὁλοτρόπως τὸ ἀληθές, οἶμαι δὲ ὅτι κἂν ὑγιῶς ἔφη τε καὶ πεφρόνηκεν, ἐξήνεγκε δὲ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τῆς περὶ Θεοῦ δόξης τὸ ἀρτίως ἔχον, εἰ μὴ τάχα που τὴν Ἀνύτου καὶ Μελήτου γραφὴν ἐδεδίει καὶ τὸ Σωκράτους κώνειον. Λέγει δὲ καὶ Ἑρμῆς ἐν λόγῳ τρίτῳ τῶν Πρὸς Ἀσκληπιόν· Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι· ἀλλὰ τῷ νοῒ ἀκούσατε. Ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἔστιν ἀεί, νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν ἑαυτῷ ὤν, ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Καὶ μεθ' ἕτερά φησι· Ἐκτὸς τούτου, οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γάρ ἐστι Κύριος καὶ Πατὴρ καὶ Θεὸς καὶ πηγὴ καὶ ζωὴ καὶ δύναμις καὶ φῶς καὶ νοῦς καὶ πνεῦμα, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ' αὐτόν ἐστι. 1.49 Νοῦν μὲν γὰρ ἐκ νοῦ, καθάπερ ἐγᾦμαι, φησὶ τὸν Υἱόν, καὶ ὡς φῶς ἐκ φωτός· μέμνηται δὲ καὶ τοῦ Πνεύματος, ὡς πάντα περιέχοντος· οὔτε δὲ ἄγγελον, οὔτε δαίμονα, οὔτε μὴν ἑτέραν τινὰ φύσιν ἢ οὐσίαν ἔξω κεῖσθαί φησι τῆς θείας ὑπεροχῆς ἤγουν ἐξουσίας, ἀλλ' ὑπ' αὐτῇ τὰ πάντα καὶ δι' αὐτὴν εἶναι διορίζεται. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ τρίτῳ τῶν Πρὸς Ἀσκληπιόν, ὡς ἐρομένου τινὸς περὶ τοῦ θείου Πνεύματος, φησὶν οὕτως· Εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου ὥστε με τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς νῦν ἔρως τοιοῦτος κατεῖχεν ἵνα περὶ τούτου ζητήσητε· νῦν δὲ τὰ λοιπὰ τοῦ λόγου ἀκούετε· Τούτου τοῦ Πνεύματος οὗ πολλάκις προεῖπον πάντα χρῄζει· τὰ πάντα βαστάζον, κατ' ἀξίαν τὰ πάντα ζωοποιεῖ καὶ τρέφει, καὶ ἀπὸ τῆς ἁγίας πηγῆς ἐξήρτηται, ἐπίκουρον πνεύμασι καὶ ζωῆς ἅπασιν ἀεὶ ὑπάρχον γόνιμον, ἓν ὄν. Οἶδεν οὖν αὐτὸ καὶ ὑπάρχον ἰδιοσυστάτως, καὶ τὰ πάντα ζωοποιοῦν καὶ τρέφον, καὶ ὡς ἐξ ἁγίας πηγῆς ἠρτημένον τοῦ Θεοῦ καὶ Πατρός. Πρόεισι γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ δι' Υἱοῦ χορηγεῖται τῇ κτίσει. 1.50 Πολυπραγμονήσαντες τοίνυν ὡς ἔνι τὰ παρ' ἐκείνοις βιβλία, διαφανεστάτην πεποιήμεθα τὴν ἑκάστου δόξαν, ὡς ἂν εἰδεῖεν οἱ ἐντευξόμενοι