παραχάραττε τοὺς θεσμούς. Καὶ τῆς μὲν παλαιᾶς διαθήκης, καθὼς εἴρηται, τὰς εἴκοσι δύο μελέτα βίβλους· ἃς, εἰ φιλομαθὴς τυγχάνεις, ἐμοῦ λέγοντος, ὀνομαστὶ μεμνῆσθαι σπούδασον. Τοῦ νόμου μὲν γάρ εἰσιν αἱ Μωσέως πρῶται πέντε βίβλοι, Γένεσις, Ἔξοδος, Λευιτικὸν, Ἀριθμοὶ, ∆ευτερονόμιον· ἑξῆς δὲ, ἡ Ἰησοῦ υἱοῦ Ναυῆ· καὶ τὸ τῶν Κριτῶν βιβλίον μετὰ τῆς Ῥοὺθ, ἕβδομον ἀριθμούμενον. Τῶν δὲ λοιπῶν ἱστορικῶν βιβλίων, ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Βασιλειῶν μία παρ' Ἑβραίοις ἐστὶ βίβλος· μία δὲ καὶ ἡ τρίτη καὶ ἡ τετάρτη. Ὁμοίως δὲ παρ' αὐτοῖς καὶ τῶν Παραλειπομένων ἡ πρώτη καὶ ἡ δευτέρα μία τυγχάνει βίβλος· καὶ τοῦ Ἔσδρα ἡ πρώτη καὶ ἡ δευτέρα μία λελόγισται· δωδεκάτη δὲ βίβλος ἡ Ἐσθήρ. Καὶ τὰ μὲν ἱστορικὰ ταῦτα. Τὰ δὲ στιχηρὰ τυγχάνει πέντε· Ἰὼβ, καὶ βίβλος Ψαλμῶν, καὶ Παροιμίαι, καὶ Ἐκκλησιαστὴς, καὶ Ἆισμα ᾀσμάτων ἑπτακαιδέκατον βιβλίον. Ἐπὶ δὲ τούτοις τὰ προφητικὰ πέντε· τῶν δώδεκα προφητῶν μία βίβλος, καὶ Ἡσαΐου μία, καὶ Ἱερεμίου μετὰ Βαροὺχ, καὶ Θρήνων, καὶ Ἐπιστολῆς· εἶτα Ἱεζεκιὴλ, καὶ ἡ τοῦ ∆ανιὴλ, εἰκοστηδευτέρα βίβλος τῆς παλαιᾶς διαθήκης. 4.36 Τῆς δὲ καινῆς διαθήκης, τὰ τέσσαρα μόνα εὐαγγελία· τὰ δὲ λοιπὰ ψευδεπίγραφα καὶ βλαβερὰ τυγχάνει. Ἔγρα ψαν καὶ Μανιχαῖοι κατὰ Θωμᾶν εὐαγγέλιον, ὅπερ εὐωδίᾳ τῆς εὐαγγελικῆς ἐπωνυμίας ἐπικεχρωσμένον, διαφθείρει τὰς ψυχὰς τῶν ἁπλουστέρων. ∆έχου δὲ καὶ τὰς Πράξεις τῶν δώδεκα ἀποστόλων. Πρὸς τούτοις δὲ καὶ τὰς ἑπτὰ, Ἰακώβου, καὶ Πέτρου, καὶ Ἰωάννου, καὶ Ἰούδα καθολικὰς ἐπιστολάς· ἐπισφράγισμα δὲ τῶν πάντων, καὶ μαθητῶν τὸ τελευταῖον, τὰς Παύλου δεκατέσσαρας ἐπιστολάς. Τὰ δὲ λοιπὰ πάντα, ἐν δευτέρῳ κείσθω. Καὶ ὅσα [μὲν] ἐν ἐκκλησίαις μὴ ἀναγινώσκεται, ταῦτα μηδὲ κατὰ σαυτὸν ἀναγίνωσκε, καθὼς ἤκουσας. Καὶ τὰ μὲν περὶ τούτων, ταῦτα. 4.37 Φεῦγε δὲ πᾶσαν διαβολικὴν ἐνέργειαν, καὶ μὴ πείθου τῷ δράκοντι τῷ ἀποστάτῃ, ὃς ἐξ ἀγαθῆς ὑποστάσεως αὐτοπροαίρετον ἔσχε τὴν μεταβολήν· ὃς ἀναπεῖσαι μὲν δύναται τοὺς θέλοντας, ἀναγκάσαι δὲ οὐδένα. Καὶ μήτε ἀστρολογίαις, μήτε ὀρνεοσκοπίαις, μήτε κλῃδόσι πρόσεχε, μηδὲ ταῖς μυθώδεσι τῶν Ἑλλήνων μαντείαις. Φαρμακίαν, καὶ ἐπαοιδίαν, καὶ τὰ νεκυομαντειῶν παρανομώτατα πράγματα, μηδὲ μέχρις ἀκοῆς παραδέχου. Ἀπόστηθι παντὸς ἀκολασίας εἴδους, μήτε γαστριμαργῶν, μήτε φιληδονῶν, ὑπεράνω τε φιλαργυρίας ἁπάσης καὶ τοῦ τοκίζειν γενόμενος. Μήτε δὲ θεωριῶν ἐθνικοῖς ἀθροίσμασι παράβαλλε· μήτε ἐπιδέσμασιν ἐν νόσοις χρήσῃ ποτέ. Ἀποστρέφου δὲ πᾶσαν καὶ τοῦ καπηλοδυτεῖν χυδαιότητα. Καὶ μήτε εἰς Σαμαρειτισμὸν ἢ Ἰουδαισμὸν ἐκπέσῃς· ἐλυτρώσατο γάρ σε λοιπὸν Ἰησοῦς ὁ Χριστός. Πάσης σαββάτων παρατηρήσεως ἀπόστηθι· καὶ τοῦ, κοινὸν ἢ ἀκάθαρτον λέγειν τι εἶναι τῶν ἀδιαφόρων βρωμάτων. Ἐξαιρέτως δὲ μίσει πάντα τὰ συνέδρια τῶν παρανόμων αἱρετικῶν. Καὶ παντοίως τὴν σεαυτοῦ ψυχὴν ἀσφαλίζου, νηστείαις, προσευχαῖς, ἐλεημοσύναις, καὶ θείων λογίων ἀναγνώσμασιν, ἵνα μετὰ σωφροσύνης καὶ δογμάτων εὐσεβῶν, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιώσας χρόνον, τῆς μιᾶς τοῦ λουτροῦ σωτηρίας ἀπολαύσῃς· στρατολογηθεὶς δὲ οὕτως ἐν οὐρανίαις στρατιαῖς τῷ Πατρὶ καὶ Θεῷ, καὶ τῶν οὐρανίων καταξιωθῇς στεφάνων· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5.τ ΚΑΤΗΧΗΣΙΣ Εʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΠΙΣΤΕΩΣ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἑβραίους· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι, καὶ τὰ ἑξῆς. 5.1 Ἡλίκον ὑμῖν ἀξίωμα δίδωσιν ὁ Κύριος, ἀπὸ [τοῦ] Κατηχουμένων τάγματος εἰς τὸ τῶν Πιστῶν μετατιθεμένοις. Παῦλος ὁ ἀπόστολος παριστάς φησι, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Θεοῦ γὰρ πιστοῦ καλουμένου, καὶ σὺ ταύτην τὴν προσηγορίαν λαμβάνεις, μέγα λαμβάνων ἀξίωμα. Ὥσπερ γὰρ καλεῖται ὁ Θεὸς ἀγαθὸς, καὶ δίκαιος, καὶ παντοκράτωρ, καὶ δημιουργὸς τῶν ὅλων, οὕτω καὶ πιστός. Λόγισαι τοίνυν εἰς ὁποῖον ἀξίωμα ἀναβαίνεις, Θεοῦ