Βάρδᾳ "μὴ τύπτε τὸν λογοθέτην." οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατα κόπτουσιν εἰς τὸ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδει ξάμενοι. 13. Τοῦτο μαθοῦσα παρὰ τοῦ παπίου Θεοδώρα, ἐξελ θοῦσα κατὰ τοῦ Μιχαὴλ ὡς εἰκὸς ἠγανάκτησε, καὶ τῶν λοιπῶν οἳ τὸν φόνον κατειργάσαντο. καὶ τοῦ βασιλέως παντὶ τρόπῳ μη χανωμένου τὴν μητέρα ἐξιλεώσασθαι αὐτὴ ἀπαρηγόρητος ἔμεινε, μήτε τὴν ὀργὴν ἀφιεμένη μήτε παραμυθουμένη τισίν, ἀλλ' ὡς 823 κλύδων θαλάσσιος νουθετουμένη παρηγορεῖτο καὶ κατεπείθετο. ὅθεν μεταβαλὼν ὁ βασιλεύς, ὥσπερ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις τρόποις λυ πεῖν αὐτὴν κατεπείγετο ὅσοις πρὸ τοῦ θεραπεύειν ἐσχηματίζετο. καὶ δὴ τὰς μὲν ἀδελφὰς αὐτοῦ, Θέκλαν Ἀναστασίαν καὶ Ἄνναν, ἐξωθεῖ τοῦ παλατίου, καταγαγὼν εἰς τὰ Καριανοῦ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἀπέστειλεν ἐν τῇ μονῇ τῶν Γαστρίων. εἶθ' οὗτος μετ' ὀλίγον ἑνώσας πάσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρεν, περιβαλὼν αὐτὰς τὸ μοναδικὸν σχῆμα. 14. Ὑπὸ δὲ τῆς συγκλήτου εὐφημισθεὶς μόνος αὐτοκρα τορεῖ, καὶ προβάλλεται Βάρδαν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. μὴ διαλλαττομένης δὲ τῆς μητρὸς αὐτοῦ δι' ἃ ἐλύπει αὐτὴν καὶ τὴν ἄδικον σφαγὴν Θεοκτίστου, ἔχθρα ὑπῆρχεν ἀνα μεταξὺ αὐτῶν ἄσπονδος. ὁ δὲ καὶ ταύτην τοῦ παλατίου κατα γαγὼν εἰς τὸ μοναστήριον τὰ Γαστρία καὶ αὐτὴν ἀποστέλλει. ἥ τις ἀθυμίᾳ μετεωρισθεῖσα τὸν νοῦν, καὶ ὑπὸ ἐκπλήξεως ἀφαι ρεθεῖσα καὶ τὸ φρονεῖν, ἀνάξια ἑαυτῆς κατασκευάζει, βουλὴν κατὰ Βάρδα βουλευομένη, σὺν πολλοῖς καὶ ἄλλοις σχοῦσα κοινωνὸν καὶ τοῦ βασιλέως τὸν πρωτοστράτορα, ὅπως ὑποστρέφοντα Βάρδαν ἀπὸ τοῦ προαστείου αὐτοῦ τοῦ Κοσμιδίου ἀναιρήσωσιν αὐτόν. ὧν ἡ μελέτη πρὸ τοῦ ἔργου φανερωθεῖσα κατ' ἐκείνων τῶν μελε τησάντων τὸ κακὸν ἐξενήνοχε· φωραθέντες γὰρ καὶ κατασχεθέν τες ἐν τῇ σφενδόνῃ τὰς κεφαλὰς ἀπετμήθησαν. καὶ προβάλλεται 824 Μιχαὴλ τὸν Βασίλειον ἀντὶ τοῦ τελευτήσαντος πρωτοστράτορα, ὁμοίως καὶ Βάρδαν τὸν θεῖον αὐτοῦ κουροπαλάτην. 15. Ἔπεσε τότε κόνις ἐκ τοῦ οὐρανοῦ κατενεχθεῖσα ἐπὶ τοὺς κεράμους αἱματώδης πλήρης· καὶ πολλοὶ εὕρισκον λίθους ἐν ταῖς ὁδοῖς ἢ κήποις ἐρυθροὺς ὡς αἷμα. προβάλλεται δὲ Μιχαὴλ Ἀντίγονον τὸν υἱὸν Βάρδα δομέστικον τῶν σχολῶν. τὸν δὲ ἕτε ρον υἱὸν αὐτοῦ δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προβάλλε ται μονοστράτηγον τῶν δυτικῶν. συντόμως δὲ αὐτοῦ τελευτή σαντος, τῇ δὲ τοῦ διακαινησίμου προβάλλεται Μιχαὴλ Βάρδαν τὸν θεῖον αὐτοῦ Καίσαρα· ὃς ἐπὶ ἅρματος πορευθεὶς ἔδωκεν ὑπα τείαν τῇ μέσῃ. 16. Ἐξῆλθε δὲ ὁ Ἄμερ, καὶ κατῆλθε μέχρι Σινώπης, ληϊσάμενος πάντα τὰ τῶν Ῥωμαίων· καὶ ὑπέστρεψε μὴ καταλη φθεὶς ὑπὸ τοῦ Ῥωμαϊκοῦ στρατοῦ. ἐκστρατεύσας δὲ Μιχαὴλ ἅμα Βάρδᾳ Καίσαρι κίνησιν ποιεῖ κατὰ Μιχαὴλ ἄρχοντος Βουλ γαρίας διά τε γῆς καὶ θαλάσσης, μαθὼν τὸ τῶν Βουλγάρων ἔθνος λιμῷ τήκεσθαι. οἱ δὲ Βούλγαροι τοῦτο μαθόντες ὡς ἦχον βρον τῆς ὑπεκλίθησαν καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς μάχης περὶ τῆς νίκης ἀπέγνωσαν, καὶ Χριστιανοὶ γενέσθαι καὶ ὑποτάττεσθαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις ᾐτήσαντο. ὁ δὲ Μιχαὴλ τὸν μὲν ἄρχοντα αὐτῶν βαπτίσας καὶ δεξάμενος ἐπέθηκεν αὐτὸν τὸ αὐτοῦ ὄνομα, τοὺς δὲ μεγιστᾶνας αὐτοῦ ἐν τῇ πόλει ἀγαγὼν ἐβάπτισεν αὐτούς, ἔκτοτε γενομένης εἰρήνης βαθείας. 825 17. Τὸν δὲ Ἄμερ ἐξελθόντα κατὰ Ῥωμανίας στρατηλάτης ὢν τῆς ἀνατολῆς Πετρωνᾶς καὶ Νάσαρ τῶν βουκελλαρίων, λοχή σαντες τὴν τῆς ὑποστροφῆς αὐτοῦ συναντῶσιν αὐτῷ εἰς τὸν Λα λακάωνα, καὶ συμβολῆς γενομένης τρέπουσιν Ἄμερ, καὶ φυγῇ χρησάμενον καταδιώκει αὐτόν τις τῶν κομήτων, καὶ τούτου τὴν κεφαλὴν ἄρας ἤγαγε Πετρωνᾷ τῷ στρατηλάτῃ. εἰσελθόντες δὲ οἱ στρατηγοὶ μετὰ ἐπινικίων ἐθριάμβευσαν ταῦτα ἐν τῷ ἱππικῷ. καὶ ἔκτοτε ἐγένετο εἰρήνη μεγάλη ἐν τῇ ἀνατολῇ διὰ τὴν τοῦ Ἄμερ σφαγήν. 18. Καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ κατὰ τῶν πολεμίων ἀνδραγαθήματα· ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξέχυτο, καὶ τοῦτον μόνον εἶναι τὸν θεραπευτὴν αὐτοῦ. 19. Ἔκτισε δὲ Μιχαὴλ στάβλον τοῖς ἵπποις αὐτοῦ, κοσμή σας μαρμάροις καὶ ὑδάτων