ἄλλων διαφέρων, Θεόδοτος τοὔνομα, οὐκ ἀγαθὸν οἰωνὸν ἔφη τὰ πραττόμενα εἶναι· "ἐπειδὰν γὰρ ἡ νὺξ προέλθῃ, αὐτίκα δὴ μάλα φεύξονται". Τούτου λεχθέντος λύπης ὁ νεανίας πεπλήρωτο· ᾤετο γὰρ ξύμπαντας εἶναι τῆς αὐτοῦ γενναιότητος. Ἀπῄει δ' ὅμως ἐπὶ τὴν σκηνὴν δειπνήσων· ἄσιτος γὰρ τὸ παράπαν διέμεινε. Καὶ ὁ μὲν ἔτι τεθωρακισμένος ὢν ἐδείπνει, οἱ δὲ λάθρα τοῦ χάρακος ἐξιόντες ἔφευγον· ὡς δ' ἀπηγγέλη τούτῳ φεύγειν ἅπαν τὸ στράτευμα καὶ μόνον αὐτὸν ξὺν ὀλίγοις περιλελεῖφθαι, ἵππον αἰτήσας ἔσπευδε βοηθεῖν καὶ ξυνέχειν. Μόλις οὖν ἡμίονον εὑρηκὼς ἐπαναβεβήκει καὶ πρὸς τὴν ἔξοδον ὥρμα, βουλόμενος αὐτὴν κατασχεῖν καὶ τοὺς περιλειφθέντας ἐντὸς συγκλεῖσαι τοῦ χάρακος, ἀλλ' ἔφθασαν μικροῦ δεῖν φυγεῖν ἅπαντες. Ἐξῄει οὖν καὶ αὐτός, ἤδη τῶν Τούρκων αἰσθομένων τὸν τῶν Ῥωμαίων δρασμὸν καὶ μετὰ ῥύμης ὅτι πλείστης καὶ δυνάμεως ἰσχυρᾶς ἐπειγομένων φθάσαι τοὺς φεύγοντας, καὶ ἑάλω, εἰ μὴ ὁ Θεόδοτος, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, τοῦ κρότου τῶν ἵππων αἰσθόμενος καὶ διαγνοὺς ὡς πλῆθος Τούρκων πολὺ κατ' αὐτῶν ἔπεισιν, ἀπονεῦσαι τοῦτον μικρόν τι τῆς ὁδοῦ παρεσκεύασε. Ἐκκλίναντες δὲ τῆς ὁδοῦ καὶ ἐπί τι χωρίον συνηρεφὲς παραγενόμενοι, ἔμενον μέχρις ἅπαν τὸ πλῆθος τῶν Τούρκων διῆλθεν· εἶτ' ἐκεῖθεν ἀπάραντες πρὸς τοὺς ∆ιδύμους τὸ ὅρος ἠπείγοντο· Τούρκοις δ' ἐντυχόντες καὶ κατ' ἐκείνων ὁρμήσαντες διεσπάρησαν καί, ἐπεὶ νὺξ ἦν, οὐχ οἷοί τε γεγόνασιν εἰς ταὐτὸ ξυνελθεῖν. Ἀπῄει οὖν ἕκαστος ὅπη ἔτυχεν· ὁ δὲ κλεινὸς Ἀλέξιος μόνος περιλειφθείς, ἐπειδὴ περὶ τοὺς πρόποδας τῶν ∆ιδύμων ἐγένετο, τῆς ἡμιόνου ἤδη κεκοπακυίας καὶ μηκέτι οἵας τε οὔσης προσωτέρω χωρεῖν, ἀποβὰς ταύτης πεζῇ τὸ ὄρος ἀνῄει ἔτι τὸν θώρακα περιβεβλημένος· ἀποδύσασθαι γὰρ τοῦτον οὐ ξυνεχώρει τῶν νέων τὸ πρόθυμον, καὶ ἅμα λόγος τις διὰ μνήμης αὐτῷ φερόμενος διεκώλυε τοῦτον, ὡς ἔφασκεν· ἔφη γὰρ ἀκηκοέναι τοῦ πατρὸς ἀποσκώπτοντος πρός τινα τὰ ὅπλα ἀποβαλόντα. ∆ιά τοι τοῦτο τὸν θώρακα περιβεβλημένος ἐπεζοπόρει· τὸ δὲ παράδοξον, ὅτι καὶ αἱμορραγίας ὅτι πλείστης ἐκ τῶν ῥινῶν προσγινομένης αὐτῷ ἐξ ὅτου πεζοπορεῖν ἤρξατο διὰ πάσης τῆς νυκτός, οὔτε ὅπλα ἀπέβαλεν, οὔτε τοῦ δρόμου ἐπαύσατο, μέχρις ὅτου πρὸς τὸ ἐν Γαβαδονίᾳ πολίχνιον ἐγένετο. 2.7 Ἐκεῖσε δ' αὐτοῦ γενομένου συνέθεον ἅπαντες οἱ ἐγχώριοι, οἳ καὶ ὁρῶντες αὐτοῦ τὴν ἐπὶ θώρακος χλαῖναν κατάστικτον τῷ λύθρῳ τοῦ αἵματος ἔστενόν τε καὶ ἐδάκρυον ὡς εἰκός. Ὡς δ' ἡ φήμη τὴν ἄφιξιν τούτου τοῖς δυναστεύουσι παρέπεμψεν, ἀφίκοντό τε πρὸς αὐτὸν καὶ οἴκοι τοῦτον ἀπῆγον μετὰ τιμῆς ὅτι πλείστης φιλοφρόνως ὑποδεξάμενοι· στολὰς δὲ ἐκόμιζον πρεπούσας ἀνδρὶ τοιούτῳ καὶ θεραπεύειν τὸ σῶμα τοῦ νέου παντοίως προεθυμοῦντο, ὡς καὶ κάτοπτρον τούτῳ κομίσαι κατὰ τὸ παρ' ἐκείνοις ἔθος καὶ πρὸς αὐτὸ ἀτενίζειν παρακαλεῖν. Ὁ δὲ τοῦτ' ἰδὼν ἐμειδία κἀκεῖνος διηπορεῖτο τὸ δρώμενον· ὁ δὲ οὐκ ἔθος ἔφη ἀνδράσι καὶ ταῦτα στρατιώταις εἰς κάτοπτρον ἐνορᾶν· "γυναιξὶ γὰρ καὶ τοῦτο μόναις ἐπιτετήδευται μεριμνώσαις ἀρέσκειν τοῖς σφῶν ἀνδράσιν· ἀνδρὶ δὲ στρατιώτῃ κόσμος τὰ ὅπλα καὶ τὸ τῆς διαίτης λιτόν τε καὶ ἄθρυπτον". Οἱ δὲ ταῦτ' ἐπαΐοντες τοῦ νέου τὸ σῶφρον καὶ συνετὸν διὰ θαύματος ἦγον. Ἐπιξενωθεὶς οὖν αὐτοῖς τρισὶν ἡμέραις, ἤδη τῶν θεραπόντων καταλαβόντων, ἀπῄει ὡς ἐπὶ Ἄγκυραν· ἔφθη γάρ τις τῶν ἐκ τῆς μάχης διασωθέντων πυνθανομένῳ τούτῳ περὶ τοῦ ἀδελφοῦ ὑποδεῖξαί τι πολίχνιον, εἰς ὃ διασεσῶσθαι τοῦτον τοὺς διώκοντας διαδράντα ἐβεβαιοῦτο. Οἰόμενος οὖν ἀληθῆ τὰ ἀπαγγελθέντα εἶναι, ἠπείγετο συγγενέσθαι τῷ ἀδελφῷ. Ἀλλ' ὁ μὲν διεψεύσατο, ὁ δ' ἀπιὼν περὶ τοῦ ἀδελφοῦ ὡς ἁλῴη πεπληροφόρητο. ∆ιαψευσθεὶς οὖν τῶν ἐλπίδων ἠνιᾶτο μὲν καὶ ἠθύμει καὶ ἔστενε καὶ ἐδάκρυεν, οὐ μὴν πέπαυστο τῆς ἐπὶ τὰ πρόσω πορείας. 2.8 Ἀλλ' ἐν Ἀγκύρᾳ γενόμενος διεπέμπετο πανταχόθεν μαθεῖν τι πλέον καὶ ὡς βούλοιντο οἱ τὸν ἀδελφὸν κατασχόντες ἀποδόσθαι τιμῆς χρυσίου χιλιάδων συχνῶν ἠκηκόει· τούτων ἐκεῖνος ἀκούσας τῶν λόγων ἀπήλλακτό τε τῆς πολλῆς ἀθυμίας καὶ πρὸς τὴν