μένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων, καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ ἐπισταμένῳ «ὧν χρείαν» διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν «πρὸ τοῦ» ἡμᾶς «αἰτῆσαι αὐτόν.» 18.1 Αὐτάρκως δὴ ἐν τούτοις, κατὰ τὴν δεδομένην χάριν, ὡς κεχωρήκαμεν, ὑπὸ θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ (ἀλλ' εἴθε καὶ ἐν ἁγίῳ πνεύματι, ὅπερ εἰ οὕτως ἔχει, κρινεῖτε ἐντυγχάνοντες τῇ γραφῇ) ἡμῖν εἰρημένοις, ἐξετάσαντες τὸ περὶ εὐχῆς πρόβλημα, ἤδη καὶ ἐπὶ τὸν ἑξῆς ἆθλον ἐλευσόμεθα, τὴν ὑπογραφεῖσαν ὑπὸ τοῦ κυρίου προσευχὴν, ὅσης δυνάμεως πεπλήρωται, θεωρῆσαι βου λόμενοι. 18.2 καὶ πρὸ πάντων γε παρατηρητέον ὅτι ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς δόξαιεν ἂν τοῖς πολλοῖς τὴν αὐτὴν ἀναγεγραφέναι ὑποτε τυπωμένην πρὸς τὸ δεῖν οὕτως προσεύχεσθαι προσευχήν. ἔχουσι δὲ αἱ λέξεις τοῦ μὲν Ματθαίου τὸν τρόπον τοῦτον· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασι λεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκα μεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει ρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ20,» τοῦ δὲ Λουκᾶ οὕτως· «0πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασι λεία σου· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ' ἡμέραν· καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν20.» 18.3 λεκτέον δὲ πρὸς τοὺς οὕτως ὑπολαμβάνοντας ὅτι πρῶτον μὲν τὰ ῥήματα, εἰ καὶ γειτνιῶντά τινα ἔχει ἀλλήλοις, ἀλλὰ καὶ ἐν ἄλλοις διαφέρειν φαίνεται, ὡς ἐρευνῶντες αὐτὰ παραστήσομεν· δεύ τερον δὲ ὅτι οὐχ οἷόν τε ἐστὶ τὴν αὐτὴν προσευχὴν καὶ ἐν τῷ ὄρει λέγεσθαι, ἔνθα «ἰδὼν τοὺς ὄχλους ἀνέβη,» ὅτε «καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν» (ἐν γὰρ τῷ εἱρμῷ τῆς περὶ τῶν μακαρισμῶν ἀπαγγελίας καὶ τῶν ἑξῆς ἐντολῶν παρὰ τῷ Ματθαίῳ αὕτη ἀναγεγραμμένη εὑ ρίσκεται), καὶ «ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο,» εἰρῆσθαι πρός τινα «τῶν μαθητῶν» ἀξιώσαντα διδαχθῆ ναι «προσεύχεσθαι, ὡς καὶ Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς αὐτοῦ.» πῶς γὰρ ἐνδέχεται τοὺς αὐτοὺς λόγους χωρὶς πάσης προγενομένης πεύσεως ἀποτακτικῶς εἰρῆσθαι καὶ πρὸς ἀξίωσιν μαθητοῦ ἀπαγ γέλλεσθαι; ἀλλ' ἴσως τις εἴποι ἂν πρὸς τοῦτο ὅτι ἰσοδυναμοῦσαί εἰσιν αἱ εὐχαὶ εἰρημέναι ὡς μία, ὁτὲ μὲν ἐν ἀποτατικῷ λόγῳ ὁτὲ δὲ πρὸς ἕτερον τῶν μαθητῶν τὸν ἀξιώσαντα, κατὰ τὸ εἰκὸς τότε μὴ παρόντα, ὅτε ἔλεγε τὸ κατὰ τὸν Ματθαῖον, ἢ μὴ κεκρατηκότα τῶν εἰρημένων πάλαι· μή ποτε δὲ βέλτιον ᾖ διαφόρους νομίζεσθαι τὰς προσευχὰς, κοινά τινα ἐχούσας μέρη. ζητήσαντες δὲ καὶ παρὰ τῷ Μάρκῳ, μή ποτε λανθάνῃ ἡμᾶς ἡ τοιαύτη ἰσοδυναμοῦσα ἀναγεγραμ μένη, οὐδ' ἴχνος ἐγκείμενον προσευχῆς εὕρομεν. 19.1 Ἐπεὶ δὲ, ὡς ἐν τοῖς ἀνωτέροις εἰρήκαμεν, πρῶτον δεῖ καταστῆναί πως καὶ διατεθῆναι τὸν προσευχόμενον εἶθ' οὕτως εὔξασθαι, ἴδωμεν πρὸ τῆς ἐγκειμένης προσευχῆς παρὰ τῷ Ματθαίῳ τοὺς περὶ αὐτῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἀπηγγελμένους <λόγους>, οἵ τινες οὕτως ἔχουσιν· «ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώ ποις. ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων σε ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. προσευχόμενοι δὲ μὴ βατ τολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. οὕτως οὖν προσεύχεσθε ὑμεῖς.» 19.2 πολλαχοῦ τοίνυν φαίνεται ὁ σωτὴρ ἡμῶν ἐνιστάμενος ὡς πρὸς ὀλέθριον πάθος τὴν φιλοδοξίαν· ὅπερ καὶ ἐνθάδε πεποίηκεν, ἀποτρέπων κατὰ τὸν καιρὸν τῆς εὐχῆς ὑποκριτῶν ἔργον ἐπιτελεῖν·