ἀνελήφθη Ἠλίας· οὐ προεφήτευσεν Ἐλισσαῖος; ἐκαρατομήθη Παῦλος· οὐ κατέλιπεν Τιμόθεον, Τίτον, Ἀπολλὼ καὶ ἄλλους μυρίους;" μετὰ τούτους τοὺς λόγους λέγει Εὐλύσιος ὁ Ἀπα μείας τῆς Βιθυνίας· "Ἐπάναγκες ἡμᾶς ἐστι κατέχοντας τὰς ἐκκλησίας ἀναγκασθῆναι καὶ κοινωνῆσαι καὶ ὑπογράψαι." ἔφη ὁ ἅγιος Ἰωάννης· "Κοινωνήσατε μέν, ἵνα μὴ σχίσητε τὴν ἐκκλησίαν, μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως ἐννοήσας." τούτων οὕτως ἐχόντων ἐδηλώθησαν οἱ ἀποσταλέντες ὑπὸ Θεοφίλου. κελεύει αὐτοὺς εἰσελθεῖν· εἰσελ θόντας ἤρετο, ποίου εἶεν βαθμοῦ. λέγουσιν· "Ἐπίσκοποι." παρακαλεῖ καθίσαντας εἰπεῖν ἐφ' ᾧ πάρεισιν. οἱ δὲ λέγουσι· "Παραναγνωστικὸν ἔχομεν μόνον· ποιήσατε οὖν αὐτὸ ἀνα γνωσθῆναι." κελεύει ὁ Ἰωάννης ἀναγνωσθῆναι. προστάσσουσι τῷ παιδαρίῳ τοῦ Θεοφίλου ἀναγνῶναι τὴν ὑπηγορίαν, καὶ ἀνέγνω. ἦν δὲ τὸ ὕφος τοῦτο· "Ἡ σύνοδος ἡ ἁγία ἡ ἐπὶ ∆ρῦν συναχθεῖσα" (τόπος δέ ἐστιν οὕτω καλούμενος πέραν θαλάσσης, Ῥουφίνου προάστειον, ἐν ᾧ ἦσαν συνηθροισμένοι) "Ἰωάννῃ" (παραλείψαντες ὃ ἦν, "τῷ ἐπισκόπῳ"· φιλεῖ γάρ πως ἡ ἐσκο τισμένη ψυχὴ οὐκ ἀκολούθως βλέπειν, ἀλλὰ φαντάζεσθαι ἃ τὸ πάθος ὑπαγορεύει)· "λιβέλλους ἐδεξάμεθα κατὰ σοῦ περι 48 έχοντας μυρία κακά. ἀπάντησον τοίνυν, ἐπαγόμενος Σαραπίωνα καὶ Τίγριον τοὺς πρεσβυτέρους· ἔστι γὰρ αὐτῶν χρεία." ἦσαν δὲ οἱ ἐλθόντες πρὸς αὐτὸν ∆ιόσκορος καὶ Παῦλος ἐν Λιβύῃ ὑπόγυον καταστάντες νέοι. μετὰ τὸ ἀναγνωσθῆναι τὴν δέλτον ἀντιλέγουσιν οἱ σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐπίσκοποι, δηλώ σαντες τῷ Θεοφίλῳ διὰ τριῶν ἐπισκόπων καὶ πρεσβυτέρων δύο, Λουπικίνου καὶ ∆ημητρίου καὶ Εὐλυσίου, καὶ πρεσβυτέρων Γερμανοῦ καὶ Σευήρου, τῶν πάντων ἁγίων ἀνδρῶν καὶ ἀξιο λόγων· "Μὴ κατάλυε τὰ πράγματα τῆς ἐκκλησίας καὶ μὴ σχίζε τὴν ἐκκλησίαν, δι' ἣν ὁ Θεὸς εἰς σάρκα κατῆλθεν. εἰ δὲ ἀτακτῶν καταλύεις τοὺς ἐν Νικαίᾳ κανόνας τῶν τιηʹ ἐπισκόπων καὶ "ὑπερόριον δικάζεις δίκην," σὺ πέρασον πρὸς ἡμᾶς εἰς τὴν εὐνομουμένην πόλιν, μὴ προκαλούμενος τὸν Ἅβελ κατὰ τὸν Κάϊν εἰς τὸ πεδίον, ἵνα σου ἡμεῖς πρῶτοι ἀκούσωμεν. ἔχομεν γὰρ κατὰ σοῦ ἑβδομήκοντα κεφαλαίων λιβέλλους, προδήλους ἀθεμιτουργίας ἔχοντας. καὶ πλείους ἐσμὲν τῆς συνόδου, Θεοῦ χάριτι συναχθέντες οὐκ ἐπὶ καταλύσει τῆς ἐκκλησίας, ἀλλ' ἐν εἰρήνῃ. σὺ μὲν γὰρ εἶ τριακοστὸς ἕκτος ἐξ ἐπαρχίας μιᾶς· ἡμεῖς δέ ἐσμεν τεσσαράκοντα ἐκ διαφόρων ἐπαρχιῶν, ἐν οἷς ἐσμεν καὶ ἑπτὰ μητροπολῖται· καὶ ἀκόλουθόν ἐστι τὸν ἐλάσ σονα παρὰ τῶν πλειόνων καὶ διαφερόντων κατὰ τοὺς κανόνας κριθῆναι. ἔχομεν γάρ σου καὶ τὴν ἐπιστολήν, δι' ἧς παρεγγυᾷς τῷ συλλειτουργῷ ἡμῶν Ἰωάννῃ "τὸ μὴ δεῖν ὑπερορίας εἰσδέ 49 χεσθαι δίκας." ὅθεν πειθόμενος τοῖς ἐκκλησιαστικοῖς νόμοις, παρακάλει σου τοὺς κατηγόρους, ἢ παύεσθαι τῆς κατὰ σοῦ κατηγορίας, ἢ τῆς πρὸς αὐτὸν προσόδου." πρὸς ταῦτα κινηθεὶς ὁ Ἰωάννης τοῖς μὲν ἐπισκόποις αὐτοῦ ἔλεγεν· "Ὑμεῖς ὃ δοκεῖ ὑμῖν δηλώσατε, ἐμὲ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ δηλωθέντα μοι ἀντισημᾶναι." τοῖς δὲ περὶ Θεόφιλον ἀνταπέστειλεν ταῦτα· " ̓Εγώ, εἰ μὲν ἔχει τις κατ' ἐμοῦ λέγειν, μέχρι τῆς δεῦρο οὐδε πώποτε ἔγνων· εἰ δέ τις κατεῖπέν μου, καὶ βούλεσθέ με παρα γενέσθαι, τοὺς προδήλους μου ἐχθρούς, οἵτινες ἐκ τῆς ἀμελείας αὐτῶν ἐκακώθησαν πρὸς ἐμέ, βάλλετε ἔξω τούτους τοῦ ὑμετέρου συλλόγου· καὶ οὔτε τόπου ἀμφισβητῶ ὅπου με δέοι κριθῆναι, εἰ καὶ τὰ μάλιστα ἔδει ἐν τῇ πόλει. εἰσὶ δὲ οὓς παραιτοῦμαι, Θεόφιλος, ὃν ἐλέγχω εἰρηκότα καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Λυκίᾳ, ὅτι "Ἀπέρχομαι εἰς τὸ κομιτᾶτον Ἰωάννην καθελεῖν." ἔστι δὲ ἀληθές, ἐξ ὧν παραγενόμενος οὔτε συνέτυχέν μοι οὔτε ἐκοι νώνησέν μοι. ὃς οὖν πρὸ τῆς ἀκροάσεως τὰ ἐχθρῶν ἐπετέλεσεν, τί ἂν ποιήσῃ μετὰ τὴν δίκην; ὁμοίως δὲ καὶ Ἀκάκιον διελέγχω ἐφ' ᾧ εἶπεν· "Ἐγὼ αὐτῷ ἀρτύω χύτραν." περὶ δὲ Σευηριανοῦ καὶ Ἀντιόχου, οὓς τάχιον μετελεύσεται ἡ θεία δίκη, τί δεῖ καὶ λέγειν, ὧν τὰς νεωτεροποιΐας καὶ τὰ κοσμικὰ ᾄδουσι θέατρα; οὐκοῦν παρακέκλησθε, εἰ κατὰ ἀλήθειαν βούλεσθέ με ἐλθεῖν, τούτους τοὺς τέσσαρας· εἰ μὲν ὡς δικαστάς, ἐκβάλλετε